41
τῆς φύσεως νόμον, ὅταν αὐτῷ δουλεύῃ κατ᾽ οἰκονομίαν ὁ Ἰωσήφ, προφητικῶς δι᾽ ἑαυτοῦ σημάνας τὸν φύσει καὶ πάθεσι τοῖς ἡμετέροις ἑκουσίως δουλεύσαντα Θεὸν Λόγον δίχα μόνης ἁμαρτίας, ὁμοίως καὶ ὁ βασιλεὺς Τύρου νοεῖται εἰς τὸν διάβολον, ὅταν τὸν Ἰσραὴλ διὰ τοῦ Σισάρα πολεμῇ, καὶ πάλιν εἰς τὸν φυσικὸν νόμον, ὅταν σπένδεται τῷ ∆αβὶδ καὶ εἰς τὸν οἰκοδομὴν τοῦ θείου ναοῦ τῷ Σαλομῶν πλεῖστα συμβάλλεται. Καὶ εἰς ἄλλα δὲ πολλὰ σημαινόμενα ἕκαστος τῶν ἀπηριθμημένων τῇ Γραφῇ βασιλέων λαμβάνεται, κατὰ μέντοι τὴν ὑποκειμένην τῇ προφητείᾳ δύναμιν.
Τὰ δὲ θηρία, ἅπερ δίδωσιν ὁ Θεὸς τῷ βασιλεῖ Βαβυλῶνος, εἰσὶν οἱ δαίμονες, ἕκαστος κατὰ τὴν ἐνδιαθέτως ὑποκειμένην ἐπιτηδειότητα πρὸς τήνδε ἢ τήνδε τῶν πειρασμῶν ἐπαγωγὴν λειτουργῶν. Ἄλλης γὰρ ἄλλος ἐστὶ ποιητικὸς κακίας, καὶ ἄλλος ἄλλου σαφῶς ἐστι μιαρώτερος καὶ πρὸς τόδε μᾶλλον τῆς κακίας τὸ εἶδος ἐπιτηδειότερος. Οὔτε γὰρ αὐτοὶ οἱ δαίμονες ἄνευ θείας συγχωρήσεως κατ᾽ οὐδὲν ὑπουργεῖν δύνανται τῷ ἀρχεκάκῳ διαβόλῳ, ἵνα, καθὼς οἶδεν αὐτὸς ὁ Θεὸς μετὰ τῆς δεούσης φιλανθρώπου καὶ ἀγαθῆς προνοίας, συγχωρῇ τῷ διαβόλῳ διὰ τῶν αὐτοῦ ὑπουργῶν τὰς ἐφ᾽ οἷς ἡμάρτομεν διαφόρους ποιεῖσθαι τιμωρίας. Καὶ δηλοῖ τοῦτο σαφῶς ἡ περὶ τοῦ Ἰὼβ συγγραφή, μὴ δυνάμενον τῷ Ἰὼβ παντελῶς προσπελάσαι τὸν διάβολον ἀναγραφομένη δίχα τῆς θείας συγχωρήσεως.
Ἀλλὰ καὶ Ναβουχοδονόσορ αὐτὸς ὁ τῆς Βαβυλωνίας βασιλεὺς λαμβάνεται πολλάκις εἰς τὸν φυσικὸν νόμον. Καὶ τοῦτο (14Β_178> δηλοῦσι γράφοντες τοῖς ἐν Ἱεροσολύμοις οἱ τὸν πνευματικὸν νόμον στέρξαι μὴ δυνηθέντες καὶ διὰ τοῦτο πρὸς τὴν Βαβυλωνίαν κατασυρέντες γῆν, λέγω δὲ τὴν ἕξιν τῆς κατὰ τὴν ὕλην συγχύσεως, εὔξασθε ὑπὲρ τῆς ζωῆς Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος καὶ τῆς ζωῆς Βαλτάσαρ τοῦ υἱοῦ αὐτοῦ, τοῦ φυσικοῦ νόμου δηλαδὴ καὶ τῆς αὐτοῦ κατὰ τὴν κίνησιν ἕξεως, ὑφ᾽ οὓς τότε γεγόνασιν, ἵνα ὦσιν αἱ ἡμέραι αὐτῶν ὡς αἱ ἡμέραι τοῦ οὐρανοῦ, διὰ τούτων παρακαλοῦντες εὔξασθαι τοὺς ἐν τῇ ἀπαθείᾳ τῆς ἀρετῆς καὶ τῇ ἀληθείᾳ τῆς γνώσεως μείναντας, ἵνα ὧσι τὰ νοήματα τοῦ κατὰ φύσιν νόμου καὶ τῆς αὐτοῦ κατὰ τὴν κίνησιν ἕξεως, ἐν ᾧ, τὸν πνευματικὸν ἀπολιπόντες νόμον, γεγόνασιν, ὡς τὰ θεῖα νοήματα τοῦ νόμου τοῦ Πνεύματος, ἡμέρας καλέσαντες τὰ νοήματα, οὐρανὸν δὲ τὸν πνευματικὸν νόμον. Ἐζήτουν γὰρ μὴ ἀπᾴδειν τοῦ πνευματικοῦ νόμου τὸν ὑφ᾽ ὃν γεγόνασι φυσικὸν καὶ ἐπίμοχθον νόμον.
Τούτοις συμφωνεῖ καὶ τὸ πρὸς αὐτὸν κατὰ τὴν θείαν ἀπειλὴν μυστικῶς εἰρημένον ὑπὸ τοῦ μεγάλου ∆ανιήλ, τὸ θεαθὲν ὄναρ ἑρμηνεύοντος καὶ σὲ ἐκδιώξουσιν ἀπὸ τῶν ἀνθρώπων, καὶ μετὰ θηρίων ἀγρίων ἔσται ἡ κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσί σε, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ αὐλισθήσῃ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σέ, ἕως οὖ γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν θέλῃ δώσει αὐτήν· καὶ ὅτι εἶπεν· ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου ἐν τῇ γῇ· ἡ βασιλεία σου σοὶ μένει, ἀφ᾽ ἧς ἂν γνῷς τὴν βασιλείαν τὴν ἐπουράνιον, ἐκδίωξιν μὲν λέγων τάχα τὴν εἰς τὸν κόσμον τοῦτον διὰ τὴν παράβασιν ἐκ τοῦ παραδείσου ἐκβολὴν καὶ τῆς μετὰ τῶν ἁγίων ἀγγέλων διαίτης ἀλλοτρίωσιν, ἤγουν τὴν ἐκ τῶν νοητῶν θεαμάτων πρὸς τὴν αἴσθησιν τοῦ νόμου τῆς φύσεως σχέσιν, τὴν δὲ μετὰ τῶν ἀγρίων θηρίων κατοικίαν (14Β_180> τὴν μετὰ τῶν παθῶν καὶ τῶν ἐνεργούντων αὐτὰ δαιμόνων καταμονήν, ἤγουν κατοικίαν καὶ συναναστροφήν, σημαίνων. Ὁ δὲ χόρτος, ὃν ἐψώμισαν αὐτόνοἱ ἄνθρωποι δῆλον, ἀλλ᾽ οὐχὶ τὰ θηρία, μεθ᾽ ὧν ἔσχε τὴν κατοικίαν· ἐκεῖνα γὰρ οὐ ψωμιοῦσιν ἀλλὰ σπαράττουσινἡ κατ᾽ αἴσθησίν ἐστι τῶν φαινομένων φυσικὴ κατανόησις καὶ ἡ κατ᾽ ἀρετὴν ἐπίπονος πρᾶξις, ἅπερ ὡς χόρτον χορηγοῦσι τοῖς ἀνθρώποις οἱ ἄγγελοι, τὸ δὲ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ αὐλισθῆναι τὸ διὰ τῆς θείας προνοίας ἐσχηκέναι τὴν ἐν τούτοις διαμονήνδρόσον γὰρ οὐρανοῦ τὴν πρόνοιαν ὁ λόγος ἐκάλεσεν, δι᾽ ἧς ἐν τῷ αἰῶνι τούτῳ μετὰ τῶν ἀπηριθμημένων τὴν συντήρησιν ἔσχεν ὁ ἄνθρωπος, ἤγουν ὁ