ἐθνῶν ἁπάντων τὴν σωτηρίαν. Θεασάμενος ὁ προφήτης τοῖς τοῦ πνεύματος ὀφθαλμοῖς τὴν ἐσομένην πᾶσιν ἀνθρώποις σωτηρίαν διὰ τῆς θείας ἐπιφανείας, ἱκετεύει ταύτην οτι τάχιστα παρασχεθῆναι, ινα τὴν ἐκ ταύτης φυομένην εὐλογίαν τρυγήσωμεν απαντες· ειτα διὰ τὸν ἐπαγόμενον ταύτην ἡμᾶς δι δάσκει σαφέστερον. ̓Επιφανεῖται δὲ τὸ πρό σωπον τοῦ πάντων δημιουργοῦ, τὸ πληροῦν ἡμᾶς εὐλογίας καὶ οἰκτιρμῶν, ἐπιφανέντος ἡμῖν τοῦ χαρακτῆρος τῆς ὑποστάσεως αὐ τοῦ καὶ ἐμφανίσαντος ἑαυτὸν τοῖς ἀξίοις, ἐπεὶ γὰρ εἰκών ἐστι τοῦ Θεοῦ τοῦ ἀοράτου ον ὁ καθορῶν, ὁρᾷ τὸν Πατέρα. ̔Ο ἐμὲ γὰρ, φησὶν, ἑωρακὼς, καὶ τὸν Πατέρα μου ἑώρα κεν. Τότε τοὺς εὐεργετημένους εὐλογεῖ καὶ οἰκτείρει, πᾶσιν εὐλογίαν πνευματικὴν ἐν τοῖς ἐπουρανίοις εχων ̓Ιησοῦς. 67.3 ̔Ως ἐκλείπει καπνὸς, ἐκλιπέτωσαν ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, ου τως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. Ωσπερ καπνὸς παρακολούθημά ἐστι πυ ρὸς καὶ φωτὸς, ουτω τῶν δικαίων οἱ ἁμαρ τωλοὶ, οὐ κατὰ προηγούμενον λόγον τοιοῦ τοι γενόμενοι. ̔Ο γὰρ προηγούμενος λόγος η θελε καὶ αὐτοὺς ειναι φῶς, κατὰ τό· ̔Υμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου· καὶ ἐβούλετο αὐτοὺς ειναι πῦρ, κατὰ τό· ̔Ο ποιῶν τοὺς λειτουρ γοὺς αὐτοῦ, πυρὸς φλόγα. ̓Επεὶ δὲ πεφεύ γασι τὸ ειναι φῶς, καὶ οὐκ ἐθέλησαν γενέσ θαι πῦρ, διὰ τοῦτο γεγόνασι καπνός. Τάχα δὲ καὶ οἱ αγγελοι, οταν μὲν κολάζωσι, πῦρ εἰσίν· οταν δὲ διακονῶσι τὰ τῆς ἡμῶν σωτηρίας, φῶς. Καὶ ὁ Θεὸς τοῖς μὲν ἁμαρτωλοῖς πῦρ εστι, καταναλίσκον πᾶσαν κακίαν· τοῖς δὲ δικαίοις, φῶς. ̔Ο γὰρ Θεὸς φῶς εστι, καὶ σκότος ἐν αὐτῷ οὐκ εστι. Πάλιν προηγούμενον εργον τῶν μελισσῶν τὸ μέλι· παρακολούθημα δὲ τοῦ μέλιτος ὁ κηρός· καν ελθῃς ἐπὶ τὴν Χριστοῦ παρου σίαν, μέλι μὲν οψῃ τὴν ἐκκλησίαν· παρακο λούθημα δὲ, τοὺς ἑτεροδόξους, οις ἐρεῖ· Οὐ δέποτε εγνων ὑμᾶς· οὐ γὰρ γινώσκει τὸ ἐπισυμβάν. Ειεν δ' αν καὶ οἱ δαίμονες ἐχθροὶ ἀπολ λύμενοι, οὐ πῦρ οντες, ὡς αγγελοι· οὐ φῶς, ὡς δίκαιοι· ἀλλὰ καπνὸς σκεδαννύμενος, ὁ τοῖς ομμασι βλαβερός. Πρότερον γὰρ μετεσ χηματίζοντο εἰς ἀγγέλους φωτὸς, μαντείας καὶ θεραπείας ἐπαγγελλόμενοι, ὡς τοὺς ἀν θρώπους ἀπατωμένους θύειν αὐτοῖς καὶ τὰ φίλτατα· νῦν δὲ φροῦδα πάντα, καὶ οντως καπνὸς, ἀποσβεσθέντος αὐτῶν τοῦ πυρὸς, ὀργισθέντος αὐτοῖς τοῦ Θεοῦ, κατὰ τό· ̓Α νέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ, δῆλον ὡς σβέ σαντος αὐτῶν τὸ πῦρ, ο τοὺς ἀνθρώπους κα τέφλεγε· καὶ ὁ καπνὸς δὲ αὐτὸς, ὡς μὴ ε χων περὶ ο τι ὑποσταγῇ, ἐξέλιπε· καθάπερ γὰρ τὸν μὲν καπνὸν σκεδάννυσι τῶν ἀνέμων ἡ προβολὴ, ὁ δὲ κηρὸς λύεται τῷ πυρὶ προσ πελάζων, ουτως τῇ τοῦ Χριστοῦ παρουσίᾳ, φροῦδοι γεγόνασι τῶν ἀνθρώπων οἱ δυσμε νεῖς παντελῶς, καὶ μέντοι ὡς ἀπόλλυται νό σος ὑπὸ ἰατροῦ, καὶ σκότος ὑπὸ ἡλίου, ου τως ἡ ἁμαρτία ὑπὸ τοῦ ἀγαθοῦ Θεοῦ. Οταν ουν ἐκτακῶσιν ὡς κηρὸς, καὶ ἐκλίπωσιν ὡς καπνὸς οἱ ἁμαρτωλοὶ, καθὸ εἰσὶν ἁμαρτω λοὶ, τότε οὐ μόνον ἐφ' ἑαυτοῖς εὐφραίνονται οἱ δίκαιοι, ἀλλὰ καὶ ἐπὶ τῷ ἐκλείποντι κα πνῷ, καὶ ἐπὶ τῷ ἐκτακέντι κηρῷ· ὁρῶσι γὰρ ἀγαθὸν γενόμενον τὸ ἐκλιπεῖν τὸν καπνὸν, τὸ ἐκτακῆναι τὸν κηρόν. Τάχα δὲ τοιοῦτόν τι βλέπων ὁ Σωτὴρ γινόμενον ἀπὸ τοῦ πυ ρὸς, οτι μέλλει ἐκτήκεσθαι κηρὸν, ινα μόνον μέλι καταλειφθῇ, ειπε τό· Πῦρ ηλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ ηθελον εἰ ηδη ἐκαίη. Οὐχ ἁπλῶς δὲ ειπεν ἀπόλλυσθαι τοὺς ἁμαρτω λοὺς, ἀλλ' ἀπὸ προσώπου τοῦ Θεοῦ. Καὶ ουτω πῶς ὁ κηρὸς ὑπὸ πυρὸς, οὐ τῆς οὐσίας τῆς ψυχικῆς φθειρομένης, ἀλλὰ τῆς εξεως καθ' ην τίς ἐστιν ἁμαρτωλός· οὐδὲ γὰρ ὁ τηκόμενος κηρὸς εἰς τὸ μὴ ον καταστρέφει, εἰς δὲ τὴν τοῦ πυρὸς ἀναδίδοται οὐσίαν, ἀ πολλυμένης αὐτοῦ τῆς ποιότητος. 67.4 ̓Αγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ· τερφθήτωσαν ἐν εὐφροσύνῃ. Προσθεὶς οτι ἀγαλλιάσθωσαν, εδειξεν ὡς οὐ κατ' ἀνθρώπων τὴν ἱκετηρίαν ταύτην προ σήνεγκεν, ἀλλὰ κατὰ δαιμόνων, ων σκεδαν νυμένων καὶ φρούδων γινομένων, ἀγάλλεται εθνη, καὶ τὸν σεσωκότα Θεὸν ἀνυμνεῖ· οὐ καλὸν καὶ τὸ ἀγαλλιάσθωσαν μόνον, αν μὴ λάβῃ τὴν προσθήκην, ἀναγκαῖον ουσαν, τὸ ἐνώπιον τοῦ Θεοῦ, ωστε