προσοχῇ τοῦ ∆ε σπότου. Οὐδεὶς δὲ ὑπὸ ἁμαρτίας βασιλευόμενος ἐρεῖ τῷ Θεῷ· «Ὁ βασιλεύς μου·» καὶ ὧν θεὸς ἡ κοιλία, οὐκ ἐροῦσι, «Θεός μου,» τῷ Θεῷ. Τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου, κ. τ. ἑ. Ὁ ἀποθέμενος τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσά μενος τὰ ὅπλα τοῦ φωτὸς, ταῦτα λεγέτω τὰ ῥήματα. 12.1169 Τὸ πρωῒ παραστήσομαί σοι, καὶ ἐπόψομαι· ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ, οὐδὲ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου, κ. τ. ἑ. Ἅμα τῷ ἀνατεῖλαι τὸν ἥλιον παραστήσομαί σοι, καὶ ἐν θεωρίᾳ ἔσομαι, «τοῦ μὴ εἶναί σε θέλοντα ἀνομίαν Θεὸν, μηδὲ παροικήσει σοι πονηρὸς, οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου.» Ὡς γὰρ οὐδὲ διαμένει νοσῶν ἐν ὀφθαλμοῖς τοῦ δυναμένου θεραπεῦσαι αὐτὸν ἰατροῦ, οὕτως οὐδὲ διαμενοῦσι παράνομοι ἐναντίον τῶν ὀφθαλμῶν τοῦ Θεοῦ. Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνο μίαν· ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦ δος, κ. τ. ἑ. Τοὺς μὲν ἐν τῇ πολιτείᾳ πταίοντας ἐργαζομένους τὴν ἀνομίαν ὠνόμασε· τούτους δὲ μισεῖ ὁ Θεός· τοὺς δὲ ἀποπεσόντας τῆς ἀληθείας ἑτεροδόξους λαλοῦντας τὸ ψεῦδος εἶπεν, οὓς ἀπολεῖ ὁ Θεός. Καὶ τήρει διαφορὰν τοῦ «ἐμίσησας» καὶ «ἀπο λεῖς·» πρῶτον μὲν εἰ χεῖρον τοῦ «ἀπολεῖς» τὸ «ἐμίση σας·» δεύτερον δὲ, διὰ τί τὸ μὲν εἰς τὸν παρεληλυ θότα ἐνέκλινε χρόνον, τὸ δὲ εἰς τὸν μέλλοντα. «Ἀπο λεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος,» οὐ τοὺς λα λήσαντας, ἀλλὰ τοὺς λαλοῦντας τὸ ψεῦδος. Εἰ δὲ τού τους ἀπόλλυσι Κύριος, πᾶς δὲ ἄνθρωπος ψεύστης, πάντας ἀπόλλυσιν ὁ Θεὸς, ἵνα, τὸ εἶναι ἄνθρωποι ἀποθέμενοι, γίνωνται θεοὶ, ἐπεὶ καὶ θεοὶ γεγονότες, καὶ υἱοὶ Ὑψίστου πάντες, γεγόνασιν ἄνθρωποι. Τοὺς ἑτεροδόξους οὖν ἀπολεῖ ὁ Θεὸς ἐν τῷ μέλλοντι αἰῶνι. Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύ ριος, κ. τ. ἑ. Ἀνὴρ αἱμάτων ὁ ἐξ αἱμάτων γε γεννημένος, ἢ ὁ φονικός. Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύ σομαι εἰς τὸν οἶκόν σου· προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου, κ. τ. ἑ. Τῶν πονηρευομέ νων καὶ παρανόμων οὐ παροικούντων σοι, οὐδὲ διαμενόντων ὑπὸ τὴν θεωρίαν σου, ἐγὼ ἐλέῳ τῷ σῷ εἰσελεύσομαι εἰς τὸν οἶκόν σου. Οὕτω γὰρ καὶ εἰπεῖν δυνήσομαι· «Τὸ πρωῒ παραστήσομαί σοι, καὶ ἐπό ψει με.» Καὶ ἐπεὶ οὐκ ἄλλως ἢ ἐλέῳ τῷ σῷ εἰσελεύ σομαι εἰς τὸν οἶκόν σου, σὺν εὐλαβείᾳ πολλῇ ὀνομα ζομένῃ φόβῳ σου προσκυνήσω σοι πνεύματι καὶ ἀλη θείᾳ, ἐλθὼν πρὸς τὸν ἅγιόν σου ναόν. Ναὸς δὲ καὶ οἶκος Θεοῦ ἡ ἁγία καὶ ἐνάρετος κατάστασις, ἣν οἱ ἔχοντες μετὰ παῤῥησίας φασίν. Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὑτοῦ, οὗ οἶκός ἐσμεν ἡμεῖς. Ἀλλὰ καὶ προσφωνοῦσιν ἑτέροις πιστοῖς γράφοντες· «Ναὸς ἅγιός ἐστε, καὶ τὰ σώματα ὑμῶν ναὸς τοῦ ἁγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ὑπὸ Θεοῦ.» Πῶς γὰρ οὐκ οἶκος καὶ ναὸς Θεοῦ ὁ τηρῶν τὸν Ἰησοῦ λόγον, πρὸς ὃν ὁ Υἱὸς καὶ ὁ Πατὴρ μονὴν ποιοῦνται; ∆υνατὸν καὶ τὴν ἐκκλησιαστικὴν γνώμην καὶ διδασκαλίαν οἶκον Κυρίου φάναι καὶ ναὸν αὐτοῦ. ∆ηλοῦται τοῦτο ἐκ τῶν γραφομένων Τιμοθέῳ· «Ἵνα εἰδῇς πῶς δεῖ σε ἐν 12.1172 οἴκῳ Κυρίου ἀναστρέφεσθαι, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος.» Κατ' ἀμφοτέρας θεωρίας εἰσέρχεταί τις εἰς τὸν οἶκον καὶ προσκυνεῖ πρὸς ναὸν τὸν ἅγιον Κυρίου, ἐλέῳ Θεοῦ μᾶλλον ἢ οἰκείᾳ πολιτείᾳ καὶ φρονήσει. Κρῖνον αὐτοὺς, ὁ Θεός· ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν. Κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν ἔξωσον αὐτοὺς, ὅτι παρεπίκρα νάν σε, Κύριε, κ. τ. ἑ. Τῷ ἁμαρτάνοντι λυσι τελεῖ μᾶλλον ὑπὸ Θεοῦ κριθῆναι, ἢ ἔξω εἶναι τῆς κρί σεως. Καὶ τὸ ἀπὸ μοχθηρῶν διαβουλιῶν ἀποπεσεῖν οὐ κακὸν τῷ ἀποπίπτοντι, οὐκ ἐρχομένῳ ἐπὶ τὸ μοχθη ρὸν αὐτῶν τέλος· ὡς οὐ καλὸν τῶν κρειττόνων μὴ ἐπὶ τέλος ἐλθεῖν. Πάνυ δὲ χαρίεν, πῶς οὐκ εἴρηκε πόθεν ἔξωσεν, ἵνα μὴ τοῖς πολλοῖς σαφὲς ᾗ. Οἶμαι δὲ, ὅτι ἀπὸ τῶν ἀσεβειῶν αὐτῶν κατὰ τὸ πλῆθος αὐτῶν. Οὐ γὰρ ἀφ' ἑαυτοῦ ἐξωθεῖ ὁ Θεός τινας· «Οἱ γὰρ μακρύνοντες, φησὶν, ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦν ται.» Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου ἕνε κα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου, κ. τ. ἑ. Ὁ προτιθέμενος ὀρθῶς φρονεῖν καὶ πράττειν, πολλοὺς ἐναντίους ἔχει. Εἰσὶ γὰρ καὶ