Ἱεροσολύμοις εὐχῆς ἕνεκεν, ἐπισκόπους τε καὶ μονάζοντας καὶ παρθένους, οἰκείοις ἀναλώμασιν ᾠκοδόμησαν μὲν πάντας τοὺς παρατυγχάνοντας, ἥνωσαν δὲ τὸ σχίσμα τὸ κατὰ Παυλῖνον ὡς ἀνδρῶν τετρακοσίων μοναζόντων, καὶ πάντα αἱρετικὸν πνευματομάχον συμπείσαντες εἰσήγαγον εἰς τὴν ἐκκλησίαν, τιμῶντες τοὺς κατὰ τόπον κληρικοὺς δώροις καὶ τροφαῖς, οὕτω διετέλεσαν μηδένα σκανδαλίσαντες. 47 .tΠερὶ Χρονίου καὶ Παφνουτίου 47.1 Χρόνιός τις ὀνόματι ἐκ τῆς κώμης τῆς λεγομένης Φοινίκης, ἀπομετρήσας ἀπὸ τῆς ἰδίας κώμης πλησίον οὔσης τῆς ἐρήμου μύρια πεντακισχίλια βήματα τῷ δεξιῷ ποδὶ ἀριθμούμενα, ἐκεῖσε προσευξάμενος ὤρυξε φρέαρ· καὶ εὑρὼν κάλλιστον ὕδωρ ἀπέχον ὀργυιὰς ἑπτὰ ᾠκοδόμησεν ἑαυτῷ ἐκεῖ ξενίαν μικράν. Καὶ ἀφ' ἧς ἡμέρας ἐνεθρόνισεν ἑαυτὸν τῇ μονῇ ηὔξατο τῷ θεῷ μὴ ἀνακάμψαι μηκέτι εἰς οἰκού μενον τόπον. 47.2 Παρελθόντων δὲ ὀλίγων ἐτῶν ἠξιώθη πρεσβυτερίου ἀδελφότητος περὶ αὐτὸν συναχθείσης ὡς ἀν δρῶν διακοσίων. Αὕτη οὖν αὐτοῦ φέρεται τῆς ἀσκήσεως ἡ ἀρετή, ὅτι ἑξήκοντα ἔτη παρεδρεύσας τῷ θυσιαστηρίῳ ἱερατεύων οὐ τῆς ἐρήμου ἐξῆλθεν, οὐκ ἐκτὸς ἔργου ἰδίων χειρῶν βέβρωκεν ἄρτον. Τούτῳ συνῴκει Ἰακώβ τις ἐκ γειτόνων ὁ ἐπίκλην χωλός, γνωστικώτατος εἰς ἄκρον. Ἀμφότεροι δὲ γνώριμοι ἦσαν τοῦ μακαρίου Ἀντωνίου. 47.3 Μιᾶς οὖν τῶν ἡμερῶν συν δραμόντος καὶ Παφνουτίου τοῦ ἐπιλεγομένου Κεφαλᾶ, ὃς χάρισμα γνώσεως εἶχε τῶν θείων γραφῶν παλαιᾶς καὶ καινῆς διαθήκης, πᾶσαν αὐτὴν ἑρμηνεύων μὴ ἀναγνοὺς γρα φάς, πρᾶος δὲ ἦν ὡς καλύπτεσθαι προφητικὴν ἀρετήν· οὗ φέρεται ὅτι ὀγδοήκοντα ἔτη ὑφ' ἓν δύο χιτῶνας οὐκ ἔσχε. Τούτοις συντυχόντες ἐγώ τε καὶ οἱ μακάριοι Εὐά γριος καὶ Ἀλβάνιος ἐζητοῦμεν μαθεῖν τὰς αἰτίας τῶν παραπιπτόντων ἢ καὶ ἐκπιπτόντων ἀδελφῶν ἢ σφαλλομένων ἐν τῷ καθήκοντι βίῳ. 47.4 Συνέβη γὰρ ἐν ταῖς ἡμέραις καὶ Χαιρήμονα τὸν ἀσκητὴν καθεζόμενον τελευτῆσαι καὶ εὑρεθῆναι αὐτὸν νεκρὸν ἐν τῇ καθέδρᾳ κατέχοντα τὸ ἔργον εἰς τὰς χεῖρας. Συνέβη δὲ καὶ ἄλλον ἀδελφὸν ὀρύσσοντα φρέαρ καταχωσθῆναι ὑπὸ τοῦ φρέατος· καὶ ἄλλον ἀπὸ τῆς Σκήτεως κατερχόμενον ἀποθανεῖν ἀπὸ λείψεως ὕδατος· ἐν οἷς καὶ τὰ κατὰ Στέφανον τὸν ἐκπεσόντα εἰς αἰσχρὰν ἀσωτίαν, καὶ Εὐκάρπιον, καὶ τὰ κατὰ Ἥρωνα τὸν Ἀλεξανδρέα, καὶ τὰ κατὰ Οὐάλην τὸν Παλαιστῖνον, καὶ τὰ κατὰ Πτολεμαῖον τὸν ἐν τῇ Σκήτει Αἰγύπτιον. 47.5 Συνη ρωτῶμεν οὖν τίς ἡ αἰτία τοῦ οὕτω ζῶντας ἀνθρώπους ἐν τῇ ἐρημίᾳ τοὺς μὲν ἀπατηθῆναι τὴν φρένα τοὺς δὲ πε ριρραγῆναι ἀκολασίᾳ. Ταύτην οὖν ἡμῖν ἔδωκε τὴν ἀπό κρισιν Παφνούτιος ὁ γνωστικώτατος, ὅτιπερ "Πάντα τὰ γινόμενα διαιρεῖται εἰς δύο, εἴς τε εὐδοκίαν θεοῦ καὶ συγ χώρησιν. Ὅσα τοίνυν γίνεται κατὰ ἀρετὴν εἰς δόξαν θεοῦ, ταῦτα γίνεται εὐδοκίᾳ θεοῦ· ὅσα δ' αὖ πάλιν ἐπιζήμια καὶ ἐπικίνδυνα καὶ περιστατικὰ καὶ ἐκπτωτικά, ταῦτα γίνεται κατὰ θεοῦ συγχώρησιν. 47.6 Ἡ δὲ συγχώρησις ἐκ λόγου γίνεται· ἀδύνατον γὰρ τὸν ὀρθῶς φρονοῦντα καὶ ὀρθῶς βιοῦντα περιπεσεῖν πταίσμασιν αἰσχύνης ἢ πλάνης δαιμόνων. Ὅσοι τοίνυν διεφθαρμένῳ σκοπῷ νόσῳ ἀνθρωπαρεσκείας καὶ αὐθαδείᾳ λογισμῶν μετέρχεσθαι δοκοῦσι τὴν ἀρετήν, οὗτοι καὶ σφάλμασι περιπίπτουσι, θεοῦ πρὸς τὸ συμφέρον αὐτῶν ἐγκαταλιμπάνοντος αὐτούς, ἵνα διὰ τῆς ἐγκαταλεί ψεως αἰσθανόμενοι τὴν ἐκ τῆς μεταβολῆς ἀλλοίωσιν διορθώ σωνται ἢ τὴν πρόθεσιν ἢ τὴν πρᾶξιν. 47.7 Ποτὲ μὲν γὰρ ἡ πρόθεσις ἐξαμαρτάνει, ὅταν κακῷ σκοπῷ γένηται· ποτὲ δὲ καὶ ἡ πρᾶξις, ὅταν διεφθαρμένως ἢ καθ' ὃν δεῖ τρόπον μὴ γένηται. Ὅπερ συμβαίνει πολλάκις καὶ τὸν ἀκόλαστον διεφθαρμένῳ σκοπῷ ποιεῖν τὴν ἐλεημοσύνην ἐπὶ νεωτέρας διὰ τέλος αἰσχρόν, πρᾶξιν δὲ εὔλογον τῷ ὡς ὀρφανῇ καὶ μόνῃ καὶ ἀσκουμένῃ διδόναι ἐπικουρίαν. Συμβαίνει δὲ καὶ σκοπῷ ὀρθῷ ποιεῖν ἐλεημοσύνην εἰς νοσοῦντας ἢ γεγηρακό τας ἢ ἐκπεπτωκότας πλούτου, φειδωλῶς δὲ καὶ μετὰ γογ γυσμοῦ, καὶ εἶναι τὸν μὲν σκοπὸν ὀρθόν, τὴν δὲ πρᾶξιν τοῦ σκοποῦ ἀναξίαν· δεῖ γὰρ τὸν ἐλεήμονα ἐν ἱλαρότητι ἐλεεῖν καὶ ἀφειδίᾳ". 47.8 Ἔλεγον δὲ καὶ τοῦτο ὅτι "Προ τερήματά εἰσιν ἐν