41
αὐτοῦ, καὶ αἱ παρά κοιτοι αὐτοῦ, τουτέστιν, αἱ γαμεταὶ αὐτοῦ, καὶ αἱ παλλακαὶ αὐτοῦ, αἱ οὐ κατὰ νόμον, ἀλλὰ δι' ἀκολα σίαν συνοῦσαι. Αὐτὴ δὲ μετὰ τὸν θόρυβον εἰσελή λυθε, καὶ εἰκὸς ἦν ὡς γεγηρακυῖαν τῆς μέθης ἐκείνης καὶ τῶν κορδακισμῶν, ἤγουν ὀρχησμῶν, τηνικαῦτα μὴ μετέχειν. "Καὶ ἀπεκρίθη, φησὶν, ἡ βασίλισσα, καὶ εἶπε· Βασιλεῦ, εἰς τοὺς αἰῶνας ζῆθι." Τοῦτο δὲ, ὡς ἔοικε, πρόσρησις ἦν τοῖς τότε 81.1384 βασιλεῦσιν ὑπὸ τῶν ἀρχομένων προσφερομένη. Καὶ μέχρι δὲ νῦν τὸ ἔθος τοῦτο κεκράτηκεν· αἰωνίους γὰρ καλεῖν τινες τῶν ἀνοήτων καὶ τοὺς νῦν βασιλεῖς εἰώθασι, καὶ ἐν ταῖς συγγραφαῖς δὲ τῶν συμβολαίων τοῦτό τινες προσγράφουσιν, ἀμαθίᾳ μᾶλλον ἢ ἀσε βείᾳ δουλεύοντες. Φησὶ τοίνυν ἡ βασίλισσα· "Μὴ ταραττέτωσάν σε οἱ λογισμοί σου, καὶ ἡ μορφή σου μὴ ἀλλοιούσθω." Εἶτα τὴν αἰτίαν ἐπάγει, δι' ἣν ἐκβάλλει τὸ δέος· ιαʹ. "Ἔστιν ἔτι, φησὶν, ἀνὴρ ἐν τῇ βασιλείᾳ σου, ἐν ᾧ Πνεῦμα Θεοῦ ἅγιον ἐν αὐτῷ, καὶ ἐν ταῖς ἡμέραις τοῦ πατρός σου γρηγόρησις καὶ σύνεσις εὑρέθη ἐν αὐτῷ." Ἔστι δὲ καὶ ἐντεῦθεν κατανοῆσαι, ὡς μήτηρ αὐτοῦ μᾶλλόν ἐστιν αὕτη· διὸ καὶ τὰ πάλαι γεγενημένα ὡς ἀγνοοῦντα διδάσκει, καὶ τὸν μακάριον ∆ανιὴλ δῆλον αὐτῷ ποιεῖ, καὶ θείου Πνεύματος ἀνάπλεων εἶναι ὁμολογεῖ, καὶ αὐ τοῖς τοῖς τοῦ Ναβουχοδονόσορ κέχρηται λόγοις. Ταυτὰ γὰρ κἀκεῖνος ἔφη περὶ τοῦ ∆ανιὴλ, προστέ θεικε δὲ, ὅτι "Καὶ ἐν ταῖς ἡμέραις τοῦ πατρός σου γρηγόρησις καὶ σύνεσις εὑρέθη ἐν αὐτῷ." Γρηγό ρησιν δὲ ἐκάλεσε τὴν τῆς ψυχῆς νῆψιν καὶ τὴν σύν εσιν, τῶν κεκρυμμένων τὴν κατανόησιν, καὶ τῶν τοὺς πολλοὺς λανθανόντων τὴν θεωρίαν. "Καὶ ὁ βασιλεὺς, φησὶ, Ναβουχοδονόσορ ὁ πατήρ σου ἄρ χοντα ἐπαοιδῶν, μάγων, Χαλδαίων, Γαζαρηνῶν κατέστησεν αὐτόν." Εἶτα καὶ τὴν αἰτίαν προσ τίθησιν· ιβʹ. "Ὅτι πνεῦμα περισσὸν ἐν αὐτῷ." Ἀντὶ τοῦ, Ὑπερβάλλουσαν ἔχει τὴν τοῦ Πνεύματος χάριν. Ἔπειτα καταλέγει τῆς πνευματικῆς ἐνεργείας τὰ εἴδη. "Καὶ φρόνησις, φησὶ, καὶ σύνεσις, συγκρί νων ἐνύπνια, καὶ ἀναγγέλλων κρατούμενα, καὶ λύων συνδέσμους, ∆ανιήλ." Οὗτος γὰρ θείου Πνεύματος δοχεῖον γενόμενος, σοφῶς μὲν ἅπαντα βουλεύεται, συνετῶς δὲ ἅπαντα φθέγγεται τὰ δὲ τῶν ἐνυπνίων αἰνίγματα δῆλα ποιεῖ, καὶ τὰ ἀσαφίᾳ τινὶ κεκρυμμένα τῆς ἀσαφίας ἐλευθεροῖ, καὶ οἷον ὑποδέσμους τινὰς ὄντα καὶ σήμαντρα, καὶ ὡς ἐν ταμιείοις φρουρούμενα τῶν δεσμῶν ἀπαλλάττων, διαλύει τε καὶ ἀνοίγνυσι, καὶ εἴσω τούτων τοὺς βου λομένους ποιεῖ· τοῦτο γὰρ σημαίνει τό· "Ἀναγ γέλλων κρατούμενα καὶ λύων συνδέσμους, ∆ανιήλ." Τούτου, φησὶ, χάριν "Ὁ βασιλεὺς ἐπέθηκεν αὐτῷ ὄνομα Βαλτάσαρ." Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν ὑπὸ θείας φωτιζόμενον ἐνεργείας, τῆς τοῦ Θεοῦ αὑτοῦ προσηγορίας ἠξίωσε. "Νῦν οὖν κληθήτω ∆ανιὴλ, καὶ τὴν σύγκρισιν αὐτοῦ ἀναγγελεῖ σοι." Καὶ οὐ λέγει, Κληθήτω Βαλτάσαρ· τῇ γὰρ πείρᾳ μεμαθη κότες τοῦ προφήτου τὴν δύναμιν, προτιμῶσι τῆς Χαλδαίας τὴν Ἑβραίαν προσηγορίαν· οὗ χάριν ἐφεξῆς λοιπὸν αὐτὸν ∆ανιὴλ ὀνομάζουσι. ιγʹ. "Τότε γὰρ, φησὶ, ∆ανιὴλ εἰσῆλθεν ἐνώπιον 81.1385 τοῦ βασιλέως, καὶ εἶπεν ὁ βασιλεὺς τῷ ∆ανιήλ· Σὺ εἶ ∆ανιὴλ ὁ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας;" Ἔοικεν οὗτος ὑπὸ πολλῆς δυσσεβείας μετὰ τὴν τοῦ πατρὸς τελευτὴν τὴν τοῦ ∆ανιὴλ συν ουσίαν φυγών· διὸ παραυτίκα τῷ δέει καταπλαγεὶς, τοὺς μὲν μάγους καὶ τοὺς Χαλδαίους καλεῖ, τοῦ δὲ προφήτου καὶ τὴν μνήμην τῆς διανοίας ἐξέβαλεν. Ἐπειδὴ δὲ ἡ μήτηρ αὐτοῦ ἀνέμνησε τῶν ἐπὶ τοῦ πατρὸς γεγενημένων θαυμάτων, καὶ κληθεὶς εἰσῆλ θεν ὁ ∆ανιὴλ, ἐπέγνω μὲν αὐτὸν παραυτίκα· οὐ γὰρ ἂν, εἴπερ ἠγνόησε, τοῦ γένους ἀνέμνησε, καὶ τὴν αἰχμαλωσίαν τῆς Ἰουδαίας εἰς μέσον παρήγαγεν. Πυνθάνεται δὲ ὅμως, καί φησι· "Σὺ εἶ ∆ανιὴλ ὁ ἀπὸ τῶν υἱῶν τῆς αἰχμαλωσίας τῆς Ἰουδαίας;" Καὶ μηδέπω συνομολογήσαντος ἐκείνου· ιδʹ. "Ἤκουσα, φησὶ, περὶ σοῦ, ὅτι Πνεῦμα ἅγιον ἐν σοὶ, καὶ γρηγόρησις, καὶ σύνεσις, καὶ σοφία περισσὴ εὑρέθη ἐν σοί." Ἁρμόττει καὶ περὶ τούτου λέγεσθαι, ὃ περὶ τοῦ Ἰσραὴλ ἔλεγεν ὁ Προφήτης· "Ὅταν ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτόν." Ἰδοὺ γὰρ καὶ τοῦτον τὸ τῆς θείας δυνάμεως κατ ηνάγκασε δέος, τὸν ὄντα