τῶν ἑψομένων διὰ πυρός. ∆ιακαρτερήσας ἐν τούτοις ἐπὶ δεκαοκτὼ ἔτεσιν ᾖσε τὸν ἐπινίκιον ὕμνον τῷ Χριστῷ. Οὗτος ὑπὸ τῶν πνευμάτων τῆς πονηρίας δια φόρως πολεμηθεὶς ἐνεκαρτέρησεν ἐν ἑνὶ μοναστηρίῳ τεσσαρά κοντα ἔτη. Ἀφηγεῖτο δὲ οὗτος ὅτι "Ἐπὶ τριάκοντα καὶ δύο ἔτη οὐδεμιᾶς ὀπώρας ἡψάμην". ∆ειλίας δέ ποτε πολεμησάσης πρὸς τὸ ταύτης περιγενέσθαι μνήματι ἑαυτὸν καθεῖρξεν ἐπὶ ἔτη ἕξ. 45.3 Τούτου πάνυ ἐκήδετο ὁ μακά ριος Βασίλειος ὁ ἐπίσκοπος ἡδόμενος αὐτοῦ τῇ αὐστηρίᾳ καὶ τῇ στυφότητι· ὃς εἰσέτι καὶ νῦν τοῦ καλάμου καὶ τῆς τετράδος τοῦ γράφειν οὐκ ἀνεχώρησεν, ὀγδοηκοστόν που ἄγων ἔτος. Οὗτος ἔφησεν ὅτι "Ἀφ' οὗ ἐμυσταγωγήθην καὶ ἀνεγεννήθην μέχρι τῆς σήμερον ἡμέρας, ἄρτον ἀλλό τριον δωρεὰν οὐ βέβρωκα, ἀλλ' ἐκ τῶν ἰδίων πόνων"· ὡς ἐπὶ θεοῦ ἡμᾶς ἔπεισεν ὅτι διακόσια πεντήκοντα νομίσ ματα ἐκ τοῦ ἔργου τῶν χειρῶν αὐτοῦ λελωβημένοις δέδωκεν, οὐδέποτε ἀδικήσας οὐδένα. 45.4 Ὃς πεζῇ τῇ πορείᾳ καὶ μέχρις αὐτῆς Ῥώμης ἀπῆλθεν εὐξόμενος εἰς τὸ μαρτύριον τοῦ μακαρίου Πέτρου· ἔφθασε δὲ καὶ μέχρις Ἀλεξαν δρείας, εὐξόμενος εἰς τὸ μαρτύριον τοῦ Μάρκου. † Ἦλθε † δὲ καὶ δεύτερον εἰς Ἱεροσολύμους, ἰδίοις ἀπελθὼν ποσὶ καὶ ἀναλώμασιν ἑαυτῷ ἐπαρκέσας. Ἔλεγεν δὲ οὗτος ὅτι "Οὐ μέμνημαί ποτε ἀποστὰς κατὰ νοῦν τοῦ θεοῦ μου".] 46 .tΠερὶ τῆς γραὸς Μελανίου 46.1 Ἡ τρισμακαρία Μελάνιον Σπανὴ γέγονε τὸ γένος, εἰτοῦν Ῥωμαία· θυγάτηρ μὲν γέγονε Μαρκελλίνου τοῦ ἀπὸ ὑπάτων, ἀνδρὸς δέ τινος τῶν ἀπὸ ἀξιωμάτων γυνή, οὗ καλῶς οὐκ ἐπιμέμνημαι. Αὕτη χηρεύσασα εἰκοστὸν δεύτερον ἄγουσα ἔτος ἔρωτος θείου κατηξιώθη, καὶ μηδενὶ μηδὲν εἰρηκυῖα, - ἐκωλύετο γάρ-ἐν τοῖς καιροῖς Οὐά λεντος ἀρχὴν ἔχοντος ἐν τῇ βασιλείᾳ, ποιήσασα ἐπίτροπον τοῦ υἱοῦ αὐτῆς ὀνομασθῆναι, τὰ κινητὰ πάντα αὐτῆς λα βοῦσα καὶ ἐμβαλοῦσα εἰς πλοῖον, μετὰ φανερῶν παίδων καὶ γυναικῶν δρομαία κατέπλευσεν ἐπὶ τὴν Ἀλεξάνδρειαν. 46.2 Κἀκεῖθεν διαπωλήσασα τὰς ὕλας καὶ εἰς χρυσὸν κατα κερματίσασα εἰσῆλθεν εἰς τὸ ὄρος τῆς Νιτρίας, τοῖς πα τράσι περιτυγχάνουσα τοῖς περὶ Παμβὼ καὶ Ἀρσίσιον καὶ Σαραπίωνα τὸν μέγαν καὶ Παφνούτιον τὸν Σκητιώτην καὶ Ἰσίδωρον τὸν ὁμολογητὴν ἐπίσκοπον Ἑρμουπόλεως καὶ ∆ιόσκορον. Καὶ ἐχρόνισε παρ' αὐτοῖς ἕως ἥμισυ ἔτους ἀνὰ τὴν ἔρημον κυκλεύουσα καὶ ἱστοροῦσα πάντας τοὺς ἁγίους. 46.3 Μετὰ δὲ τοῦτο τοῦ αὐγουσταλίου Ἀλεξανδρείας ἐξο ρίσαντος Ἰσίδωρον καὶ Πισίμιον καὶ Ἀδέλφιον καὶ Παφνούτιον καὶ Παμβώ, ἐν οἷς καὶ Ἀμμώνιον τὸν παρώτην, καὶ δώδεκα ἐπισκόπους καὶ πρεσβυτέρους, εἰς τὴν Παλαι στίνην περὶ ∆ιοκαισάρειαν· οἷς ἠκολούθησεν αὕτη ἐκ τῶν ἰδίων χρημάτων ὑπηρετουμένη. Κωλυομένων δὲ τῶν ὑπη ρετῶν, ὡς διηγοῦντο, συνέτυχον γὰρ τῷ ἁγίῳ Πισιμίῳ καὶ Ἰσιδώρῳ καὶ Παφνουτίῳ καὶ Ἀμμωνίῳ, αὕτη παιδαρίου καρακάλλιον λαβοῦσα ἐν ταῖς ἑσπέραις ἔφερεν αὐτοῖς τὰ πρὸς τὴν χρείαν. Γνοὺς δὲ ὁ ὑπατικὸς τῆς Παλαιστίνης, θελήσας τὸν κόλπον πληρῶσαι προσεδόκησεν αὐτὴν καπνί ζειν· 46.4 καὶ κατασχὼν αὐτὴν ἔβαλεν εἰς φυλακὴν ἀγνοῶν τὴν ἐλευθερίαν. Αὕτη δὲ δηλοῖ αὐτῷ· "Ἐγὼ τοῦδε μὲν γέγονα θυγάτηρ, τοῦδε δὲ γυνή· τοῦ δὲ Χριστοῦ εἰμὶ δούλη. Καὶ μὴ τῆς εὐτελείας τοῦ σχήματός μου καταπτύσῃς· δύναμαι γὰρ ἐμαυτὴν ἐὰν θέλω ὑψῶσαι, καὶ οὐκ ἔχεις με ἐν τούτῳ καπνίσαι οὐδὲ τῶν ἐμῶν τι λαβεῖν. Ὥστε οὖν ἵνα μὴ ἀγνοήσας ἐγκλήμασι περιπέσῃς ἐδήλωσά σοι· δεῖ γὰρ κατὰ τῶν ἀναισθήτων καθάπερ ἱέρακι τῷ τύφῳ κεχρῆ σθαι". Τότε γνοὺς ὁ δικαστὴς καὶ προσαπελογήσατο καὶ προσεκύνησεν αὐτῇ, καὶ ἐκέλευσεν αὐτὴν ἀκωλύτως συν τυχάνειν τοῖς ἁγίοις. 46.5 Αὕτη μετὰ τὴν ἀνάκλησιν τούτων μοναστήριον κτίσασα ἐν Ἱεροσολύμοις εἰκοσιεπτὰ ἔτεσιν ἐνεχρόνισεν ἐκεῖ ἔχουσα συνοδίαν παρθένων πεντήκοντα. Ἧι συνέζη καὶ ὁ εὐγενέσ τατος καὶ ὁμότροπος καὶ στιβαρώτατος Ῥουφῖνος ὁ ἀπὸ Ἰταλίας ἐξ Ἀκυληίας τῆς πόλεως, πρεσβυτερίου ἐς ὕστερον καταξιωθείς· οὗ γνωστικώτερος καὶ ἐπιεικέστερος ἐν ἀνδράσιν οὐχ εὑρίσκετο. 46.6 ∆εξιούμενοι οὖν ἀμφότεροι ἐν τοῖς εἰκοσιεπτὰ ἔτεσι τοὺς παρατυγχάνοντας ἐν τοῖς