πολλαῖς ψυχαῖς, ἐν ταῖς μὲν εὐφυία διανοίας, ἐν ταῖς δὲ ἐπιτηδειότης ἀσκήσεως. Ἀλλ' ὅταν μὴ γένηται δι' αὐτὸ τὸ καλὸν μήτε ἡ πρᾶξις μήτε ἡ εὐφυία, μήτε οἱ τὰ προτερήματα κεκτημένοι οὐ τῷ δοτῆρι τῶν ἀγαθῶν θεῷ ἐπιγράφουσιν, ἀλλὰ τῇ ἰδίᾳ προαιρέσει καὶ εὐφυίᾳ καὶ ἱκανότητι, οἱ τοιοῦτοι ἐγκαταλειφθέντες, ἢ εἰς αἰσχρουργίαν ἢ εἰς αἰσχροπάθειαν καὶ αἰσχύνην ληφθέν τες, διὰ τῆς ἐπιγινομένης ταπεινώσεως καὶ αἰσχύνης ἠρέμα πως τὸν ἐπὶ τῇ νομιζομένῃ ἀρετῇ ἀποτρίβονται τῦφον. 47.9 Ἐπειδὴ γὰρ ὁ πεφυσιωμένος ἐπὶ εὐφυίᾳ λόγων ἐπαιρό μενος οὐκ ἐπιγράφει θεῷ τὴν εὐφυίαν οὐδὲ τὴν χορηγίαν τῆς γνώσεως, ἀλλὰ τῇ ἑαυτοῦ ἀσκήσει ἢ φύσει, ἀφιστᾷ ὁ θεὸς τὸν ἄγγελον τῆς προνοίας ἀπ' αὐτοῦ· οὗ ἀποστρα φέντος καταδυναστευθεὶς ὑπὸ τοῦ ἀντικειμένου ὁ ἐπαι ρόμενος ἐπὶ τῇ εὐφυίᾳ περιπίπτει τῇ ἀκολασίᾳ διὰ ὑπε ρηφανίας, ἵνα τοῦ μάρτυρος τῆς σωφροσύνης ἀφαιρεθέντος ἀναξιόπιστα γένηται τὰ λεγόμενα παρ' αὐτῶν, φευγόντων τῶν εὐλαβῶν τὴν ἐκ τοῦ τοιούτου στόματος διδασκαλίαν καθάπερ πηγὴν βδέλλας ἔχουσαν· ὡς πληροῦσθαι τὸ γε γραμμένον· "Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ θεός· Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου καὶ ἀναλαμβάνεις τὴν δια θήκην μου διὰ στόματός σου;" 47.10 Ἐοίκασι γὰρ ἀληθῶς αἱ τῶν ἐμπαθῶν ψυχαὶ διαφόροις πηγαῖς· οἱ μὲν γαστρίμαρ γοι καὶ οἰνόφιλοι πηγαῖς βορβορώδεσιν· οἱ δὲ φιλάργυροι καὶ πλεονεκταὶ πηγαῖς βατράχους ἐχούσαις· οἱ δὲ βάσκα νοι καὶ ὑπερήφανοι ἐπιτηδειότητα δὲ γνώσεως ἔχοντες, πηγαῖς ὄφεις τρεφούσαις, αἷς ἀεὶ μὲν ἐνλιμνάζει ὁ λόγος, μηδένα δὲ ἡδέως ἀρύεσθαι τούτων διὰ τὴν πικρίαν τοῦ ἤθους. Ὅθεν ὁ ∆αβὶδ παρεκάλει τρία αἰτῶν, "χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν". Ἄνευ γὰρ χρηστότητος γνῶσις ἄχρηστος· 47.11 καὶ ἐὰν μὲν διορθώσηται ὁ τοιοῦτος, τὴν αἰτίαν τῆς ἐγκαταλείψεως ἀποθέμενος, τουτέστι τὸν τῦφον, καὶ ἀναλάβῃ ταπεινοφροσύνην καὶ ἐπιγνῷ ἑαυτοῦ τὰ μέτρα, μήτε κατά τινος ἐπαιρόμενος, καὶ τῷ θεῷ εὐχαριστῶν, ἐπανέρχεται πάλιν εἰς αὐτὸν ἡ ἐμμάρτυρος γνῶσις. Λόγοι γὰρ πνευματικοὶ βίον σεμνὸν καὶ σώφρονα μὴ ἔχοντες συνιππάζοντα στάχυές εἰσιν ἀνεμόφθοροι, τὸ μὲν σχῆμα ἔχοντες, τὸ δὲ τρόφιμον ὑποκλαπέντες. 47.12 Πᾶσα οὖν πτῶ σις, εἴτε διὰ γλώσσης εἴτε δι' αἰσθήσεως εἴτε ἡ διὰ πρά ξεως, εἴτε ἡ δι' ὅλου τοῦ σώματος, πρὸς τὴν ἀναλογίαν τῆς ὑπερηφανίας κατ' ἐγκατάλειψιν γίνεται, θεοῦ φειδο μένου τῶν ἐγκαταλιμπανομένων. Εἰ γὰρ μετὰ τῆς ἀκο λασίας καὶ τῇ εὐφυίᾳ αὐτῶν μαρτυρήσει τῇ χορηγίᾳ τῶν λόγων ὁ κύριος, δαίμονας αὐτοὺς ἀπεργάζεται ἡ ὑπερη φανία ἐπαιρομένους μετὰ ἀκαθαρσίας". 47.13 Καὶ ταῦτα δὲ ἡμῖν ἔλεγον οἱ ἐκεῖνοι ἄνδρες· "Ὅταν ἴδῃς, φησί, τινὰ βίῳ μὲν χαλεπὸν λόγῳ δὲ πιθανόν, μνημό νευσον τοῦ δαίμονος τοῦ ἀπὸ τῆς ἁγίας γραφῆς Χριστῷ ὁμιλοῦντος, καὶ τῆς λεγούσης μαρτυρίας· "Ὁ δὲ ὄφις ἦν φρονιμώτατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς"· ᾧ ἡ φρόνησις μᾶλλον· εἰς βλάβην γεγένηται ἄλλης ἀρετῆς αὐτῷ μὴ συνδραμούσης. ∆εῖ γὰρ τὸν πιστὸν καὶ ἀγαθὸν φρονεῖν μὲν ἃ δίδωσιν ὁ θεός, λαλεῖν δὲ ἃ φρονεῖ, ποιεῖν δὲ ἃ λαλεῖ. 47.14 Ἐὰν γὰρ μὴ τῇ ἀληθείᾳ τῶν λόγων ἡ τοῦ βίου συντρέχῃ συγγένεια, ἄρτος ἐστὶν ἄνευ ἁλὸς κατὰ τὸν Ἰώβ, ὃς οὐ βρωθήσεται οὐδαμῶς, ἢ βρωθεὶς ἄξει εἰς καχεξίαν τοὺς ἐσθίοντας αὐτόν· "Εἰ βρωθήσεται γάρ, φησίν, ἄρτος ἄνευ ἁλός; Καὶ εἰ ἔστι γεῦμα ἐν ῥήμασι κενοῖς" μὴ πεπληρωμένοις τῇ μαρτυρίᾳ τῶν ἔργων; Τῶν οὖν ἐγκα ταλείψεων αἱ αἰτίαι ἡ μέν ἐστι διὰ κεκρυμμένην ἀρετήν, ἵνα φανερωθῇ, ὡς ἡ τοῦ Ἰώβ, τοῦ θεοῦ χρηματίζοντος αὐτῷ καὶ λέγοντος· "Μὴ ἀποποιοῦ μου τὸ κρῖμα, μη δὲ οἴου με ἄλλως σοι κεχρηματικέναι, ἀλλ' ἵνα ἀναφανῇς δίκαιος". 47.15 Ἐμοὶ γὰρ ἦς γνωστὸς τῷ ὁρῶντι τὰ κρυπ τά, ἐπειδὴ δὲ ἠγνόου τοῖς ἀνθρώποις, ὑπονοούντων σε διὰ τὸν πλοῦτον θεραπεύειν με, ἐπήγαγον τὴν περίστασιν, ἀπεθέρισα τὸν πλοῦτον, ἵνα δείξω αὐτοῖς τὴν εὐχάριστόν σου φιλοσοφίαν· ἡ δὲ δι' ἀποτροπὴν ὑπερηφανίας, ὡς ἐπὶ τοῦ Παύλου· ἐγκατελείφθη γὰρ ὁ Παῦλος περιστάσεσι καὶ κολαφισμοῖς καὶ διαφόροις θλίψεσι βαλλόμενος, καὶ ἔλε γεν·