ἄνθρωποι καὶ δαίμονες φθονεροὶ, λυπούμενοι ἐπὶ τοῖς ἀγαθοῖς τῶν κατορθούντων. Τοῦτο δὲ θεωρή σας καὶ ὁ προκείμενος οὐ τῇ ἑαυτοῦ δυνάμει δέδωκε τὸ ἀπομάχεσθαι τοῖς ἐπικειμένοις κατ' αὐτοῦ, ἀλλὰ παρεκάλεσε τὸν Θεὸν χεῖρα αὐτῷ ὀρέξαι σκεπάζου σαν αὐτὸν ἀβλαβῆ ἀπὸ τῶν τοσούτων καὶ τηλικούτων πολεμίων, φάσκων· Αὐτὸς, ὦ ∆έσποτα, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου· οὕτω γὰρ κατορθωθείη τὸ τὴν ὁδόν μου ἐνώπιόν σου κατευθυνθῆναι. Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν· ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦ σαν, κ. τ. ἑ. Ἐχθρῶν ἐμποδιζόντων τὴν ὁδόν σου φανερωθῆναι ἐν ὀφθαλμοῖς μου, σὺ κατεύθυνον αὐτὴν ἐνώπιόν μου. Οἶδα γὰρ αὐτοὺς ἐν οἷς περὶ ὁδοῦ ἐπαγγέλλονται, μὴ ἀληθεύοντας, τῷ μὴ εἶναι ἐν τῷ στόματι αὐτῶν ἀλήθειαν, καὶ ματαίαν εἶναι αὐτῶν τὴν καρδίαν. Πάντα δὲ τὰ ἐκφωνούμενα ἐν τῷ λάρυγγι αὐτῶν νεκρά ἐστι, τῷ εἶναι αὐτὸν τάφον ἀνεῳγότα. Ἀλλὰ καὶ λελογισμένοι σόφισμά τινές εἰσιν οἱ λόγοι αὐτῶν. Εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς, κ. τ. ἑ. Αἰών ἐστι σύστημα φυσικὸν, ἐκ σωμάτων ποικίλων λογικὰς διαφορὰς περιέχον τῆς τοῦ Θεοῦ γνώσεως ἕνεκεν. Εἰς αἰῶνα, φησὶν, ἀγαλλιά σονται, ὅτι καὶ αἰώνιος ἑαυτοῖς κατασκήνωσις. Καὶ καυχήσονται ἐπὶ σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου· ὅτι σὺ εὐλογήσεις δίκαιον, Κύ ριε, κ. τ. ἑ. Εἰ κρείττους οἱ ἀγαπῶντες τῶν φο βουμένων, τὸ καυχᾶσθαι μᾶλλον τῶν ἀγαπώντων 12.1173 ἐστίν. Εἰ δέ ἐστί τις εὔλογος καύχησις καὶ ἐν φόβῳ Κυρίου, ἐλάττων ἐστὶν αὐτὴ τοῦ, καυχήσονται ἐν σοί. Εὐλογεῖ δὲ Νῶε τὸν Σὴμ καὶ τὸν Ἰαφέθ· εὐλογεῖ Μελχισεδὲκ τὸν Ἀβραὰμ, καὶ ὁ Ἰσαὰκ τὸν Ἰακὼβκαὶ ὁ Ἰακὼβ τοὺς δώδεκα, καὶ ὁ Μωϋσῆς τὰς φυλάς· ἀλλὰ ὑπὲρ πάντα ταῦτα καὶ μετὰ ταῦτα αὐτὸς ὁ Κύριος εὐλογήσει τὸν δίκαιον, ἀνάλογον τῷ, «Αὐτὸς ὁ λαλῶν πάρειμι,» καὶ τῷ, «Μὴ αὐτὸς συμπορεύσῃ.» Ὡς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς, κ. τ. ἑ. Ταυτόν ἐστι τῶν δικαίων ὅπλον καὶ στέφανος· ὡς τὸν ὁπλισάμενον ἐστεφανοῦσθαι, καὶ τὸν στεφα νούμενον ὡπλίσθαι. Ἔχει δὲ τοῦτό τι ὅμοιον τῷ, «Στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσει σε.» Ἡ γνῶσις οὖν τοῦ Θεοῦ, εἰ μὲν ἀμύνεται τοὺς πολεμίους, ὅπλον ἐστὶν εὐδοκίας· εἰ δὲ βασιλεύειν ποιεῖ τινα τῶν παθῶν, στέφανος ὀνομάζεται. Τέμνεται δὲ ἡ τοῦ Θεοῦ γνῶσις εἰς δύο, εἰς πρᾶξιν καὶ θεωρίαν· καὶ τῆς μὲν πράξεως ὅπλον τῆς εὐδοκίας ἐστὶ, τῆς δὲ θεωρίας ὁ στέφανος. Τετήρηται δὲ καὶ ἡ τάξις· πρὸ γὰρ τοῦ στεφάνου τὸ ὅπλον, ἐπειδὴ καὶ πρὸ τῆς θεωρίας ἢ πρᾶξις. ΨΑΛΜΟΣ ʹ. Εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης ψαλ μὸς τῷ ∆αυῒδ, κ. τ. ἑ. Ὑπὲρ τῆς ὀγδόης καὶ ὁ ἑνδέκατος. ∆ιαφέρουσι δὲ αἱ ἐπιγραφαὶ τούτου καὶ τοῦ ἑνδεκάτου, ὅτι οὗτος μέν ἐστιν, «Εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης ψαλμὸς τῷ ∆αυῒδ,» ἐκεῖ νος δὲ, «Εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης ψαλμὸς τῷ ∆αυΐδ.» Τῇ δὲ ὀγδόῃ, οἶμαι, θυμὸς ἐλέγχει καὶ ὀργὴ παιδεύει. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με, κ. τ. ἑ. Θυμός ἐστιν ὁρμὴ ἐπιθυμίας ἡμέρου ψυχῆς κατ' ἐξοχὴν ἀμύνης. Λέγει οὖν· Εἰ καὶ ὀξύτερον ὁ θυμὸς ἐλέγχει, καὶ ὀργὴ τάχιον παιδεύει, ἐγὼ διὰ τὴν ἀσθένειάν μου δέομαι τοῦ ἐλέους σου, δι' ἄλλης ἐλεγχθῆναι καὶ παιδευθῆναι θεραπείας οὐ τηλικοῦτον προσαγούσης τὸν πόνον. Ἴασαί με, Κύριε, ὅτι ἐταράχθη τὰ ὀστᾶ μου, καὶ ἡ ψυχή μου ἐταράχθη σφόδρα, κ. τ. ἑ. Νοσοῦντά με τὴν ψυχὴν ἴασαι· καὶ γὰρ τεταραγμέναι εἰσὶ τῶν ὀστῶν αὐτῆς αἱ ἁρμονίαι, καὶ αὐτὴ δὲ σφόδρα τετάρακται. Καὶ σὺ, Κύριε, ἕως πότε; κ. τ. ἑ. Τοῦτο ἐλλει πτικῶς εἴρηται ἀντὶ τοῦ, Ἕως πότε οὐ ῥύῃ τὴν ψυχήν μου, οὐδὲ σώζεις με κατὰ τὸν ἔλεόν σου, οὐδὲ ἐπιστρέφεις με; Ὁ μὴ θαῤῥῶν δὲ ἐπὶ ἔργοις σωθῆναι ἐρεῖ· «Σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου.» Μετὰ τὸ ἀκοῦσαι, ὅτι Κύριος ἀφεῖλε τὸ ἁμάρτημα αὐτοῦ, πει ρασμοῖς καὶ θλίψεσι παλαίων ὁ ∆αυῒδ καὶ φαρμά κων ..... γευόμενος περὶ τῆς τῶν φαρμάκων ἀπαλλα γῆς παρακαλεῖ τὸν ἰατρόν. 12.1176 Ἐπίστρεψον, Κύριε, ῥῦσαι τὴν ψυχήν μου· σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου, κ. τ. ἑ. ∆ύο τί θησιν ἐνταῦθα, τὸ ἐπιστρέψαι, καὶ ῥύσασθαι τὴν ψυχὴν