ιβʹ. ὁμοῦ σιβʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ. Φοὺλ βασιλεὺς Ἀσσυρίων ἐπιβὰς τῇ Σαμαρείᾳ. λαβὼν παρὰ Μαναὴμ τοῦ βασιλέως Ἰσραὴλ α τάλαντα ἀργυρίου, ἀνεχώρησεν. ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ. Ἐν ταῖς ἡμέραις Μαναὴμ βασιλέως Ἰσραήλ, ἤγουν τῶν δέκα φυλῶν, ἀνέβη Φοὺλ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὴν γῆν, καὶ ἔδωκεν αὐτῷ Μαναὴμ μ τάλαντα ἀργυρίου τοῦ εἶναι χεῖρα αὐτοῦ μετ' αὐτοῦ, διαγράψας τὸν λαὸν καὶ πάντα δυνατόν, καὶ λαβὼν τὸ ἀργύριον ὁ Ἀσσύριος ὑπέστρεψεν εἰς τὴν χώραν αὐτοῦ. Μετὰ Μαναὴμ ιδʹ ἐβασίλευσεν τοῦ Ἰσραὴλ ὁ υἱὸς αὐτοῦ Φακεείας ἔτη ιβʹ. ὁμοῦ σκδʹ. 199 αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ. Ἑβραίων τοῦ Ἰσραὴλ ιδʹ Ζαχαρίας μῆνας ϛʹ. μεθ' ὃν ιεʹ Σελοὺμ μῆνα αʹ. μεθ' ὃν Φακεείας υἱὸς Μαναὴμ ἔτη ιʹ. ιαʹ, ιβʹ. Οὗτος Φακεείας ἐπιβουλευθεὶς ὑπὸ Φακεὲ υἱοῦ Ῥομελίου τοῦ τριστάτου αὐτοῦ ἀπέθανεν, καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ ὁ εἰρημένος Φακεὲ υἱὸς Ῥομελίου ιεʹ τοῦ Ἰσραὴλ ἔτη λʹ. ὁμοῦ σνδʹ. αʹ, βʹ, γʹ, δʹ, εʹ, ϛʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κεʹ, κϛʹ, κζʹ, κηʹ, κθʹ, λʹ. Ἐν ταῖς ἡμέραις Φακεὲ ἀνέβη Θεγλὰθ Φανασσὰρ βασιλεὺς Ἀσσυρίων, καὶ ἔλαβε τὴν Ἀῒν καὶ τὴν Βεδμάλχα καὶ τὴν Ἀϊνὼν καὶ τὴν Κενὲξ καὶ τὴν Ἀσὼρ καὶ τὴν Γαλαὰδ καὶ τὴν Γαδδὶ καὶ τὴν Γαλιλαίαν πᾶσαν καὶ τὴν γῆν Νεφθαλείμ, καὶ ἀπῴκισεν αὐτοὺς εἰς Ἀσσυρίους. εἶτα μετὰ ταῦτα πολεμήσας Φακεὲ υἱὸς Ῥομελίου ἅμα τῷ Ῥαασσὼν βασιλεῖ Ἀσσυρίας κατὰ τῆς Ἱερουσαλήμ. ἔλαβεν αὐτήν. Τὸν Φακεὲ ἐπάταξεν Ὡσηὲ υἱὸς ∆αλή, καὶ ἐβασίλευσεν ἀντ' αὐτοῦ ἐν Σαμαρείᾳ ἔτη θʹ. ὁμοῦ σξγʹ. αʹ. 200 Ὡσηὲ τὸ πονηρὸν ἐνώπιον κυρίου ποιήσας παρὰ πάντας τοὺς ἔμπροσθεν αὐτοῦ εἰδώλοις ἐδούλευσεν, οἰκοδομῶν αὐτοῖς οἴκους, καὶ τὰ τέκνα αὐτοῦ διῆγεν ἐν πυρί, καὶ τὸ βδέλυγμα τῶν ἐθνῶν, καὶ ἔθυεν καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς καὶ ἐν τοῖς βουνοῖς καὶ ὑποκάτω παντὸς ξύλου πυκάζοντος. βʹ, γʹ, δʹ, εʹ. Καὶ ἐπὶ Ὡσηὲ ἀνέβη Σαλμανάσαρ βασιλεὺς Ἀσσυρίων καὶ ἐγένετο αὐτοῦ Ὡσηὲ δοῦλος, τουτέστιν συντελεστής. ϛʹ. ζʹ. Ὡσηὲ βασιλεὺς Ἰσραὴλ ἀπέστειλεν πρὸς Ἀδραμελὲχ τὸν Αἰθίοπα εἰς βοήθειαν ἑαυτοῦ. ηʹ, θʹ. Τούτῳ τῷ θʹ ἔτει τῆς βασιλείας Ὡσηὲ υἱοῦ ∆αλὴ πρώτη αἰχμαλωσία γέγονε τοῦ Ἰσραὴλ τῶν δέκα φυλῶν, βασιλευομένων μὲν ἐν Σαμαρείᾳ, νῦν δὲ μετοικισθεισῶν εἰς ὄρη Μήδων καὶ Χαλδαίων, ἐπιστρατεύσαντος τῇ Σαμαρείᾳ καὶ πολιορκήσαντος αὐτὴν Σαλμανάσαρ τοῦ τῶν Χαλδαίων βασιλέως, ὃς καὶ αὐτὸν τὸν Ὡσηὲ υἱὸν ∆αλὴ βασιλέα τοῦ Ἰσραὴλ δέσμιον λαβὼν ἀπῆλθεν. ἐβασιλεύθησαν δὲ ἐν Σαμαρείᾳ ἔτεσιν διακοσίοις ἑξήκοντα τρισί. μετῳκίσθησαν δὲ αἱ δέκα φυλαὶ τοῦ Ἰσραὴλ
ἐκ τῆς Ἰουδαίας ἀφ' οὗ μὲν οἱ πρόγονοι αὐτῶν ἐξῆλθον ἐξ Αἰγύπτου μετὰ ἔτη Ϡλβʹ, 201 ἀφ' οὗ δὲ τὴν χώραν Σαμαρείας κατέσχον στρατηγήσαντος αὐτῶν Ἰησοῦ υἱοῦ Ναυῆ, εἰσὶν ἔτη ωϟβʹ, ἀφ' οὗ δὲ ἀποστάντες Ῥοβοὰμ τοῦ ἐκγόνου ∆αβὶδ ἐβασιλεύθησαν ὑπὸ Ἱεροβοὰμ δούλου γενομένου Σολομῶνος, εἰσὶν ἔτη σξβʹ καὶ μῆνες ζʹ, ἅτινα συντρέχει ἤγουν καταλήγει εἰς τὸ τέταρτον ἔτος Ἐζεκίου βασιλέως Ἰούδα, καθ' ὃ καὶ τὸ πάσχα σεσημείωται γεγενῆσθαι λαμπρῶς καὶ φιλοτίμως ἀπὸ Σολομῶνος. οἳ καὶ μετοικισθέντες εἰς Σαμάρειαν Χουθέοι ἐκλήθησαν, τὴν τῆς χώρας ἐν ᾗ κατῳκίσθησαν προσηγορίαν λαβόντες, διὰ τὸ ἐκ τῆς Χουθὰς οὕτω καλουμένης χώρας τότε μετατεθῆναι. ἔστι δὲ αὕτη ἡ Χουθὰς χώρα ἐν τῇ Περσίδι καὶ ποταμὸς τοῦτο ἔχων ὄνομα. καὶ μετοικισθέντες εἰς Σαμάρειαν ἕκαστος κατ' ἔθνος ἴδιον εἶχε θεόν. ὕστερον δὲ Σαμαρεῖς ἐκλήθησαν, τὴν τῆς χώρας ἐν ᾗ κατῳκίσθησαν προσηγορίαν λαβόντες. Τούτῳ τῷ ἔτει Σίβυλλα ἡ Ἐρυθραία ἐν Αἰγύπτῳ ἐγνωρίζετο. Γεγόνασι δὲ καὶ ἄλλαι ιαʹ Σίβυλλαι. Σίβυλλα ἡ Ἑβραία. Σίβυλλα ἡ Περσίς. Σίβυλλα ἡ ∆ελφίς. Σίβυλλα ἡ Ἀδαὴ ἡ Κιμμερία. Σίβυλλα ἡ Σαμία. 202 Σίβυλλα ἡ Ῥοφία. Σίβυλλα ἡ Κυμαία. Σίβυλλα ἡ Λιβοίη. Σίβυλλα ἡ Τρῳάς.