De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
μεγάλου Κωνσταντίνου ἐτήσιος μνήμη καὶ τὰ ἐγκαίνια τῶν ἱδρυθέντων τιμίων σταυρῶν ἐν τῷ νέῳ παλατίῳ τοῦ Βόνου.
40
Πρὸ ἡμερῶν, ὅσων ἂν κελεύσωσιν οἱ δεσπόται, γίνεται πρόκενσον ἐν τῷ νέῳ παλατίῳ τῷ τοῦ Βόνου, καὶ τῇ παραμονῇ τελεῖται οἰκειακῶς ἡ παννυχὶς εἰς τοὺς τιμίους καὶ ἁγίους σταυρούς. καὶ αὐτῇ τῇ ἡμέρᾳ περὶ ὥραν βʹ περιβάλλονται οἱ δεσπόται τὰ ὀξέα τούτων σκαραμάγγια καὶ τὰ τούτων σπαθία, καὶ ἱππεύουσιν ἀπὸ τῶν ἐκεῖσε, καὶ ἀπέρχονται εἰς τοὺς ἁγίους ἀποστόλους διὰ τῆς ἀπαγούσης ὁδοῦ εἰς τὸν ἅγιον Ἰωάννην τὸ ξηροκήπιον, κἀκεῖσε τῶν ἵππων ἀποβάντες εἰσέρχονται διὰ τῆς μεγάλης πύλης τοῦ λουτροῦ ἐν τῷ νάρθηκι, καὶ ἐκνεύουσιν ἀριστερὰ πρὸς ἀνατολὴν τοῦ αὐτοῦ νάρθηκος ἐν τῷ ἐκεῖσε κρεμαμένῳ βήλῳ. ἐκεῖσε γὰρ καὶ τὰ βασιλικὰ ἵστανται σελλία καὶ τὰ τούτων ηὐτρέπισται ἀλλάξιμα, καὶ ἀλλάσσουσιν τά τε διβητήσια αὐτῶν καὶ τὰς χλα 533 μύδας, καὶ εἰσέρχονται ἐν τῷ ναῷ τῶν ἁγίων ἀποστόλων, καὶ πρὸ τῶν ἁγίων θυρῶν διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσιν τῷ Θεῷ, καὶ ἐκνεύουσιν ἀριστερᾷ πρὸς ἀνατολὴν τοῦ αὐτοῦ βήματος, καὶ ἀπέρχονται πρὸς τοὺς τάφους, ἤγουν εἰς τὸν ἅγιον Κωνσταντῖνον. κἀκεῖσε ἔνδον τῆς εἰσαγούσης πύλης δέχεται τούτους ὁ πατριάρχης, καὶ πάλιν ἐν τῷ ἐκεῖσε βήματι διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσιν τῷ Θεῷ, καὶ ἐπιδίδωσιν ὁ πατριάρχης θυμιατὸν τῷ πρώτῳ βασιλεῖ, καὶ θυμιᾷ εἴς τε τὸ ἅγιον βῆμα καὶ τὸν τάφον Λέοντος τοῦ ὀρθοδόξου δεσπότου καὶ τῆς ἁγίας καὶ βασιλίδος Θεοφανοῦς καὶ Βασιλείου τοῦ ὀρθοδόξου καὶ ἀγαθοῦ βασιλέως, καὶ εἶθ' οὕτως εἰς τοῦ πρώτου καὶ μεγάλου Κωνσταντίνου τοῦ ἁγίου καὶ ἐνδόξου βασιλέως. καὶ μετὰ ταῦτα ἐπιστρέφει ὁ βασιλεὺς μετὰ τοῦ πατριάρχου, καὶ ὁ μὲν πατριάρχης εἰσέρχεται ἐν τῷ βήματι ποιῶν τὴν εὐχὴν, καὶ ἀπάρχονται οἱ ψάλται τὸ τροπάριον· "τοῦ σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος." ὁ δὲ βασιλεὺς ἀποχαιρετίσας τὸν πατριάρχην, τοῦτον ἀσπάζεται, καὶ λιτανεύουσιν μετά τε τῶν μαγίστρων καὶ πατρικίων καὶ τῶν λοιπῶν τῆς συγκλήτου, διέρχεται διὰ τοῦ ἐξαέρου τῆς κόγχης τῶν ἁγίων πάντων καὶ τῆς ἐκεῖσε ἀπαγούσης ὁδοῦ, καὶ εἰσέρχεται εἰς τὴν αὐλὴν τῶν παλατίων, καὶ 534 σελλίων τιθεμένων τῶν ὑπὸ τῶν ἀρχοντογεννημάτων βαστα534 ζομένων, καθέζονται, μέχρις ἂν ὁ πατριάρχης μετὰ τῆς ἐκκλησιαστικῆς λιτῆς καταλάβοι. ἰστέον, ὅτι ἡ λιτὴ, μέχρις ἂν εἰσέλθῃ τὴν πύλην τῆς αὐτῆς τῶν παλατίων, ψάλλει τὸ τροπάριον· "τοῦ σταυροῦ σου τὸν τύπον ἐν οὐρανῷ θεασάμενος·" καὶ μετὰ τὸ εἰσελθεῖν τὴν πύλην ἄρχεται ψάλλειν τῶν ἐγκαινίων, ἤγουν τὸ "δόξα σοὶ, Χριστὲ ὁ Θεὸς, ἀποστόλων καύχημα." καὶ δὴ τοῦ πατριάρχου πλησιάσαντος ἐν τῷ τόπῳ, ἐν ᾧ καθέζονται οἱ δεσπόται, ἀνιστάμενοι οἱ δεσπόται δέχονται τοῦτον. καὶ εὐθέως τελεῖται ἡ ἀκολουθία τῶν ἐγκαινίων, καθὼς εἴθισται τῇ ἐκκλησιαστικῇ καταστάσει, καὶ τῶν ἀνοίξεων τελεσθέντων, εἰσέρχονται οἱ δεσπόται μετὰ τοῦ πατριάρχου, καὶ ἀπέρχονται ἐν τῷ βήματι τοῦ ἁγίου Κωνσταντίνου· (τὰ γὰρ ἐκεῖσε βήματα, τὸ μὲν ἓν τῆς ἁγίας Ἑλένης ὑπάρχει, τὸ δὲ ἕτερον, ἐν ᾧ καὶ τὸ ἀργυροῦν κιβώριον, τοῦ ἁγίου Κωνσταντίνου τυγχάνει·) κἀκεῖσε διὰ τῆς τρισσῆς μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσιν τῷ Θεῷ, καὶ ὑποστρέφοντες ἐξ ἀριστερᾶς ἀνέρχονται τὰ βάθρα, καὶ ἵστανται ἔμπροσθεν τοῦ μεγάλου σταυροῦ τοῦ ἁγίου Κωνσταντίνου, ἐκδεχόμενοι τὴν τοῦ ἁγίου εὐαγγελίου ἀνάγνωσιν, καὶ τὴν τῆς ἐκτενοῦς ἀπόλυσιν, ἀνέρχονται ἐν τῷ ἐκεῖσε παλατίῳ, 535 καὶ μετὰ τὴν τῆς λειτουργίας ἀπόλυσιν συνεστιῶνται τῷ πατριάρχῃ καὶ τῇ συγκλήτῳ καὶ μητροπολίταις, οἷς ἂν κελεύσωσιν. ΚΕΦ. ζʹ. Ὅσα δεῖ παραφυλάττειν τῇ ἑορτῇ καὶ προελεύσει τῶν ἁγίων πάντων. Ἰστέον, ὅτι ἡ προέλευσις τῶν ἁγίων πάντων ἐπιτελεῖται κατὰ τὸν τύπον τῆς μεσονηστίμου, καὶ ὡς τὰ νῦν ἐπιτελεῖται ἥ τε δευτέρα τῆς διακαινησίμου καὶ ἡ κυριακὴ τοῦ ἀντίπασχα. κατέρχονται δὲ οἱ δεσπόται ἀπὸ τῶν ἵππων ἐν τῇ πύλῃ τῶν ἁγίων ἀποστόλων τῇ εἰσαγούσῃ πρὸς τὸ ὡρολόγιον τῆς αὐτῆς ἐκκλησίας, κἀκεῖθεν δηριγευόμενος ὑπὸ τοῦ κουβουκλείου καὶ τῶν ἐξ ἔθους ἀρχόντων ἐκνεύουσι δεξιὰ, καὶ διέρχονται διὰ τοῦ νάρθηκος τῶν ἁγίων πάντων, καὶ ἀνέρχονται ἐν τοῖς κατηχουμενίοις τῆς αὐτῆς ἐκκλησίας, καὶ εἰσέρχονται ἔνδον τοῦ ἐκεῖσε κρεμμαμένου βήλου, καὶ τὰ ἑξῆς ἐπιτελεῖται καθὼς καὶ ἐν ταῖς λοιπαῖς προελεύσεσιν, ἐν αἷς ἀπέρχονται οἱ δεσπόται ἔφιπποι εἰς τοὺς ἁγίους ἀποστόλους. ὁ δὲ