ἢ ἄγγελον φάναι· ἐπὶ γὰρ τοῦ αὐτοῦ ὑποκειμένου κεῖται ἡ «ἄγγελος» καὶ «ἄνθρωπος» προσηγορία, ὥσπερ ἐπὶ τῶν ξενισθέντων παρὰ τῷ Ἀβραὰμ τριῶν καὶ γενομένων ἐν Σοδόμοις δύο καὶ ἐν ὅλῳ τῷ εἱρμῷ τῆς γραφῆς ὁτὲ μὲν ἄνδρες ὁτὲ δὲ ἄγγελοι εἶναι λέγονται. 2.23.145 Πλὴν ὁ τοῦτο νομίζων ἐρεῖ, ὅτι, ὥσπερ παρὰ τοῖς ὁμολογουμένοις ἀνθρώ ποις εἰσὶν ἄγγελοι, ὡς ὁ Ζαχαρίας λέγων· «Ἄγγελος θεοῦ, ἐγὼ μεθ' ὑμῶν εἰμι, λέγει κύριος παντοκράτωρ» καὶ ὁ Ἰωάννης, περὶ οὗ γέγραπται· «Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου», οὕτως καὶ οἱ τοῦ θεοῦ ἄγγελοι παρὰ τὸ ἔργον τοῦτο χρηματίζουσι καὶ οὐ παρὰ τὴν φύσιν «ἄνδρες» κληθέντες. 2.23.146 Καὶ ἔτι μᾶλλον παραμυ θήσεται, ὅτι ἐπὶ τῶν κρειττόνων δυνάμεων τὰ ὀνόματα οὐχὶ φύσεων ζῴων ἐστὶν ὀνόματα ἀλλὰ τάξεων, ὧν ἥδε τις καὶ ἥδε λογικὴ φύσις τέτευχεν ἀπὸ θεοῦ. Θρόνος γὰρ οὐκ εἶδος ζῴου οὐδὲ ἀρχὴ οὐδὲ κυριότης οὐδὲ ἐξουσία, ἀλλὰ ὀνόματα πραγμάτων, ἐφ' ὧν ἐτάχθησαν οἱ οὕτως προσαγορευόμενοι, ὧν τὸ ὑποκείμενον οὐκ ἄλλο τί ἐστιν ἢ ἄνθρωπος, καὶ τῷ ὑποκειμένῳ συμβέβηκε τὸ θρόνῳ εἶναι ἢ κυριότητι ἢ ἀρχῇ ἢ ἐξουσίᾳ. 2.23.147 Καὶ ἐν τῷ Ἰησοῦ δὲ τῷ τοῦ Ναυῆ κεῖται τὸ «Ὤφθη τῷ Ἰησοῦ ἄνθρωπος ἐν Ἱεριχῶ», ὅς φησιν·»Ἐγὼ ἀρχιστράτηγος δυνάμεως κυρίου νυνὶ παραγέγονα». 2.23.148 Κατὰ τοῦτο οὖν ὡς ἴσον δυνάμενον ἐκλήψεται τὸ φῶς τῶν ἀνθρώπων καὶ φῶς παντὸς λογικοῦ, παντὸς λογικοῦ τῷ «κατ' εἰκόνα καὶ ὁμοίωσιν» εἶναι θεοῦ ἀνθρώπου τυγχάνοντος. Τὸ αὐτὸ μέντοι γέ ἐστι τριχῶς ὀνομαζόμενον· «φῶς τῶν ἀνθρώπων» καὶ ἁπαξαπλῶς «φῶς» καὶ «φῶς ἀληθινόν»· φῶς μὲν οὖν ἀνθρώπων, ἤτοι, ὡς προαποδέδεικται, οὐδενὸς κωλύοντος τὸ ἐκλαμβάνειν καὶ ἑτέρων παρὰ τὸν ἄνθρωπον εἶναι τὸ φῶς φῶς, ἢ πάντων τῶν λογικῶν διὰ τὸ «κατ' εἰκόνα θεοῦ» γεγονέναι ἀνθρώπων καλουμένων. 2.23.149 Ἐπεὶ δὲ «φῶς» ἁπαξαπλῶς ἐνταῦθα μὲν ὁ σωτήρ, ἐν δὲ τῇ καθολικῇ τοῦ αὐτοῦ Ἰωάννου ἐπιστολῇ λέγεται ὁ θεὸς εἶναι φῶς, ὁ μέν τις οἴεται καὶ ἐντεῦθεν κατασκευάζεσθαι τῇ οὐσίᾳ μὴ διεστηκέναι τοῦ υἱοῦ τὸν πατέρα· ὁ δέ τις ἀκριβέστερον τηρήσας, ὁ καὶ ὑγιέστερον λέγων, φήσει οὐ ταὐτὸν εἶναι τὸ φαῖνον ἐν τῇ σκοτίᾳ φῶς καὶ μὴ καταλαμβανόμενον ὑπ' αὐτῆς, καὶ τὸ φῶς ἐν ᾧ οὐδαμῶς ἐστι σκοτία. 2.23.150 Τὸ μὲν γὰρ φαῖνον ἐν τῇ σκοτίᾳ φῶς οἱονεὶ ἐπέρχεται τῇ σκοτίᾳ, καὶ διωκόμενον ὑπ' αὐτῆς καί, ἵν' οὕτως εἴπω, ἐπιβουλευόμενον οὐ καταλαμβάνεται· τὸ δὲ φῶς, ἐν ᾧ οὐδεμία ἐστὶ σκοτία, οὔτε φαίνει ἐν τῇ σκοτίᾳ οὔτε τὴν ἀρχὴν διώκεται ὑπ' αὐτῆς, ἵνα καὶ ὡς νικῶν ἀναγράφηται τῷ μὴ καταλαμβάνεσθαι ὑπ' αὐτῆς διωκούσης. 2.23.151 Τρίτον ἦν τὸ λεγόμενον τοῦτο τὸ φῶς «φῶς ἀλη θινόν»· ᾧ δὲ λόγῳ ὁ πατὴρ τῆς ἀληθείας θεὸς πλείων ἐστὶ καὶ μείζων ἢ ἀλήθεια καὶ ὁ πατὴρ ὢν σοφίας κρείττων ἐστὶ καὶ διαφέρων ἢ σοφία, τούτῳ ὑπερέχει τοῦ εἶναι «φῶς ἀληθινόν». 2.23.152 Παραστατικώτερον δὲ δύο φῶτα τὸν πατέρα καὶ τὸν υἱὸν ἀπὸ τοῦ ∆αβὶδ τυγχάνειν διὰ τούτων εἰσόμεθα, ὅσγε φησὶν ἐν τριακοστῷ πέμπτῳ ψαλμῷ· «Ἐν φωτί σου ὀψόμεθα φῶς». Τοῦτο δὲ αὐτὸ τὸ φῶς τῶν ἀνθρώπων, τὸ ἐν τῇ σκοτίᾳ φαῖνον, τὸ ἀληθινὸν φῶς, ἐν τοῖς ἑξῆς τοῦ εὐαγγελίου «φῶς τοῦ κόσμου» ἀναγορεύεται, φάσκοντος Ἰησοῦ· «Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου». 2.23.153 Μηδὲ τοῦτο δὴ ἀπαρασήμαντον ἐάσωμεν, ὅτι ἐνδεχο μένου γεγράφθαι· «Ὃ γέγονεν ἐν αὐτῷ φῶς ἦν τῶν ἀνθρώ πων, καὶ τὸ φῶς τῶν ἀνθρώπων ζωὴ ἦν», τὸ ἀνάπαλιν πεποίηκε· προτάσσει γὰρ τὴν ζωὴν τοῦ τῶν ἀνθρώπων φωτός, εἰ καὶ ταὐτόν ἐστι «ζωὴ» καὶ «ἀνθρώπων φῶς», τῷ προαπαντᾶν ἡμῖν ἐπὶ τῶν μετεχόντων τῆς ζωῆς, τυγχα νούσης καὶ φωτὸς ἀνθρώπων, τὸ ζῆν αὐτοὺς τὴν προειρη μένην θείαν ζωὴν παρὰ τὸ πεφωτίσθαι· ὑποκεῖσθαι γὰρ δεῖ τὸ ζῆν, ἵν' ὁ ζῶν πεφωτισμένος γένηται· οὐκ ἦν δὲ ἀκόλουθον πεφωτίσθαι τὸν μηδέπω ζῆν νενοημένον καὶ ἐπιγίνεσθαι τῷ πεφωτίσθαι τὸ ζῆν. 2.23.154 Εἰ γὰρ καὶ ταὐτόν ἐστιν ἡ ζωὴ καὶ τὸ φῶς τῶν ἀνθρώπων, ἀλλ' αἵ γε ἐπίνοιαι καθ' ἕτερον καὶ ἕτερον λαμβάνονται. Τοῦτο δὴ τὸ «φῶς τῶν ἀνθρώπων»