ὁμοίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας ἐν τάφοις. Τόπος Θεοῦ, ψυχὴ καθαρά· διὸ ἐπιφέρει, ὁ Θεὸς κατοικίζειν μονοτρόπους, τοὺς αὐτῷ καὶ μόνῳ ἀναθέντας τὴν οἰκείαν ζωὴν, πά σης διψυχίας καὶ κοσμικῆς αὐτῆς ἐπιθυμίας ἀλλοτριάσαντες, ους καὶ ἐν τῇ οὐρανίῳ πό λει κατοικίζει. - Ωσπερ τοὺς πεπεδημέ νους ἐξάγει ἐν ἀνδρείᾳ, ουτως καὶ τοὺς ἀδί κους ἐξάγει ἐν δικαιοσύνῃ, καὶ τοὺς αφρο νας ἐν φρονήσει. - ̔Ομοίως τῷ εἰρημένῳ τοῖς ἐν δεσμοῖς· ̓Εξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει· ̓Ανακαλύφθητε. ∆εσμοὺς δὲ καὶ σκό τος τὴν τῶν δαιμόνων λατρείαν λέγει. 67.8 ̔Ο Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐ νώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε τὸν ερημον. ∆ιάψαλμα. Γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ εσταξαν ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινά. ̔Ωσαύτως, ὁ Θεὸς, προερχομένου σου πρὸ τοῦ λαοῦ σου, βαίνοντος διὰ ἀδικήτου, γῆ ἐσείσθη, οὐρανὸς δὲ εσταξεν, μέλλων, φησὶ, διαβαίνειν εἰς τὴν ερημον ἐκείνην, καὶ ἀοί κητον, καὶ μηδέπω δεξαμένην τοῦ φωτὸς τὴν ἀκτῖνα, ἐκλόνησα γῆν μὲν καὶ συνέσει σεν· οὐρανόθεν δὲ τὰς τῆς χάριτος ψεκάδας ὑπέσταξεν· γέγονε δὲ τὸ μὲν ἐπὶ τοῦ σταυ ροῦ, τότε γὰρ ἡ γῆ ἐσείσθη, τό τε δὲ μετὰ τὴν εἰς τὸν οὐρανὸν ἐπάνοδον· τηνικαῦτα γὰρ ἐπεφοίτησεν ἡ τοῦ πνεύματος χάρις, οιόν τινας δρόσου ψεκάδας μιμούμενος, τοῖς ἀποστόλοις· ειτα σαφέστερον ̓Ιουδαίους δι δάσκων τὸν πάντα ταῦτα δρῶντα, ἐπήγαγεν ἀπὸ προσώπου τοῦ Θεοῦ, τοῦ ἐν τῷ Σινᾷ φανέντος. 67.10 Βροχὴν ἑκούσιον ἀφορεῖς, ὁ Θεὸς, τῇ κληρονομίᾳ σου. Τὸ εὐαγγελικὸν κήρυγμά φησι βροχήν· καταβήτω ὡς ὑετὸς ἐπὶ πόκον· ἑκούσιον δὲ πρὸς ἀντιδιαστολὴν τῆς νομικῆς λατρείας· ἐκεῖνος γὰρ οὐκ ην αὐτοῖς ἑκούσιος, κατὰ τό· Τίς ἐκζήτησε ταῦτα ἐκ τῶν χειρῶν μου; 67.18 Τὸ αρμα τοῦ Θεοῦ μυριοπλάσιον. Αρμα τοῦ Θεοῦ, ψυχαὶ καθαραὶ, αις ἐ πέβη ὁ καθαρὸς Θεὸς, ῳ ὑποζεύγνονται τῶν εὐθυνόντων αἱ χιλιάδες. 67.19 ̓Αναβὰς εἰς υψος, ᾐχμαλώτευσας αἰ χμαλωσίαν· ελαβες δόματα ἐν ἀνθρώπῳ, καὶ γὰρ ἀπειθοῦντες τοῦ κατασκηνῶσαι. Αἰχμαλωσία ἐστι Χριστοῦ φύσεως λογι κῆς ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπ' ἀρετὴν καὶ γνῶσιν ἐπάνοδος. Καὶ γὰρ ἀπειθοῦντας τοῦ κατασκηνῶσαι οὐκ ἀπέβλεψα, φησὶν, εἰς τὴν δευτέραν αὐτῶν ἀπείθειαν, ἀλλὰ καὶ ἀντιλέγοντας ὁρῶν ἐπέμεινα εως αὐτοὺς οἰ κητήριον, οτι οἰκεῖον, ἀπέφηνα. 67.22 Πλὴν ὁ Θεὸς συνθλάσσει κεφα λὰς ἐχθρῶν αὐτοῦ. ̓Εχθρῶν κεφαλαὶ τὰ πρώτως ἐκ τῶν δαι μόνων συμβαίνοντα τὰ νοήματα τῇ ψυχῇ. 67.24 Οπως αν βαφῇ ὁ ποῦς σου ἐν αι ματι, ἡ γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ' αὐτοῦ. Ποῦς Χριστοῦ, ὁ ἐκ Μαρίας ανθρωπος, οστις διὰ τοῦ πάθους ἐβάφη τῷ αιματι· οπερ αιμα κωλύουσιν ἡμᾶς οἱ ἐχθροὶ πίνειν, κύ νας ἡμᾶς ἀεὶ βουλόμενοι ειναι, καὶ μηδέ ποτε εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Οιδασιν γὰρ οτι οἱ τρώγοντες τοῦ Χριστοῦ τὰς σάρ κας καὶ πίνοντες αὐτοῦ τὸ αιμα ἐν αὐτῷ μένουσιν, καὶ αὐτὸς ἐν αὐτοῖς. 67.28 ̓Εκεῖ Βενϊαμὶν νεώτερος ἐν ἐκσ τάσει. Περὶ Παύλου τοῦτό φασι προφητεύεσθαι. 67.33 Αἱ βασιλεῖαι τῆς γῆς, ᾳσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ. ∆ιάψαλμα. Αἱ βασιλεῖαι, ας εδειξεν ὁ διάβολος τῷ Κυρίῳ, ας λαμβάνει, οὐκ ἀπὸ τοῦ εἰπόντος· Πάντα σοι δώσω, ἐὰν πεσὼν προσκύνῃς μοι, ἀλλ' ἀπὸ αἰτήσασθαι τὸν Πατέρα εθνη κληρονομίαν ἑαυτῷ. Τὸ διάψαλμα κεῖται διὰ τό· ̓Ιδοὺ δώσει τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως. 67.34-36 Τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρα νὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς, ... καὶ ἡ δύναμις αὐτοῦ ἐν νεφέλαις. Οιμαι δὲ αὐτὸν νεφέλας λέγειν τοὺς ἀγ γέλους, αὐτοὶ γάρ εἰσιν οἱ διδάσκοντες ἡ μᾶς· δύναμις δὲ τοῦ Θεοῦ ὁ Χριστός ἐστιν. - ̓Εν ταῖς νεφέλαις, αις ἐντελεῖται τοῦ μὴ βρέχειν ὑετὸν ἐν οις τέθεικε τόξον αὐτοῦ, ἐν ταύταις δὲ ἀπαργησόμεθα εἰς ἀπάντησιν τοῦ Κυρίου. 68.2,3 Σῶσόν με, ὁ Θεὸς, οτι εἰσέλθω σαν υδατα εως ψυχῆς μου, ἐνεπάγην εἰς υλην βυθοῦ, καὶ οὐκ εστιν ὑπόστασις· ηλθον εἰς τὰ βάθη τῆς θαλάσσης. Υδατα λέγει τοὺς λογισμοὺς καὶ τοὺς πειρασμοὺς τοὺς εἰσερχομένους εἰς τὴν ψυ χήν. Ταῦτα γὰρ ἡ ἀνθρωπεία ἐπεπόνθει φύ σις, κατενεχθεῖσα διὰ τῆς ἁμαρτίας εἰς τὸν θάνατον, καὶ εἰς αὐτὸν τοῦ