1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

41

Ἐφέσου Νικηφόρου μὴ κατὰ κανόνας προβῆναι τὴν χειροτονίαν ἐκείνου διαβεβαιοῦντοςσπουδὴ γὰρ ἦν τοῦ κρατοῦντος τότε Θεοδώρου ἐφ' ᾧ ταινιώσεσθαι καὶ τεταραγμένοις τοῖς κατὰ 165 δύσιν ἐπεισπεσεῖν πράγμασι· παρ' ἣν αἰτίαν παρ' οὐδεμίαν μεταξὺ σχεδὸν ἡμέραν, ἀλλὰ συνεχῶς ἁπάσαις, τοὺς τῆς ἱερωσύνης βαθμοὺς ἐτελεῖτο πάντας καὶ οὕτως πρὸς τὴν πρώτην τῆς ἱεραρχίας τάξιν ἀνεβιβάζετο, διὰ ταῦτα ὁ βασιλεὺς τοῖς ἀρχιερεῦσιν ὑφῆκε πράττειν ὅ τι καὶ βούλοιντο. Καὶ δὴ σκεπτομένων ἐκείνων ἐπὶ πολλαῖς ταῖς ἡμέραις, οὐδὲν πλέον ὑπῆρξε τῷ πατριάρχῃ παθεῖν ἀνυπομονησίας καὶ καταγνώσεως, ὡς ἐξὸν λέγειν καὶ ζητεῖν διόρθωσιν μικροψυχοῦντι καὶ τοῦ θρόνου ἑτέροις παραχωροῦντι. Κἀκεῖνοι μὲν οὕτως· ἦν δὲ ἄρα, ὡς ἔδειξεν ὕστερον, τὸ ζητούμενον μὴ ὅτι γε δυσχερῆ θεραπείαν προσιέμενον, ἀλλὰ καὶ ὅλως ἀνίατον· διὸ καὶ δίκην τῆς ἀγνοίας ἄντικρυς ἑκουσίαν εἰς ἀπολογίαν τὴν πρὸς Θεὸν ἐπιτιθέναι ἠβούλετο ἑαυτῷ, μὴ κατ' ἐλπίδας προχωρησάντων αὐτῷ τῶν πραγμάτων.

ιʹ. Ὅπως ὁ Ἐφέσου Νικηφόρος πατριάρχης ἀποκατέστη. Ἐκεῖνοι δὲ τότε περὶ τοῦ τίς ἂν τὴν ἐκκλησίαν κατὰ τὸ ἐχέγγυον παρα λήψαιτο τὰ πολλὰ ζητήσαντες, καὶ μᾶλλον οἱ δοκοῦντες, ὧν καὶ τὸ λοιπὸν τῶν ἀρχιερέων πλῆθος ἐξήρτηντο, τέλος μιᾶς ἐπὶ τῷ Ἐφέσου γνώμης γίνονται, ἀνδρὸς εὐλαβοῦς καὶ κατ' ἀρετὴν ἐπιδόξου καὶ λόγῳ μετρίως κοσμουμένου, γηρῶντος ἤδη, ᾧ δὴ καὶ ζῆλος ἦν ἱκανὸς ὡς ὑπὲρ τῆς ἐκκλησίας καὶ τῶν αὐτῆς νόμων καταφρονουμένων ἐκκαίεσθαι. Συμβὰν δὲ καί τι, ὃ δὴ καὶ τὸν ὅλον τῆς ἱεραρχίας χρόνον ἐκεῖνον ἐπέκνιζενἐψήφιστο γὰρ εἰς πατριαρχεῖον παρὰ τῆς συνόδου ἐπὶ Ἰωάννου τοῦ ∆ούκα πρὸ τοῦ πατριάρχου Μανουήλ, καὶ ὁ βασιλεύων τὰς ψήφους συνέχει, τὸν ζῆλον δεδιττόμενος τοῦ ἀνδρός, φήσας· «Ὃν οὐ δύναταί τις ὑποστῆναι ἀρχιδιάκονον ὄντα, πῶς ἂν πατριαρχοῦντα ὑπομείνειε;» ∆ιὸ δὴ καὶ τῆς Ἐφέσου προχειρισθείς, ὅμως ἠδικῆσθαι παρὰ βασιλέως εἰς τὴν ἰδίαν τιμὴν διετείνετο, τοῦτο δὴ 167 μεσολαβῆσαν ἐποίει τότε τὸν ἄνδρα πειθήνιον προσκαλούμενον, καὶ τὴν ἐκλογὴν ἀσμένως ἐδέχετο· εἶναι γὰρ ἔκτοτε τεταγμένον εἰς τοῦτο παρὰ τῆς χάριτος, εἰ καί, κωλυθέντος παρὰ τὴν ῥηθεῖσαν αἰτίαν, ἱκανήν γε οὖσαν καὶ ταύτην μᾶλλον εἰς σύστασιν ἑαυτοῦ, τὸν αὐτοῦ τόπον ἐξ ἀνάγκης ἀναπληρώσοντες εἰσήχθησαν ἕτεροι. Οὕτως ἐκεῖνος, τὴν ἐκλογὴν θεόθεν κατὰ τὴν δικαίαν ἐκείνου κρίσιν ὑπολογισάμενος, οὐδὲν ἀναβαλλόμενος, ἀναγορεύεται πατριάρχης. Ὃν δὴ καὶ ἐν τιμῇ μεγίστῃ ὁ βασιλεὺς πρὸς Νίκαιαν ἀποστείλας, αὐτὸς ἠπείγετο πρὸς τὴν Λάμψακον, περαιωθησόμενος πρὸς τὴν ἀντιπέραν Καλλιούπολιν· συνεκρότει γὰρ καὶ δυνάμεις οὐκ ὀλίγας κατ' Ἰταλῶν, ἐφ' ᾧ προσκαθίσας πειρῷτο κρατήσειν τὸ καταντικρὺ τῆς Βυζαντίδος φρούριον, τὸ οὕτω πως λεγόμενον Γαλατᾶν.

ιζʹ. Ὅπως ὁ Σάρδεων καὶ ὁ Θεσσαλονίκης ἐπὶ τούτοις οὐ συνεφώνουν τοῖς ἄλλοις. Τότε τοίνυν ὅ τε Σάρδεων Ἀνδρόνικος καὶ ὁ Θεσσαλονίκης Μανουήλὁ γὰρ Καλοφόρος Σμύρνης, εἰ καὶ παρῃτεῖτο, ἀλλ' οὖν αἰτίας ἑτέρας προὐβάλ λετο δοξάσας ἱκανὰς εἰς παραίτησιν, οἱ δὲ φανερῶς ἀντέτεινον, καὶ τῷ δοκεῖν μὲν ὑπὲρ τοῦ πατριάρχου κακῶς παροφθέντος ἐζήλουν, τῷ δὲ κρυ πτομένῳ καὶ ὑπὲρ ὧν ὁ πατριάρχης ζηλῶν, ὡς τέως οὐκ ἀνυστῶν, ὑπεχώρει. Ὁ μέντοι γε τότε πατριαρχεύων Νικηφόρος, ὁ ἀπὸ Ἐφέσου, συγκροτούμενος μὲν τῇ συνόδῳ, πολλῷ δὲ πλέον καὶ τῇ τοῦ βασιλέως θελήσει, ἔχων καὶ πολὺν συναχθέντα ἐκ τῆς Ἐφέσου χρυσόν, ἐφίσταται τῇ Νικαίᾳ. Καὶ πρῶτον μὲν ἐπειρᾶτο ποικίλως τῶν σχιζομένων ἀρχιερέων, ἐφ' ᾧ συνέλθοιέν τέ οἱ καὶ εἰρηνεύοιεν, καὶ πολὺς ἦν αὐτοὺς μετερχόμενος ἀπειλαῖς· ἀλλ' οὐκ ἔπειθε, πλέον δὲ παρέθηγε τὸν ζῆλον ἐκείνων, καὶ κατεγέλων τῶν μηνυμάτων. Ὡς δ' οὐκ ἔπειθε πάντα πράξας, ἀντεισάγειν ἄλλους ταῖς ἐκκλησίαις ἐσκέπτετο· ὃ δὴ καὶ γέγονεν ὕστερον. Αὐτὸς δὲ τῶν ἄλλων ἀπεπειρᾶτο, καὶ ἡ ταραχὴ πολλὴ ἦν, καὶ τὸ κατ' ἐκείνου σκάνδαλον ᾔρετο· πλὴν γὰρ