σημείωσιν, τοῦ φυγεῖν ἀπὸ προσ ώπου τόξου, ὅπως ἂν ῥυσθῶσιν οἱ ἀγαπητοί σου·» ἐν δὲ τῷ Ἰεζεκιήλ· «Καὶ δόξα Θεοῦ Ἰσραὴλ ἀνέβη ἀπὸ τῶν χερουβεὶμ, ἡ οὖσα ἐπ' αὐτῶν, εἰς τὸ αἴθριον τοῦ οἴκου. Καὶ ἐκάλεσε τὸν ἄνδρα τὸν ἐνδεδυκότα τὸν ποδήρη, ὃς εἶχεν ἐπὶ τῆς ὀσφύος αὐτοῦ τὴν ζώ νην. Καὶ εἶπε πρὸς αὐτόν· ∆ίελθε μέσην Ἱερουσα λὴμ, καὶ δὸς σημεῖον ἐπὶ τὰ μέτωπα τῶν ἀνδρῶν τῶν καταστεναζόντων καὶ κατοδυνωμένων ἐπὶ πάσαις ταῖς ἀνομίαις ταῖς γινομέναις ἐν μέσῳ αὐτῆς. Καὶ τούτοις εἶπεν, ἀκούοντός μου· Πορεύεσθε ὀπίσω αὐ τοῦ εἰς τὴν πόλιν, καὶ κόπτετε, καὶ μὴ φείδεσθε τοῖς ὀφθαλμοῖς ὑμῶν, καὶ μὴ ἐλεήσητε. Πρεσβύτερον καὶ νεανίσκον, καὶ παρθένον, καὶ νήπια, καὶ γυναῖκας ἀποκτείνατε εἰς ἐξάλειψιν· ἐπὶ δὲ πάντας ἐφ' οὕς ἐστι τὸ σημεῖον, μὴ ἐγγίσητε, καὶ ἀπὸ τῶν ἁγίων μου ἄρξασθε.» Τίς γὰρ ἡ δεδομένη ἀπὸ τοῦ Θεοῦ σημείωσις τοῖς εὐλαβέσιν; ἢ τί τὸ σημεῖον τὸ ἐπὶ τὰ μέτωπα διδόμενον τῶν τῆς ἀληθείας ζηλωτῶν καὶ στεναζόντων ἐπὶ ταῖς παραβάσεσι ταῖς γινομέναις ἐν τῷ λαῷ, ἢ ἡ κοινωνία τῆς θειότητος εἰς τοὺς ὑγιῶς αὐτὴν νοοῦντας φθάνουσα; Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου, κ. τ. ἑ. Συνᾴδει τοῦ στίχου ὁ νοῦς οἷς εἰς τὸν πρὸ τούτου εἰρήκαμεν. Ἐν γὰρ τῷ σημειοῦσθαι ἐπὶ τοὺς ἁγίους τὸ φῶς τοῦ προσώπου Κυρίου, τί ἄλλο ἐστὶν ἢ εὐφραινομένη καρδία; Ὅπερ λαμβάνομεν ἀντὶ τοῦ νοητικοῦ, ᾧ δίδοται ἡ εὐφροσύνη θεωροῦντι Θεὸν καὶ μετέχοντι τῆς θειότητος αὐτοῦ. Οὐ ταυτὸν δέ ἐστι τῷ εὐφραίνεσθαι καρδίαν τὸ εὐφραίνεσθαι σάρκα. Ἐν μὲν γὰρ θεωρίᾳ καρδία εὐφραίνεται· ἐν δὲ τοῖς ὑλικοῖς βρώμασί τε καὶ πόμασι καὶ μίξεσι σὰρξ εὐφραίνεται, τῆς καρδίας πεπαχυμμένης καὶ πρὸς τὸ ἴδιον ἀγαθὸν ἐμποδιζομένης. Ἐπὰν οὖν λέ γηται ἐν αὐτοῖς τοῖς Ψαλμοῖς· «Οἶνος εὐφραίνει 12.1168 καρδίαν ἀνθρώπου, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει,» τὸν ἀληθινὸν ἄρτον νοητέον τροφιμώτα τον ὄντα τῇ διανοίᾳ, καὶ τὸ γέννημα τῆς ἀληθινῆς ἀμπέλου μεθύσκον ὡς κράτιστον. Ἀπὸ καρποῦ σίτου, οἴνου, καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν, κ. τ. ἑ. Ἐν τῷ Ἑβραϊκῷ, «ἀπὸ καιροῦ,» εἶχε. Καὶ οἱ Ἑβδομήκοντα δὲ οὕτω τεθείκασιν, ὡς τῆς ὅλης λέξεως εἶναι τὸν νοῦν τοιοῦ τον· Ἐν τῷ καιρῷ τῶν θεριζομένων σπερμάτων σίτου καὶ κριθῆς, καὶ τῶν ὀσπρίων πάντων τούτων, ἐπληθύνθησαν. Οἱ ἐν τῷ καιρῷ τὸ σιτομέτριον λαμ βάνοντες ἀπὸ καιροῦ σίτου ἐπληθύνθησαν, διὰ τὸ εὔκαιρον εἰς πληθυσμὸν ὠφελούμενοι. Ὁμοίως δὲ καὶ περὶ οἴνου τοῦ εὐφραίνοντος καρδίαν ἀνθρώπου διαλεκτέον. Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι, καὶ ὑπνώσω· ὅτι σὺ, Κύριε, κατὰ μόνας ἐπ' ἐλπίδι κατῴκισάς με, κ. τ. ἑ. Ἐὰν μὲν ἐκ προσώπου τοῦ Χριστοῦ ὁ ψαλμὸς ἀπαγγέλληται κατὰ τὴν διδομέ νην αὐτῷ μεγαλειότητα ἀπὸ τοῦ Πατρὸς ἀπαράβλητον οὖσαν, ὥστε μηδένα δύνασθαι τοῦ παντὸς τοῦ μεγέ θους αὐτοῦ μεταλαβεῖν, ἀκολούθως φησὶ τὸ, «Κατὰ μόνας κατῴκισάς με.» Εἰ δὲ ἐκ προσώπου τοῦ προ φήτου, οἶμαι δηλοῦσθαι τὸ σπάνιον τοῦ ἁγιασμοῦ, καὶ μάλιστα ἐν γενεαῖς ἁμαρτωλῶν, ὁποῖον ἦν τὸ ἐν ταῖς ἡμέραις Ἠλίου λέγοντος· «Κύριε, τοὺς προφή τας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, καὶ ἐγὼ ὑπελήφθην μόνος.» Τάχα δὲ καὶ ὁ λαμβά νων τὸ βραβεῖον, καὶ ὑπὲρ τοὺς κατὰ τὴν ἑαυτοῦ γενεὰν γενόμενος, ἐρεῖ τὴν λέξιν ταύτην τοῦ ψαλ μοῦ. Τὸ δὲ, «ἐπ' ἐλπίδι,» ἐὰν μὲν ὁ Σωτὴρ λέγῃ κατὰ τὴν οἰκονομίαν, οὐ θαυμαστὸν ἐλπίζοντα αὐτὸν τὴν ἰδίαν ἀποκατάστασιν λέγειν ἐπ' ἐλπίδι κατῳ κίσθαι ὑπὸ τοῦ Θεοῦ, κατὰ τὸ, «∆όξασόν με, Πάτερ, τῇ δόξᾳ ᾗ εἶχον πρὸ τοῦ κόσμον εἶναι παρὰ σοί.» ∆ύναται μέντοιγε «κατὰ μόνας» λέγεσθαι ὑπὸ Σω τῆρος διὰ τὸν καιρὸν ὃν πάντες ἐσκανδαλίσθησαν οἱ μαθηταὶ αὐτοῦ καταλιπόντες αὐτόν. Σαφὲς δὲ, κἂν ὁ Προφήτης λέγῃ τις, τὸ, «ἐπ' ἐλπίδι,» παντὸς ἁγίου διὰ τὴν ἀγάπην πάντα ἐλπίζοντος. ΨΑΛΜΟΣ Εʹ. Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆς κραυγῆς μου. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ βασιλεύς μου καὶ ὁ Θεός μου, κ. τ. ἑ. Χρὴ ἡμᾶς ἐννοεῖν ὁποῖον μέγεθος νοητῆς φωνῆς ἔχειν δεῖ, ἐφ' ᾧ καλέσωμεν τὴν σύνεσιν τοῦ Θεοῦ· καὶ τοιαῦτα ῥήματα ἁρμόζοντα ὡς τῷ Κυρίῳ, καὶ φω νὴν δεήσεως θαῤῥοῦσαν καὶ ἐπὶ τῇ