«λόγος». Ζητητέον δὲ εἰ συστήματος θεωρημάτων ὄντος ἐν αὐτῷ, καθ' ὃ «σοφία» ἐστίν, ἐστί τινα θεωρήματα ἀχώ ρητα τῇ λοιπῇ παρ' αὐτὸν γεννητῇ φύσει, ἅτινα οἶδεν ἑαυτῷ. 2.18.127 Καὶ οὐκ ἀνεξέταστον <τὸν> λόγον ἐατέον διὰ τὴν περὶ ἁγίου πνεύματος εὐλάβειαν. Ὅτι μὲν γὰρ καὶ αὐτὸ αὐτῷ μαθητεύεται, σαφὲς ἐκ τοῦ λεγομένου περὶ παρακλήτου καὶ ἁγίου πνεύματος· «Ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται, καὶ ἀναγγελεῖ ὑμῖν». Εἰ δὲ μαθητευόμενον πάντα χωρεῖ, ἃ ἐνα τενίζων τῷ πατρὶ ἀρχόμενος ὁ υἱὸς γινώσκει, ἐπιμελέστερον ζητητέον. 2.18.128 Εἰ τοίνυν ὁ σωτὴρ ἃ μέν τινα ἑτέροις, τινὰ δὲ τάχα που αὑτῷ καὶ ἢ οὐδενὶ ἢ ἑνὶ ἢ ὀλίγοις, καθ' ὃ «ζωή» ἐστιν ἡ γενομένη ἐν τῷ λόγῳ, βασανιστέον πότερον αὑτῷ καὶ ἑτέροις ζωή ἐστιν ἢ ἑτέροις, καὶ <εἰ> ἑτέροις, τίσι τούτοις. Εἰ δὴ ταὐτόν ἐστι «ζωὴ» καὶ «φῶς τῶν ἀνθρώπων»-φησὶ γὰρ· «Ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων»-τὸ δὲ φῶς τῶν ἀνθρώπων τινῶν ἐστι φῶς, καὶ τοῦτο οὐ πάντων <τῶν> λογικῶν, ὅσον ἐπὶ † τῷ κεῖσθαι τὸ «ἀνθρώπων», ἀλλὰ «τῶν ἀνθρώπων» ἐστὶ φῶς, εἴη ἂν καὶ ζωὴ ἀνθρώπων, ὧν καὶ φῶς ἐστιν· καὶ καθ' ὃ ζωή, λέγοιτο ἂν ὁ σωτὴρ οὐχ αὑτῷ ἀλλὰ ἑτέροις εἶναι ζωὴ ὧν ἐστι καὶ φῶς. 2.18.129 Αὕτη δὴ ἡ ζωὴ τῷ λόγῳ ἐπιγίνεται, ἀχώριστος αὐτοῦ μετὰ τὸ ἐπιγενέσθαι τυγχάνουσα. Λόγον γὰρ προϋπάρξαι τὸν καθαίροντα τὴν ψυχὴν ἐν τῇ ψυχῇ δεῖ, ἵνα κατὰ τοῦτον καὶ τὴν ἀπ' αὐτοῦ κάθαρσιν, πάσης περιαιρεθείσης νεκρό τητος καὶ ἀσθενείας, ἡ ἀκραιφνὴς ζωὴ ἐγγένηται παρὰ παντὶ τῷ τοῦ λόγου καθ' ὃ θεός ἐστιν αὑτὸν ποιήσαντι χωρητικόν. 2.19.130 Τηρητέον δὲ τὰ δύο «ἐν» καὶ τὴν διαφορὰν αὐτῶν ἐξεταστέον· πρῶτον μὲν γὰρ ἐν τῷ «λόγος ἐν ἀρχῇ», δεύτερον δὲ ἐν τῷ «ζωὴ ἐν λόγῳ». Ἀλλὰ λόγος μὲν «ἐν ἀρχῇ» οὐκ ἐγένετο· οὐκ ἦν γάρ, ὅτε ἡ ἀρχὴ ἄλογος ἦν, διὸ λέγεται· «Ἐν ἀρχῇ ἦν ὁ λόγος·» ζωὴ δὲ ἐν τῷ λόγῳ οὐκ ἦν· ἀλλὰ ζωὴ ἐγένετο, εἴ γε «ζωή ἐστι τὸ φῶς τῶν ἀνθρώπων». Ὅτε γὰρ οὐδέπω ἄνθρωπος ἦν, οὐδὲ «φῶς τῶν ἀνθρώπων» ἦν, τοῦ φωτὸς τῶν ἀνθρώπων κατὰ τὴν πρὸς ἀνθρώπους σχέσιν νοουμένου. 2.19.131 Μηδεὶς δ' ἡμᾶς θλιβέτω χρονικῶς οἰόμενος ταῦτα ἀπαγγέλλειν, τῆς τάξεως τὸ πρῶτον καὶ τὸ δεύτερον καὶ τὰ ἐφεξῆς ἀπαιτούσης, κἂν χρόνος μὴ εὑρίσκηται, ὅτε τὰ ὑπὸ τοῦ λόγου ὑποβαλλόμενα τρίτα καὶ τέταρτα οὐδα μῶς ἦν. Ὃν τρόπον τοίνυν «πάντα δι' αὐτοῦ ἐγένετο», καὶ οὐχὶ πάντα δι' αὐτοῦ ἦν, καὶ «χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν», οὐχὶ δὲ χωρὶς αὐτοῦ ἦν οὐδὲ ἕν, οὕτως ὃ γέγονεν ἐν αὐτῷ, οὐχὶ ὃ ἦν ἐν αὐτῷ, ζωὴ ἦν. Καὶ πάλιν οὐχὶ ὃ ἐγένετο ἐν ἀρχῇ ὁ λόγος ἦν, ἀλλὰ ὃ ἦν ἐν ἀρχῇ λόγος ἦν. 2.19.132 Τινὰ μέντοι γε τῶν ἀντιγράφων ἔχει, καὶ τάχα οὐκ ἀπιθάνως· «Ὃ γέγονεν ἐν αὐτῷ ζωή ἐστιν». Εἰ δὲ ζωὴ ταὐτόν ἐστι τῷ τῶν ἀνθρώ πων φωτί, οὐδεὶς ἐν σκότῳ τυγχάνων ζῇ καὶ οὐδεὶς τῶν ζώντων ἐν σκότῳ ἐστίν, ἀλλὰ πᾶς ὁ ζῶν καὶ ἐν φωτὶ ὑπάρχει, καὶ πᾶς ὁ ἐν φωτὶ ὑπάρχων ζῇ· ὥστε μόνον τὸν ζῶντα καὶ πάντα εἶναι φωτὸς υἱόν· φωτὸς δὲ υἱός, οὗ λάμπει τὰ ἔργα ἔμπροσθεν τῶν ἀνθρώπων. 2.20.133 Πάλιν, ἐπεὶ ἔστι τὰ παραλελειμμένα τῶν ἐναντίων νοεῖσθαι ἐκ τῶν εἰρημένων περὶ τῶν ἐναντίων, λέγε ται δὲ περὶ ζωῆς καὶ φωτὸς ἀνθρώπων, ἐναντίον δὲ τῇ ζωῇ θάνατος καὶ ἐναντίον φωτὶ ἀνθρώπων σκότος ἀνθρώπων, ἔστιν ἰδεῖν ὅτι ὁ ἐν σκότῳ τῶν ἀνθρώπων τυγχάνων ἐν θανάτῳ ἐστὶν καὶ ὁ τὰ τοῦ θανάτου πράττων οὐκ ἀλλαχόσε τοῦ σκότους ἐστίν. Ὁ δὲ μνημονεύων τοῦ θεοῦ, ἐάν γε νοῶμεν τί τὸ μνημο νεύειν αὐτοῦ, οὐκ ἔστιν ἐν τῷ θανάτῳ κατὰ τὸ εἰρημένον· «Οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου». 2.20.134 Εἴτε δὲ σκότος ἀνθρώπων εἴτε θάνατος, οὐ φύσει τοιαῦτά ἐστιν † ἄλλου λόγου «Ἡμεῖς ἤμεθά ποτε σκότος, νῦν δὲ φῶς ἐν κυρίῳ», κἂν μάλιστα ἅγιοι καὶ πνευματικοὶ ἤδη χρηματίζωμεν. Ὥσπερ δὲ δεκτικὸς ὁ Παῦλος σκότος ὢν γέγονε τοῦ γενέσθαι φῶς ἐν κυρίῳ, οὕτως ὅστις ποτ' ἂν ᾖ σκότος. Κατὰ δὲ τοὺς οἰομένους εἶναι φύσεις πνευματικάς, ὥσπερ τὸν Παῦλον καὶ τοὺς ἁγίους ἀποστόλους, οὐκ οἶδα εἰ σῴζεται τὸ τὸν πνευματικὸν εἶναί ποτε σκότος καὶ ὕστερον αὐτὸν γεγονέναι φῶς. 2.20.135 Εἰ γὰρ ὁ πνευματικός ποτε σκότος ἦν, ὁ χοϊκὸς τί