Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
δέσποινα κυρὰ Σοφία φυ γοῦσα διέβη εἰς τὴν ἑαυτῆς πατρίδα, δι' αἰτίαν ὅτι ὁ βασιλεὺς κὺρ Ἰωάννης, ὁ ἀνὴρ αὐτῆς οὐκ εἶχε τοσούτην εὔνοιαν καὶ ἀγάπην πρὸς αὐτὴν καὶ εἰρήνη ἀνὰ αὐτῶν οὐ διέκειτο, διὰ τὸ ἐρᾶσθαι τὸν βασι λέα ἑτέραις γυναιξίν, ἕνεκα οὐκ ἦν ἡ δέσποινα ἐκ φύσεως ἐστολισμένη ὡραιότητα. Τέλος τοῦ πρώτου βιβλίου. 262
ΒΙΒΛΙΟΝ ∆ΕΥΤΕΡΟΝ ΑΡΧΟΜΕΝΟΝ ΜΕΤΑ ΤΗΝ ΘΑΝΗΝ ΤΟΥ
ΒΑΣΙΛΕΩΣ ΚΥΡ ΜΑΝΟΥΗΛ ΤΟΥ ΠΑΛΑΙΟΛΟΓΟΥ. ΚΑΙ ΑΡΧΗ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΙΩΑΝΝΟΥ ΤΟΥ ΥΙΟΥ ΑΥΤΟΥ
I. Ἐν τῷ καιρῷ οὖν τοῦ ʹλδ-ου ἔτους μηνὶ Αὐγούστῳ διέβη τὰ βασιλικὰ
σκῆπτρα καὶ πᾶσα ἡ τῆς βασιλείας ἐξουσία πρὸς Ἰωάννην τὸν υἱὸν τοῦ ἐν μακαρίᾳ τῇ λήξει καὶ μνήμῃ εἰρημένου κὺρ Μανουὴλ βασιλέως, ὃς καὶ προεστεμμένος ἦν εἰς βασιλέα. Καὶ τῷ, λε-ῳ ἔτει, Αὐγούστῳ κθ-ῃ, ἤγαγον διὰ θαλάσσης μετὰ τριή ρεων τὴν κυρὰ Μαρίαν τὴν Κομνηνὴν ἐκ Τραπεζοῦντος, θυγατέρα Ἀλε ξίου τοῦ Κομνηνοῦ βασιλέως Τραπεζοῦντος. Ἐν δὲ τῷ #22λ-ῳ ἔτει μηνὶ Σεπτεμβρίῳ ηὐλογήθη αὐτὴν ὁ βασιλεὺς κὺρ Ἰωάννης, ἣν καὶ αὐ γοῦσταν ἀνηγόρευσε. Καὶ τῷ αὐτῷ ἔτει μηνὶ Νοεμβρίῳ αὐτὸς δὴ ὁ βασι λεὺς ἐξελθὼν τῆς Πόλεως ἀπῆλθεν εἰς Πελοπόνησον τῇ κ-ῃ ∆εκεμβρίου σὺν τῷ αὑτοῦ αὐταδέλφῳ κὺρ Κωνσταντίνῳ δι' αἰτίαν τοιαύτην, ὅτι ὁ ἑαυτῶν αὐτάδελφος ὁ δεσπότης κὺρ Θεόδωρος ἐβούλετο μοναχὸς γενέσθαι, καὶ ὁ κὺρ Κωνσταντῖνος ἐναπομείνῃ αὐθέντης εἰς πᾶσαν τὴν Πελοπόννησον, ὃς μεταμεληθεὶς ὕστερον οὐκ ἐγένετο. Μεθ' ὧν κἀγὼ ἀρχῇ εἰς τὴν Πελο πόννησον ἦλθον, εἰς δουλοσύνην τοῦ βασιλέως ὤν, καὶ ἴνα ἀποβλέπω καὶ τὸν δεσπότην κὺρ Κωνσταντῖνον δι' αἰτίαν τοιαύτην. Ὅτε ὁ μακάριος καὶ ἀοίδιμος πατὴρ αὐτῶν ἤγγιζε πρὸς τὸ ἀποθανεῖν, προσέταξέ με καὶ ἔγραψα τοιαῦτα οἰκειοχειρῶς, οὐχὶ ὡς διαθήκην αὐτοῦ, οὐ γὰρ διατί θενται οἱ βασιλεῖς, ἀλλὰ προστάττουσιν. Ἐν ᾗ προστάξει διωρίζετο τάδε· ἴν' ἔχῃ ἕκαστος τῶν υἱῶν αὐτοῦ ὁ μὲν τόδε, ὁ δὲ τόδε ἀπὸ τῶν ἰδίων αὐτοῦ λαφύρων καὶ λίθων πολυτίμων καὶ ἀξιολόγων εἰδῶν, καὶ τὸ λοιπὸν τῆς οὐσίας αὐτοῦ, ἤγουν τῆς ἔσω τοῦ παλατίου, ἰματισμοὶ καὶ παρασκευαὶ μερισθῶσι εἰς τέσσαρα μέρη· εἰς παραστάσιμα καὶ λειτουργίας ὑπὲρ αὐτοῦ κατεπέκεινα τῶν συνήθων, ἃ πολυτελῶς καὶ καλῶς ἐτέθησαν, τὰ δὲ ἕτερα μέρη τρία εἰς πτωχούς, εἰς ἰατροὺς καὶ εἰς τοὺς αὐτοῦ κελλιώτας· ἐπίτρο ποι δὲ ὦσιν ὁ πνευματικὸς αὐτοῦ ὁ ἐντῇ τῶν Ξανθοπούλων μονῇ Μακά ριος ὁ ἐξ Ἰουδαίων, ὁ διδάσκαλος Ἰωσὴφ ὁ ἐν τῇ τοῦ Χαρσιανίτου μο-νῇ καὶ ἐγώ. Καὶ ἀναγνωσθείσης ταύτης δὴ τῆς πράξεως παρ' ἐμοῦ ἔ μπροσθεν αὐτοῦ καὶ τῆς δεσποίνης καὶ τοῦ βασιλέως καὶ υἱοῦ αὐτῶν καὶ μόνον, τέλος προσέταξε τῷ υἱῷ αὑτοῦ λέγων· Υἱέ μου, ἤκουσας ἃ προσε ταξάμην ὑμὶν περὶ τῶν ὑπηρετησάντων με ἰδίων, ἔγραψε γάρ, οἱ δὲ 264 κελιῶταί μου οἳ ὑπηρετήσαντές με καλῶς καὶ εὐνοϊκῶς διάκεινται, ὡς εἰκός, πρός με, ἔχωσι παρὰ πάντων τῶν υἱῶν ἀγάπην τε καὶ ἀναδοχὴν καὶ προμήθειαν κατὰ τὸ ἀναλογοῦν ἑνὶ ἑκάστῳ αὐτῶν. Ἐξαιρέτως δὲ πάλιν λέγω σοι περὶ τούτου δὴ Φραντζῆ, ὃς ἐδούλευσέ μοι εἰς πάντα ἐπι τηδείως καὶ πιστῶς, ὡς καὶ νῦν αὖθις εἰς τὰ τῆς ἀσθενείας μου πλεῖον τῶν ἄλλων θεραπεύει, ὡς ἐλπίζω, ὅτι καὶ τὰ τῆς ψυχῆς μου μετὰ θάνατον καλῶς οἰκονομήσει. Ἡ νεότης γὰρ αὐτοῦ καὶ τὸ γῆρας τὸ ἐμὸν οὐκ εἴασαν γενέσθαι τι πρὸς αὐτὸν ἀντάξιον τῆς ἀγάπης καὶ δουλοσύνης, ἣν ἐφύλα ξεν εἰς ἐμέ· διὰ τοῦτο ἀφίημι αὐτόν σοι· καὶ ὅπως τῆς εὐχῆς καὶ εὐλογίας τῆς ἐμῆς τύχῃς, ὃ δι' αἰτίαν τοιαύτην παρ' ἐμοῦ οὐκ ἐγένετο αὐτῷ, αὐτὸς ποίησον. Καὶ ταῦτα ἔλεγε καὶ ἐπρόσταττε περὶ ἐμοῦ. Ἐπεὶ δὲ καὶ μετὰ τοῦ δεσπότου κὺρ Κωνσταντίνου πολλὴν ἀγάπην εἶχον κἀγὼ καὶ πληροφορίαν, ἣν ὁ Θεὸς ἐπεδέχετο, ἐξ αἰτίας