1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

40

Ἐζεχιήλ φησιν· "Ἐὰν ἀποστραφῇ ὁ ἄνομος ἀπὸ πασῶν τῶν ἀνομιῶν ὧν ἐποίησεν καὶ φυλάξῃ τὰς ἐντολάς μου καὶ ποιήσῃ τὰ δικαιώματά μου, ζωῇ ζήσεται καὶ οὐ μὴ ἀποθάνῃ· πᾶσαι αἱ ἀδικίαι αὐτοῦ ἃς ἐποίησεν οὐ μὴ μνησθῶσιν, ἀλλὰ τῇ δικαιοσύνῃ ᾗ ἐποίησεν ζήσεται, ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἀνόμου, λέγει κύριος, ὡς ἐπιστρέψαι ἀπὸ τῆς ὁδοῦ τῆς πονηρᾶς καὶ ζῆν αὐτόν." πάλιν ὁ Ἠσαΐας· "Ἐπιστράφητε οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον, ἵνα σωθήσεσθε." καὶ ἕτερος, Ἱερεμίας· "Ἐπιστράφητε ἐπὶ κύριον τὸν θεὸν ὑμῶν, ὡς ὁ τρυγῶν ἐπὶ τὸν κάρτελλον αὐτοῦ, καὶ ἐλεηθήσεσθε." Πολλὰ μὲν οὖν μᾶλλον δὲ ἀναρίθμητά ἐστιν τὰ ἐν ἁγίαις γραφαῖς εἰρημένα περὶ μετανοίας, ἀεὶ τοῦ θεοῦ βουλομένου ἐπιστρέφειν τὸ γένος τῶν ἀνθρώπων ἀπὸ πασῶν τῶν ἁμαρτιῶν. Ἔτι μὴν καὶ περὶ δικαιοσύνης, ἧς ὁ νόμος εἴρηκεν, ἀκόλουθα εὑρίσκεται καὶ τὰ τῶν προφητῶν καὶ τῶν εὐαγγελίων ἔχειν, διὰ τὸ τοὺς πάντας πνευματοφόρους ἑνὶ πνεύματι θεοῦ λελαληκέναι. ὁ γοῦν Ἠσαΐας οὕτως ἔφη· "Ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ·ύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν." ἔτι ὁ αὐτός· "∆ιάλυε, φησίν, πάντα σύνδεσμον ἀδικίας, λύε στραγγαλίας βιαίων συναλλαγ- μάτων, ἀπόστελλε τεθραυσμένους ἐν ἀφέσει, καὶ πᾶσαν συγγραφὴν ἄδικον διάσπα, διάθρυπτε πεινῶντι τὸν ἄρτον σου καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν οἶκόν σου· ἐὰν ἴδῃς γυμνόν, περίβαλλε, καὶ ἀπὸ τῶν οἰκείων τοῦ σπέρματός σου οὐχ ὑπερόψῃ. τότε ·αγήσεται πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἱμάτια σου ταχὺ ἀνατελεῖ καὶ προπορεύσεται ἔμπροσθέν σου ἡ δικαιοσύνη σου." ὁμοίως καὶ Ἰερεμίας· "Στῆτε, φησίν, ἐπὶ ταῖς ὁδοῖς καὶ ἴδετε, καὶ ἐπερωτήσατε ποία ἐστὶν ἡ ὁδὸς κυρίου τοῦ θεοῦ ἡμῶν ἡ ἀγαθή, καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. κρίμα δίκαιον κρίνετε, ὅτι ἐν τούτοις ἐστὶν τὸ θέλημα κυρίου τοῦ θεοῦ ὑμῶν." ὡσαύτως καὶ Ὠσηὲ λέγει· "Φυλάσσεσθε κρίμα καὶ ἐγγίζετε πρὸς κύριον τὸν θεὸν ὑμῶν, τὸν στερεώσαντα τὸν οὐρανὸν καὶ κτίσαντα τὴν γῆν." καὶ ἕτερος Ἰωὴλ ἀκόλουθα τούτοις ἔφη· "Συναγάγετε λαόν, ἁγιάσατε ἐκκλησίαν, εἰσδέξασθε πρεσβυτέρους, συναγάγετε νήπια θηλάζοντα μαστούς· ἐξελθέτω νυμφίος ἐκ τοῦ κοιτῶνος αὐτοῦ καὶ νύμφη ἐκ τοῦ παστοῦ αὐτῆς. καὶ εὔξασθε πρὸς κύριον τὸν θεὸν ὑμῶν ἐκτενῶς, ὅπως ἐλεήσῃ ὑμᾶς, καὶ ἐξαλείψει τὰ ἁμαρτήματα ὑμῶν." ὁμοίως καὶ ἕτερος Ζαχαρίας· "Τάδε λέγει κύριος παντο- κράτωρ· Κρίμα ἀληθείας κρίνετε, καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ, καὶ χήραν καὶ ὀρφανὸν καὶ προσή- λυτον μὴ καταδυναστεύσητε, καὶ κακίαν ἕκαστος μὴ μνησικακείτω τῷ ἀδελφῷ αὐτοῦ ἐν ταῖς καρδίαις ὑμῶν, λέγει κύριος παντοκράτωρ." Καὶ περὶ σεμνότητος οὐ μόνον διδάσκει ἡμᾶς ὁ ἅγιος λόγος τὸ μὴ ἁμαρτάνειν ἔργῳ, ἀλλὰ καὶ μέχρις ἐννοίας, τὸ μηδὲ τῇ καρδίᾳ ἐννοηθῆναι περί τινος κακοῦ, ἢ θεασάμενον τοῖς ὀφθαλμοῖς ἀλλοτρίαν γυναῖκα ἐπιθυμῆσαι. Σολομὼν μὲν οὖν, ὁ βασιλεὺς καὶ προφήτης