De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
πατριάρχης μετὰ τῆς λιτῆς καταλαβὼν ἵσταται ἔνδον τῶν ἁγίων ἀποστόλων ἔξω τῶν κιγκλίδων τοῦ θυσιαστηρίου, καὶ τοῦ καιροῦ καταλαβόντος, εἰσέρχονται οἱ πραιπό 536 σιτοι καὶ περιβάλλουσι τοὺς δεσπότας τὰς ἑαυτῶν χλανίδας· ἐξερχομένων δὲ τῶν δεσποτῶν τοῦ βήλου, δέχονται τούτους οἵ τε μάγιστροι καὶ πατρίκιοι, καὶ γίνεται ἐκεῖσε δοχὴ, καὶ ἀπὸ νεύματος τοῦ πραιποσίτου λέγει ὁ τῆς καταστάσεως "κελεύσατε." καὶ κατέρχονται διά τε τοῦ κοχλιοῦ καὶ τοῦ νάρθηκος, καὶ ἐκβαινόντων τὸν νάρθηκα τῶν ἁγίων ἀποστόλων, δέχεται τούτους ὁ περατικὸς δῆμος τῶν Βενέτων μετὰ καὶ τοῦ δομεστίκου τῶν σχολῶν, καὶ ἐπιδίδωσιν ὁ δομέστικος τῶν σχολῶν τοῖς δεσπόταις τὰ ῥοδόπλακα ὀσφράδια. καὶ μετ' ὀλίγον πρὸ τοῦ εἰσελθεῖν εἰς τὸ ὡρολόγιον δέχεται εἰς τὸ ἐξάερον ὁ δήμαρχος τῶν Βενέτων μετὰ τοῦ δήμου τοῦ λευκοῦ, καὶ αὐτὸς ἐπιδιδοὺς ὁμοίως τοῖς δεσπόταις. καὶ εἰσιόντων τῶν δεσποτῶν εἰς τὴν θύραν ὡς πρὸς τὸ ὡρολόγιον τῶν ἁγίων ἀποστόλων, δέχεται ὁ ἐξκούβιτος μετὰ τοῦ περατικοῦ δήμου τῶν Πρασίνων, καὶ ἐπιδίδωσι καὶ αὐτὸς ὁμοίως. καὶ πάλιν εἰσιόντων τῶν δεσποτῶν εἰς τὴν θύραν τοῦ γυναικίτου τῶν ἁγίων ἀποστόλων, δέχεται ὁ δήμαρχος τῶν Πρασίνων μετὰ καὶ τοῦ δήμου τοῦ ῥουσίου, καὶ ἐπιδίδωσι καὶ αὐτὸς ὁμοίως. καὶ εἶθ' οὕτως ἀπέρχονται οἱ δεσπόται, καὶ δέχεται τούτους ὁ πατριάρχης ἔξω τῶν κιγκλίδων τοῦ ἁγίου βήματος, καὶ ἀσπάζονται ἀλλήλους, καὶ εἰσέρχονται ἅμα εἰς τὸ θυσιαστήριον, καὶ ἀσπάζονται οἱ δεσπόται τὴν ἐνδυτὴν καὶ τὸ ἅγιον εὐαγγέλιον, δηλονότι ὑπὸ 537 τοῦ πατριάρχου προσφερόμενα, καὶ αἴρουσιν ἀπὸ τῶν ἐκεῖσε τὴν λιτὴν, ψάλλοντος τοῦ κλήρου τὸ "δόξα σοὶ, Χριστὲ ὁ Θεός." τῶν δὲ δεσποτῶν ἐξερχομένων τὸ βῆμα, λαμβάνουσι παρὰ τῶν πραιποσίτων κηρία λιτανίκια, καὶ ἅμα τοῦ πατριάρχου λιτανεύουσι μέχρι τῶν ἁγίων πάντων, καὶ τῆς ἀκολουθίας τῶν ἀνοίξεων τελεσθείσης, ἤγουν τῶν ἐγκαινίων, εἰσοδεύουσι καὶ εἰσέρχονται ἐν τῷ βήματι, καθὼς ἡ συνήθεια ἔχει, καὶ ἀπὸ τῶν ἐκεῖσε διὰ τοῦ πρὸς ἀνατολὴν δεξιοῦ μέρους εἰσέρχονται ἐν τῷ εὐκτηρίῳ τῆς αὐτῆς ἐκκλησίας τοῦ ἁγίου μάρτυρος Λέοντος, κἀκεῖσε διὰ τῆς τρίσσης μετὰ τῶν κηρῶν προσκυνήσεως ἀπευχαριστοῦσιν τῷ Θεῷ, καὶ εὐθέως ἀποχαιρετίζουσι τὸν πατριάρχην, τοῦτον ἀσπαζόμενοι. καὶ ὁ μὲν πατριάρχης ἀπέρχεται εἰς τοὺς ἁγίους πάντας. οἱ δὲ δεσπόται διὰ τοῦ ἔνδον τοῦ βήματος κυκλίου ἀπέρχονται εἰς τὸ εὐκτήριον τῆς ἁγίας καὶ βασιλίδος Θεοφανοῦς. κἀκεῖσε ἀπαλλάσσουσι τὰ χλανίδια, καὶ καθέζονται ἐκδεχόμενοι τὴν τοῦ ἁγίου εὐαγγελίου ἀνάγνωσιν. τοῦ δὲ ἁγίου εὐαγγελίου μέλλοντος ἀναγινώσκεσθαι, ἐξέρχονται ἔξω τοῦ αὐτοῦ εὐκτηρίου, καὶ ἵστανται ἔνδον τοῦ ἐκεῖσε ἀποκρεμμαμένου βήλου ὡς πρὸς τὸ βῆμα, καὶ ποιοῦνται τὴν τοῦ ἁγίου εὐαγγελίου ἀκρόασιν, καὶ μετὰ τὴν τελείωσιν τοῦ ἁγίου εὐαγγελίου εἰσέρχονται πάλιν ἐν τῷ αὐτῷ εὐκτηρίῳ τῆς ἁγίας Θεοφανοῦς, 538 καὶ καθεζόμενοι στοιχοῦσι τὸ κλητώριον, καὶ εἶθ' οὕτως περιβάλλονται τὰ χρυσοπερίκλειστα σαγία, καὶ διέρχονται διὰ τοῦ νάρθηκος τοῦ εὐκτηρίου τοῦ ἁγίου Ὑπατίου καὶ τοῦ ἐκεῖσε ἐξάγοντος ἐξαέρου, καὶ ἀπὸ τῶν ἐκεῖσε ἀνέρχονται διὰ τῆς ξυλίνης σκάλας τῆς ἐξαγούσης ἔξω τοῦ ἁγίου Κωνσταντίνου τῆς ἀναγούσης εἰς τὰ κατηχούμενα τῶν ἁγίων ἀποστόλων, καὶ ἀπὸ τῶν ἐκεῖσε διέρχονται διὰ τῶν κατηχουμενίων τῶν ἁγίων ἀποστόλων, καὶ εἰσέρχονται εἰς τὰ παλάτια. κἀκεῖσε ηὐτρέπισται ἡ τιμία αὐτῶν τράπεζα. τὰ δὲ ἐπὶ τῆς τραπέζης τελούμενα καὶ τὰ τῆς δειλινῆς προελεύσεως, καθὼς προείρηται, ὁμοίως τῆς δευτέρας τῆς διακαινησίμου καὶ τῆς νέας κυριακῆς, καθὼς τὰ νῦν ἐπιτελοῦνται. ΚΕΦ. ηʹ. Ὅσα δεῖ παραφυλάττειν τῇ πρώτῃ τοῦ Αὐγούστου μηνὸς, τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ ἐξερχομένου. Ἰστέον, ὅτι, εἰ μὲν λάχῃ ἡ πρώτη τοῦ Αὐγούστου ἐν κυριακῇ, ὀφείλει ἐξέρχεσθαι ἀπὸ τοῦ σκευοφυλακίου τοῦ μεγάλου παλατίου ὁ τίμιος σταυρὸς τῇ ὄπισθεν κυριακῇ, ἤγουν πρὸ ἑπτὰ ἡμερῶν τῆς πρώτης τοῦ Αὐγούστου. ἐξέρχεται δὲ ψάλλοντος τοῦ ὄρθρου περὶ τρίτην ἢ καὶ ἕκτην ᾠδὴν, καὶ ἀποτίθεται ἐν τῷ σκευοφυλακίῳ, καὶ ὑπὸ τοῦ πρωτοπάπα βαλ 539 σαμιζόμενος προτίθεται ἐν τῇ ἐκκλησίᾳ εἰς προσκύνησιν πάντων. καὶ μετὰ τὴν ἀπόλυσιν τοῦ ὄρθρου παρίσταται ἅπας ὁ βασίλειος κλῆρος ψάλλων τὰ συνήθη σταυρώσιμα, καὶ ὅτε κελεύσουσιν οἱ δεσπόται, εἰσέρχονται καὶ ἀσπάζονται αὐτὸν, καὶ ἀπερχόμενοι καθέζονται ἐπὶ τοῦ χρυσοτρικλίνου εἰς τὴν συνήθη καὶ καθημερινὴν προέλευσιν. καὶ εἶθ' οὕτως αἴρων ὁ παπίας τὸν τίμιον σταυρὸν ἐπὶ τῆς κεφαλῆς, δηλονότι φοροῦντος αὐτοῦ σκαραμάγγιον καὶ σαγίον ἀληθινὸν, ὀψικευόμενος ὑπὸ τοῦ