1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

42

τῶν εἰς ἄρχοντας τεταγμένων τῆς ἐκκλησίας, οἱ λοιποὶ τὴν ἐκείνου κοινωνίαν ἀπέστεργον. Ὅμως οἱ μὲν ἑκόντως, οἱ δὲ καὶ ἀκόντως, πλὴν ὀλίγων, καθυπεκλίνοντο, διασεσεισμένοι δ' ὄντες τὰς γνώμας, πράξει τοὺς μὴ πειθομένους ὠχύρουν. Τὸ δὲ λαϊκὸν πλῆθος, τὸν νέον ποιμένα καὶ λίαν ἀποπροσποιούμενοι, ἐζήτουν τὸν γνήσιον. 169 Οὕτω γοῦν τεταραγμένων τῶν πραγμάτων, ἐπεὶ καὶ τὸν κρατοῦντα ἐμάνθανε μάχην μέλλειν συγκροτεῖν μεγίστην κατὰ φρουρίου τοῦ Γαλατᾶ, ὥσθ' αἱρήσειν, κἂν εἴ τι καὶ πάθοιἐκεῖθεν γὰρ καὶ τὴν τῆς μεγαλοπόλεως ἤλπιζεν ἅλωσιν, ὀλίγον κατὰ Νίκαιαν διαμείνας, ὁρμήσας αὐτίκα καὶ κατὰ τὴν πύλην γεγονώς, τὸν κονιορτὸν τῶν βλαυτῶν ἀποτιναξάμενος ὡς εἰς μαρτύ ριον δῆθεν, ἐξῄει· καὶ διὰ τοῦ κατὰ τὴν Ἑλενόπολιν τῆς θαλάσσης πορθμοῦ πρὸς ἐκεῖνον ἠπείγετο, ἅμα μὲν ἐνασμενίσων ἐκεῖθεν τῇ ἐκ βασιλέως παρα μυθίᾳ, ἅμα δὲ καὶ μεγάλα ἤλπιζε, συγκροτουμένην μάχην βλέπων κατὰ τῆς πόλεως, ὡς ἁλούσης αὐτίκα τῆς ἐκκλησίας ἐπιβησόμενος, ἀπαλλαγεὶς Νικαίας καὶ τῶν ἐκεῖ. Ἐν ὅσῳ δὲ τὴν μεταξὺ πορείαν διήνυεν, ἐν Σηλυβρίᾳ καὶ ἔτι ἦν ὁ κρατῶν, ὅτε συνέβη καὶ Ἀνδρόνικον τὸν Σάρδεων ἐκεῖσε παρεῖ ναι· δυοῖν γὰρ σχιζομένοιν, αὐτοῦ τε καὶ τοῦ Θεσσαλονίκης Μανουήλ, ἐκεῖνος μὲν ἑαυτὸν εἰς ἐξορίαν ἐδίδου καὶ ἐξωρίζετο.

ιηʹ. Ὅπως ὁ Σάρδεων κατὰ Σηλυβρίαν μοναχικῶς ἀπεκείρατο. ιθʹ. Ὅπως πολλοὶ τῶν ἐκκλησιαστικῶν ἀρχόντων θνῄσκουσι δι' ὀλίγου καιροῦ. κʹ. Περὶ τῆς κατὰ τοῦ Γαλατᾶ φρουρίου τοῦ βασιλέως προσβολῆς. 9 καʹ. Περὶ τοῦ νεκροῦ τοῦ βασιλέως Βασιλείου τοῦ Βουλγαροκτόνου. κβʹ. Ὅπως ὁ πατριαρχεύων τότε Νικηφόρος συνάμα βασιλεῖ καταλαμβάνει τὸ Νύμφαιον καὶ περὶ ὧν ἔπραξε καὶ τοῦ θανάτου αὐτοῦ. κγʹ. Ὅπως ὁ βασιλεὺς ἐν ἀνέσει ἦν, τὸν νέον Ἰωάννην ἀποσκευασάμενος. κδʹ. Τὰ κατὰ τὸν χαλυφᾶν καὶ τοὺς Πέρσας, ὅπως ὑπετάγησαν Τοχάροις, καὶ ὡς ὁ σουλτὰν Ἀζατίνης εἰς βασιλέα καταφεύγει. κεʹ. Ὅπως εἶχον οἱ πρὶν βασιλεῖς περὶ Τοχάρους ἀκουομένους. κʹ. Περὶ τῶν κατὰ δύσιν καὶ ὅπως καῖσαρ προσέβαλεν ἐκ παρόδου τῇ πόλει. κζʹ. Ὅπως ἡ πόλις ἑάλω. κηʹ. Περὶ τοῦ πρωτασηκρῆτις Κακοῦ Σεναχηρείμ, τί ἔπραξεν, ἀκούσας ὅτι τοῖς Ῥωμαίοις ἑάλω ἡ πόλις. κθʹ. Ὅπως ἤκουσται τῷ βασιλεῖ ἡ τῆς πόλεως ἅλωσις. λʹ. ∆ημηγορία βασιλέως ἐπὶ τῇ ἁλώσει τῆς πόλεως. λαʹ. Ὅπως ὁ βασιλεὺς ἐλθὼν πανοικὶ εἰς τὴν πόλιν εἰσάγεται συνάμα τοῖς περὶ αὐτὸν ἄρχουσιν. λβʹ. Ὅπως προσηνέγκατο βασιλεὺς ταῖς τῶν Λατίνων φυλαῖς, εἰσελθὼν τὴν πόλιν. λγʹ. Ὅπως ἐτάχθησαν τὰ κατὰ τὴν πόλιν παρὰ τοῦ βασιλέως. λδʹ. Ὁποῖαι ἦσαν αἱ περὶ τοῦ πατριάρχου Ἀρσενίου τῶν ἀρχιερέων βουλαί. λεʹ. Ὅπως ὁ βασιλεὺς ἐκποδὼν τὸν νέον Ἰωάννην ἐποίει καὶ ὅπως τὰ γένη τῶν Ἰταλῶν ἐν τῇ πόλει κατῴκισεν. λʹ. Τὰ κατὰ τοὺς εἰς τὸν πάπαν καὶ τοὺς Ἰταλοὺς πρέσβεις τοῦ βασιλέως. {ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΤΡΙΤΟΥ ΛΟΓΟΥ}.

Ὅπως ἐσκόπει ὁ βασιλεὺς τὰ κατὰ τὸν πατριάρχην Ἀρσένιον. βʹ. Ὅπως μετακληθεὶς ὁ πατριάρχης Ἀρσένιος εἰς τὴν πόλιν εἰσάγεται καὶ τὰ κατὰ τὴν δευτέραν στεφηφορίαν τοῦ βασιλέως. γʹ. Ὅπως ὁ βασιλεὺς διεπρεσβεύετο πρός τε Τοχάρους, κήδη ποιῶν, καὶ πρὸς τοὺς Αἰθίοπας. δʹ. Περὶ καμηλοπαρδάλιος, ὁποῖόν ἐστιν. εʹ. Ὅπως αὐξηθέντες Αἰθίοπες τὰ κατὰ Συρίαν κακὰ διεπράξαντο καὶ τὰ κατὰ τὸν Νογᾶν. ʹ. Ὅπως αἱ τρεῖς βασιλίδες ἀνδράσιν ἡρμόσθησαν καὶ ὁποίοις. ζʹ. Τὰ κατὰ τὴν δέσποιναν Ἀλαμάναν Ἄνναν. ηʹ. Τὰ κατὰ τὸν ἀδελφὸν Ἄννης τῆς δεσποίνης Μαφρὲ καὶ τὸν Κάρουλον. 11 θʹ. Ὅπως σανίσιν ἀνυψοῦντο τὰ πρὸς τῇ θαλάσσῃ τείχη