Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
τοιαύτης, ὅτι ὁ τοῦ πατρός μου ἀδελφὸς ἦν αὐτοῦ παιδαγωγὸς καὶ οἱ υἱοὶ αὐτοῦ οἱ ἐμοὶ ἐξάδελφοι, συνανάτροφοι αὐτῷ καὶ φίλοι καὶ δοῦλοι αὐτῷ, καὶ ἐγὼ μετ' αὐτῶν. Εἶτα τοῦ καιροῦ φέροντος οἰκείωσιν ἐμοῦ πρὸς τὸν μα καρίτην καὶ αἰοίδιμον πατέρα αὐτοῦ καὶ ὅσα αὐτῷ ἦν ἀναγκαῖα δι' ἐμοῦ ηὕρισκεν· ἠγάπα γὰρ ἔχειν με καθόλου εἰς τὴν αὑτοῦ δουλοσύνην. Συ νήθεια γὰρ ἦν καὶ τάξις ἐν τοῖς τῶν βασιλέων οἴκοις χωρεῖν τοὺς τῶν πατέρων κελλιώτας ἐν τοῖς τῶν υἱῶν κελλίοις, ἀλλ' οὐχ οἱ τῶν υἱῶν κελ λιῶται ἐν τοῖς τοῦ πατρός· τοῦτο δὲ ἔτι ζώντων τῶν πατέρων, ἀλλ' οὐχὶ μετὰ θάνατον. Ὡς οὖν ἀπέθανεν ὁ μακαρίτης καὶ ἀοίδιμος πατὴρ αὐτοῦ, μετὰ τὸ πρῶτον αὐτοῦ μνημόσυνον ἐπεστρέψαμεν πάντες οἱ κελλιῶται αὐτοῦ εἰς τὸ παλάτιον· ἔθος γάρ ἐστι καὶ τοῦτο, ὅτι οἱ κελλιῶται αὐτοῦ δὴ τοῦ βασιλέως καταμένειν ἐπὶ τὸν τάφον αὐτοῦ μέχρι τοῦ πρώτου μνη μοσύνου, καὶ οὕτως ἀπήλθομεν εἰς τὴν οἰκίαν, ἔνθα κατέμενεν ὁ ῥηθεὶς δεσπότης κὺρ Κωνσταντῖνος, καθίσαντες ἔξω ὡς οἱ πολλοί. Μαθὼν δὲ τοῦτο ὁ δεσπότης ἀπέστειλε τὸν θεῖον μου καὶ εἴρηκέ μοι δεσποτικῷ προ στάγματι τάδε· Σὺ μὲν τετήρηκας τὴν τάξιν καὶ οὐκ εἰσῆλθες εἰς τὸ κελλίον μου ἐξ ὀρθοῦ, ὡς ἔθος σοι ἦν ἔτι ζῶντος τοῦ αὐθεντός μου τοῦ βασιλέως καὶ πατρός· πλὴν ἡμεῖς ὀφειλέται ὄντες τῆς ἀγάπης καὶ δου λοσύνης τῆς παρὰ σοῦ πρὸς αὐτὸν καὶ πρὸς ἡμᾶς, εὐεργετοῦμέν σοι του δύνασθαί σε ἔρχεσθαι ἐξ ὀρθοῦ καὶ εἰς τὸ κελλίον μου, ὡς καὶ πρότερον ἐποίεις ἔτι ζῶντος τοῦ πατρός μου. Προσταχθεὶς δὲ παρὰ τοῦ βασιλέως καὶ ἀδελφοῦ αὐτοῦ, ἴνα συνακολουθῶ αὐτῷ ἐπερχομένῳ εἰς Πελοπόννη σον, δι' αἰτίαν, ἣν ἐδηλώσαμεν, προστάξας εἴρηκέ μοι ἐξόχως καὶ ὁ ῥη θεὶς δεσπότης κὺρ Κωνσταντῖνος περὶ τοῦ μέλλειν συνακολουθεῖν καὶ σὺν αὐτῷ εἶναί με. Κἀγὼ ἀναφέρας αὐτῷ εἶπα· Καὶ ἐγὼ μεῖζον τούτων 266 ἐπιθυμῶ, σωζομένου μόνον, ἵνα μετὰ ἀποδοχῆς καὶ προστάγματος τοῦ ασιλέως καὶ ἀδελφοῦ αὐτοῦ γένηται. Ὁ δὲ ζητήσας με παρὰ τοῦ ἀδελ φοῦ αὐτοῦ μετὰ λόγων παρακλητικῶν καὶ αἰτιῶν ἀναγκαίων, ὧν ἠναγκά ζετο ἔχειν αὐτὸν χρείαν ἐμοῦ, ἐκεῖνος δὲ ἀπεκρίνατο, ὡς τὸ ζητούμενον ἀδύνατον εἶναι, οὐ δι' ἄλλο εἰ μὴ ἵνα μὴ ἀθετήσῃ τὸ τοῦ πατρὸς πρόστα γμα καὶ τὴν πρὸς ἐκεῖνον ἐμὴν διὰ στόματος παράδοσιν. Ὁ δὲ πάλιν ἐζήτησε τοῦτο διὰ τῆς δεσποίνης καὶ μητρὸς αὑτοῦ καὶ μετὰ αἰτιῶν ἀναγ καίων· μόλις προσέταξε τοῦτο εἰπών, ὅτι ἐλθέτω μεθ' ἡμῶν ὁ Φραντζῆς ἕως τῆς Πελοποννήσου καί, εἰ μὲν ὁ ἀδελφός μου μείνῃ ἐκεῖσε, μενέτω καὶ αὐτὸς μετ' αὐτοῦ, ἐπεὶ καὶ ἡ κυρία μου ἡ δέσποινα προσέταξέ μοι οὕτως καὶ συγχωρεῖ αὐτό. Εἰ δὲ ἐπαναστρέψει ἐνταῦθα μετ' ἐμοῦ ὁ ἀδελ φός μου, οὐ χρὴ εἰ μὴ εἶναι αὐτὸν σὺν ἐμοί, ὡς παρὰ τοῦ βασιλέως τοῦ αὐθεντός μου καὶ πατρὸς προσετάχθη, ὃ καὶ δικαίως ὁφείλομεν ἡμεῖς ποιῆσαι αὐτό. Ἐρχομένων οὖν εἰς τὴν Πελοπόννησον, τῷ μὲν ἤμην τε λείως ὑποχείριος, ὡς προεῖπον, τῷ δὲ ἀγάπῃ καὶ ἐλπίδι προσαπέβλεπον. Ἀποσωθέντες οὖν εἰς Πελοπόννησον καὶ κατὰ τοῦ τόπου τοῦ ἐν Πελοποννήσῳ, ὃς ὑπὸ τοῦ δεσπότου Καρούλου ἐκρατεῖτο, ἀπελθόντες οὖν οἱ αὐθένται καὶ ἀδελφοὶ καὶ βουλὴν ποιήσαντες τοιαύτην, μὴ θαῤῥοῦν τες γὰρ εὐκόλως ὑποτάξαι τὸν τόπον αὐτοῖς, ὃν εἶχεν ὁ Κάρουλος, ὁ μοίως καὶ αὐτὸς οὐκ ἐθάῤῥει δυνηθῆναι φυλάξῃ τὸν τόπον ὃν ἐκέκτητο, ἐπεί τινας τῶν τούτου τόπων ἔλαβον οἱ αὐθένται ἡμῶν, εἰς συμβάσεις ἦλ θον, καὶ εὐδοκήσαντος τοῦ δεσπότου κὺρ Κωνσταντίνου, ἵνα λάβῃ εἰς νόμιμον γυναῖκα τὴν ἀνεψιὰν τοῦδε τοῦ δεσπότου Καρούλου καὶ τὰ ἐν τῇ Πελοποννήσῳ ἐναπομείναντα αὐτῷ κάστρα λάβῃ εἰς προῖκαν αὐτῆς, οὕτω γενομένης τῆς συμφωνίας.
II. Τῇ οὖν πρώτῃ Μαΐου τοῦ αὐτοῦ ἔτους σταλεὶς ἐγὼ παρέλαβον τὴν Γλαρέντζαν καὶ ἄλλοι ἕτερα. Καὶ ἐπαναστρέψαντες εἰς Σπάρτην, ἐ νεργεῖτο ἵνα λάβῃ τὸ μοναχικὸν σχῆμα ὁ δεσπότης κὺρ Θεόδωρος, καὶ τρόπον καὶ ἀναβολὴν ποιήσωσι, τοῦ παραλαβεῖν τὴν Πάτραν, ἀναγ καῖον καὶ χρήσιμον τόπον, 20ἵνα τὴν κατοίκησιν οἱ δεσπό ται καὶ ἀδελφοὶ ποιήσωσι καὶ20 διὰ τὸ μὴ εἰς λακεδαιμο νίαν, ἤγουν