ἀξίαν ειναι τὴν ἀ γαλλίασιν τῶν ὀφθαλμῶν τοῦ Θεοῦ, οὐ κοσ μικὴν ουσαν, ἀλλὰ καρπὸν τοῦ Πνεύματος. 67.5 Ασατε τῷ Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὁδοποιήσατε τῷ ἐπιβηκότι ἐπὶ δυσ μῶν. Κύριος ονομα αὐτῷ, καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ. Ωσπερ ἐὰν ᾳδειν μοι προκῆται βασιλεῖ, δεήσει με εἰδέναι ποῖα μέλη ἀποδέχεται ὁ βασιλεὺς, ινα ᾳδων ἀρέσω αὐτῷ· ουτως εἰ μέλλω ᾳδειν τῷ Κυρίῳ, δεήσει με εἰδέναι τὰ μέλη τὰ εὐφραίνοντα τὸν Κύριον, ιν' ἐπ' αὐτοῦ ἀκροατοῦ ᾳσω τῷ Κυρίῳ. ̓Επεὶ καὶ τὰ αἰσθητὰ ἐπίβαθρα γίνεται πρὸς τὸ νοῆσαι τὰ κρείττονα, ἰστέον ὡς ὁ μὲν ᾳδων ψιλῇ χρῆται φωνῇ, ὁ δὲ ψάλλων καὶ τῷ ὀργάνῳ· ιδε ουν σεαυτὸν χωρὶς σώματος, καὶ ἐννόη σον τὸ ᾳδειν. Νόησόν σου καὶ τὸ σῶμα, καὶ ορα τὸ ψάλλειν. Αδει γὰρ τῷ Θεῷ ὁ διὰ ὑ γιῶν δογμάτων τὴν ψυχὴν παιδευόμενος, ὁ τὰς πρεπούσας αὐτῷ θεολογίας ἐκ διανοίας κεκαθαρμένης ἀναπέμπων. Ψάλλει δὲ τῷ ὀνόματι αὐτοῦ, ὁ διὰ τῶν τοῦ σώματος κι νήσεων, διὰ τῆς τῶν αἰσθητηρίων χρήσεως, τοιαῦτα πράττων ὡς δοξάζεσθαι παρὰ τοῖς ὁρῶσι τὸ ονομα αὐτοῦ τοῦ Θεοῦ. Καὶ ωσπερ ὁ τεχνίτης, ἐν ῳ ψάλλει, οὐ συγκεχυμένως κρούει τὰς χορδὰς, ἀλλ' οιδε τοὺς καιροὺς καὶ τοὺς τόπους, καί ποτε μὲν τήνδε, ποτε δὲ τήνδε κρούσει· ουτως ὁ εἰδὼς ψάλλειν τῷ τοῦ σώματος ὀργάνῳ, ῥυθμίζει αὐτὸ τῷ λό γῳ τοῦ Θεοῦ, καὶ οιδε πότε κινήσει τὴν χορ δὴν, τὴν χεῖρα η τὸν πόδα, ινα περιπάτῃ ὡς δέον, ινα πράττῃ τὸ πρέπον· τὸν ὀφθαλ μὸν, ινα μὴ ἐκμελὲς ιδῃ καὶ πρὸς τὸ ἐπι θυμῆσαι· τὸ ους, ινα μὴ παραδέξηται ἀκοὴν ματαίαν· τὸ στόμα, ινα μὴ λαλῇ ἀργὸν ῥῆ μα. Εστι καὶ τῇ χορδῇ τῆς κοιλίας χρή σασθαι ἐμμελῶς, οτε εἰς δόξαν Θεοῦ ἐσθίο μεν καὶ πίνομεν. ̓Επὶ δυσμῶν. -∆υσμαί εἰσι φύσεις λο γικαὶ ἐκπεσοῦσαι τοῦ τῆς δικαιοσύνης ἡ λίου. - ̔Οδοποιήσατε. Ζητεῖ καὶ ἐν σοὶ περιπατῆσαι ὁ Κύριος, καὶ βλέπων ἀκάν θας, ἡδονὰς καὶ μερίμνας ἐν σοὶ, αλλους ζη τεῖ περιπάτους καθαρωτάτους, καὶ σὲ κατα λείπει· ἐπιβήσεται δὲ σοὶ, οταν δύῃ ὁ ἐναν τίος τῷ ἡλίῳ τῆς δικαιοσύνης, ηλιος ὁ Σα τανᾶς, ὁ μετασχηματιζόμενος εἰς αγγελον φωτός· εἰσὶ γοῦν τινες ἐν τῷ νόμῳ, εως μὲν ἀνατέλλει ἑαυτοῖς ὁ τῆς ἀδικίας ηλιος, ἀκά θαρτοι· ἐὰν δὲ δύῃ, καθαροί· δυέτω σοι πάν τα σοι φωτίζειν νομιζόμενα, καὶ δεδοξασ μένα ὑπό σου καὶ θαυμαζόμενα· δυέτω φι λαργυρία, δυέτω ἀλλοτρία διδασκαλία, δυέ τω πορνεία, ην ἐνόμιζες διὰ τὴν ἡδονὴν ειναί τι ἀγαθὸν, ινα ἐπεβῇ ὁ Κύριος ποιή σαντί σοι δυσμὰς τῶν ἐναντίων. ̔Οδοποιήσατε. -Εὐτρεπεῖς γενέσθαι φη σὶν εἰς τὸ τῆς ὁδοῦ ἐκείνης πορεύεσθαι, τοῦ ἐπ' εσχατα Χριστὸν ὀφθῆναι ἐν σαρκὶ τοῖς ἐπὶ γῆς η τοῖς ἐπιβεβηκόσιν ἐπὶ δυσμῶν, τῶν μέχρι ᾳδου πεποιημένων τὴν κάθοδον. 67.6 Ταραχθήσονται ἀπὸ προσώπου αὐ τοῦ, πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν. Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, ἐκ τοῦ διαβό λου γίνεται· ουτος ουν ὁ πατήρ σου, ἐὰν ἁ μαρτάνῃς, ἀποθανέτω. ̓Εάν σοι ἀποθάνῃ, σοὶ οὐ ζῇ, καν αλλοις δοκῇ ζῆν. Γενοῦ ὀρ φανὸς, καὶ οὐκέτι χρήσῃ τοιούτῳ πατρὶ, ἀλλ' ἐκείνῳ ος σε ὡς ὀρφανὸν αλλον ἀναλή ψεται. Πάλιν μνηστεύσεται τὴν ἀνθρωπί νην ψυχὴν ὁ Χριστός· παρανόμως δὲ ὁ διά βολος βούλεται αὐτῆς νυμφίος γίνεσθαι, ινα ποιήσῃ αὐτὴν ἐφθαρμένην· ἡ ψυχὴ ουν σου χήρα γενέσθω ἐκείνου, ινα σοι κρίνῃ τὰ δίκαια ὁ Θεὸς καταλίποντι τὸν ἀνόμως συνῳκηκό τα καὶ τὸν κατὰ κακίαν γεννήσαντα. - ̓Ορφανός ἐστιν ὁ στερηθεὶς διὰ κακίαν τοῦ ἐπουρανίου Πατρὸς, ην αὐτὸς ἑκὼν ἐπάσ πατο. Τῇ κτίσει παρὰ τὸν κτίσαντα λελατρευ κότες ὀρφανοί τινες ησαν· κατὰ τὸν δὲ κόσμον ἀνεπικούρητοι παντελῶς καὶ πρὸς πᾶσαν πλεονεξίαν ετοιμοι. ̓Επειδὴ δὲ πε πιστεύκασι, πεπλουτήκασι Πατέρα τὸν Θεὸν, διὸ γὰρ τῆς τῶν χηρῶν κηδεμονίας καὶ τῆς τῶν ὀρφανῶν ἐπιμελείας τὸ δίκαιον αὐτοῦ τῆς προνοίας ἐδήλωσεν, τῶν ψυχῶν τῶν ὀρ φανῶν καὶ τῶν ἀβοηθήτων θύσων. -[Νόει] ὀρφανοὺς τὰ εθνη, ὡς μὴ εχοντα τὸν Θεὸν πατέρα, χήραν δὲ τὴν ἐκκλησίαν, ὡς μὴ λαβοῦσαν ανδρα τὸν Χριστὸν, τούτων γὰρ ενεκεν καὶ ἀπόθανεν. 67.7 ̔Ο Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ. ̔Ο Θεὸς κατοικίζει μονοτρόπους ἐν οικῳ, ἐξά γων πεπεδημένους ἐν ἀνδρείᾳ,