Ἰούδαν, καὶ συνελάβετο τὸν Ἀμεσσίαν βασιλέα Ἰούδα, καὶ καθεῖλεν τοῦ τείχους Ἱερουσαλὴμ τρεῖς πήχεις, καὶ σκυλεύσας τὴν Ἱερουσαλὴμ ἀνεχώρησεν εἰς Σαμάρειαν. ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ. Μετὰ Ὀζίαν τὸν καὶ Ἀζαρίαν ἐβασίλευσεν τῶν δύο φυλῶν Ἰούδα καὶ Βενιαμὶν Ἰωάθαμ υἱὸς αὐτοῦ ἔτη ιϛʹ. ὁμοῦ δψμθʹ. αʹ. Ἠσαΐας θείας ὁράσεως ἠξιώθη. βʹ. Ἦν ἀρχιερεὺς Οὐρίας. Προεφήτευον Ἠσαΐας, Ὡσηέ, Ἰωνᾶς, καὶ Μιχαίας ὁ Μορασθίτης, Ἰωὴλ ὁ τοῦ Βαθουήλ, καὶ Ὠδήδ. 195 Μιχαίας προεφήτευσεν λέγων, Ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον λαῖον πολλῶν, καὶ ἐλέγξει ἔθνη ἰσχυρά. καὶ μεθ' ἕτερα. Καὶ σὺ Βηθλεέμ, οἶκος τοῦ Ἐφραθά, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα. ἐκ σοῦ μοι ἐξελεύσεται τοῦ εἶναι εἰς ἄρχοντα τοῦ Ἰσραήλ. καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. Ἰωὴλ προεφήτευσε λέγων, Ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου, καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ καὶ σημεῖα ἐπὶ τῆς γῆς αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ, ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἢ ἐλθεῖν τὴν ἡμέραν κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. καὶ ἔσται. πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα κυρίου, σωθήσεται. βʹ Ὀλυμπιάς. γʹ. Τούτῳ τῷ ἔτει ἐγεννήθησαν Ῥῶμος καὶ Ῥῆμος οἱ κτίσαντες τὴν Ῥώμην. δʹ, εʹ, ϛʹ. γʹ Ὀλυμπιάς. ζʹ. 196 Ἰωαθὰμ τὰς ἐν τῷ ναῷ στοὰς ἵδρυσεν· ἡ ἀνατολικὴ γὰρ μόνη στοὰ ὑπὸ Σολομῶντος ἱδρύθη. ηʹ, θʹ. Προεφήτευεν Ναούμ. τὰ δὲ ὑπ' αὐτοῦ προφητευθέντα περὶ τῆς Νινευὴ συνέβη μετὰ ἔτη ρμδʹ. ιʹ. δʹ Ὀλυμπιάς. ιαʹ. Ἰωαθὰμ πλεῖστα ᾠκοδόμησεν ἐν Ἱερουσαλήμ. ιβʹ, ιγʹ, ιδʹ. εʹ Ὀλυμπιάς. ιεʹ, ιϛʹ. Μετὰ Ἰωὰς ιβʹ ἐβασίλευσεν τοῦ Ἰσραὴλ Ἱεροβαὰλ υἱὸς αὐτοῦ ἔτη μαʹ. ὁμοῦ ςʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ, λϛʹ, λζʹ, ληʹ, λθʹ. Ἐν ἡμέραις Ὀζίου τοῦ καὶ Ἀζαρίου βασιλέως Ἰούδα καὶ Μανασσῆ καὶ ἐν ἡμέραις Ἱεροβαὰλ βασιλέως Ἰσραὴλ ἐξαπέ197 στειλεν Ἀμεσσίας ὁ ἱερεὺς Βεθὴλ πρὸς Ἱεροβαὰλ βασιλέα Ἰσραὴλ λέγων. Συστροφὰς ποιεῖται κατὰ σοῦ Ἀμὼς ἐν μέσῳ οἴκου Ἰσραήλ, καὶ οὐ μὴ δυνήσεται ἡ γῆ ὑπενεγκεῖν ἅπαντας τοὺς λόγους αὐτοῦ. διότι τάδε λέγει Ἀμώς, Ἐν ῥομφαίᾳ τελευτήσει Ἱεροβαάλ, ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ. καὶ εἶπεν Ἀμεσσίας πρὸς Ἀμώς, Ὁ ὁρῶν βάδιζε. ἐκχώρησον εἰς γῆν Ἰούδα, καὶ ἐκεῖ καταβιοῦ. καὶ ἐκεῖ προφητεύσεις· εἰς δὲ Βεθὴλ οὐκέτι οὐ μὴ προσθῇς τοῦ προφητεῦσαι, ὅτι ἁγίασμα βασιλέως ἐστίν, ὅτι οἶκος βασιλείας ἐστίν. καὶ ἀπεκρίθη Ἀμὼς καὶ εἶπεν πρὸς Ἀμεσσίαν, Οὐκ ἤμην προφήτης ἐγὼ οὐδὲ υἱὸς προφήτου, ἀλλ' ἢ αἰπόλος ἤμην καὶ κνίζων συκάμινα, καὶ ἀνέλαβέν με κύριος ἐκ τῶν προβάτων, καὶ εἶπε κύριος πρός με, Βάδιζε, προφήτευσον ἐπὶ τὸν λαόν μου Ἰσραήλ. καὶ νῦν ἄκουε λόγον κυρίου, Σὺ λέγεις, μὴ προφήτευε ἐπὶ Ἰσραήλ, καὶ οὐ μὴ ὀχλαγωγήσετε ἐπὶ τὸν οἶκον Ἰακώβ. διὰ τοῦτο τάδε λέγει κύριος, Ἡ γυνή σου ἐν τῇ πόλει πορνεύσει καὶ οἱ υἱοί σου καὶ αἱ θυγατέρες σου ἐν ῥομφαίᾳ πεσοῦνται, καὶ ἡ γῆ σου ἐν σχοινίῳ συμμετρηθήσεται, καὶ σὺ ἐν γῇ ἀκαθάρτῳ τελευτήσεις. ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ, οὕτως ἔδειξέ μοι κύριος. ἰδοὺ ἄγγος ἰξευτοῦ, καὶ εἶπεν. Τὶ σὺ βλέπεις, Ἀμώς; καὶ εἶπα, Ἄγγος ἰξευτοῦ. καὶ εἶπε κύριος πρός με, Ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου Ἰσραήλ, οὐκέτι οὐ μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν, καὶ ὀλολύξει τὰ φατνώ198 ματα τοῦ ναοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγει κύριος. καὶ μετὰ βραχέα, Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν ∆αβὶδ τὴν πεπτωκυῖαν καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς καὶ τὰ ἀνεσκαμμένα αὐτῆς ἀναστήσω, καὶ ἀνοικοδομήσω αὐτήν, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, ὅπως ἐκζητήσωσί με οἱ κατάλοιποι τῶν ἀνθρώπων, καὶ πάντα τὰ ἔθνη, ἐφ' οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπὶ αὐτούς. λέγει κύριος ὁ ποιῶν ταῦτα. μʹ, μαʹ. Μετὰ Ἱεροβαὰλ ιγʹ ἐβασίλευσεν τοῦ Ἰσραὴλ Μαναὴμ ἔτη