ᾳδου τὸν χῶρον, ον καὶ υλην βυθοῦ καὶ βάθος θαλάσσης ἐν τοῖς παροῦσιν ὀνομάζει. 68.13 Κατ' ἐμοῦ ἠδολέσχουν οἱ καθήμε νοι ἐν πύλῃ. ̓Αεὶ γὰρ καθεζόμενοι ἐν ταῖς πύλαις τοῦ ἱεροῦ, ̓Ιουδαῖοι ελεγον· Τίς αν ειη ὁ ανθρω πος τοῦτος; 68.14,15 ̓Εγὼ δὲ τῇ προσευχῇ μου πρὸς σὲ, Κύριε, καιρὸς εὐδοκίας ὁ Θεὸς, ἐν τῷ πλήθει τοῦ ἐλέους σου, ἐπάκουσόν μου ἐν ἀληθείᾳ τῆς σωτηρίας σου. Σῶσόν με ἀπὸ πηλοῦ, ινα μὴ ἐμπαγῶ, ῥυσθείην ἐκ τῶν μισούντων με καὶ ἐκ τοῦ βάθους τῶν ὑδά των. Ορου κατάρας φρικτῆς προκειμένου, ινα καν αγγελος ἐξ οὐρανοῦ εὐαγγελίσηται, η διδάξῃ ἡμᾶς παρ' ο ὁ Παῦλος ἐδίδαξεν, ἀνά θεμα εστω, τίς ἐστιν ὁ ὑποκεφαλίσαι Παῦ λον, μᾶλλον δὲ τοῦ ἐν αὐτῷ λαλοῦντος Χρισ τοῦ, δυνάμενος; Οὐκοῦν αὐτὸς ὁ Χριστὸς ἐν τῷ Παύλῳ λαλῶν, περὶ ἑαυτοῦ καὶ εἰς ἑαυτὸν τὴν τοιαύτην εὐχὴν ἀναφέρει, καὶ μαρτυρεῖ ἐν τῇ πρὸς ̔Εβραίους ἐπιστολῇ, οτι ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, του τέστιν ἐπὶ τὸν σταυρὸν ἐρχόμενος, δεήσεις καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν ἐκ θανάτου, τουτέστι πρὸς τὸν Πατέρα, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσήνε γκε, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας, καίπερ Υἱὸς ων, εμαθεν ἀφ' ων επαθεν, τὴν ὑπακοήν. ̓Ενταῦθα Παῦλος καὶ τὰ σεσιγη μένα καὶ λείποντα τοῖς εὐαγγελισταῖς ἡμᾶς ἐδίδαξε, μετὰ κραυγῆς ἰσχυρᾶς λέγων γε νέσθαι τὴν προσευχὴν, τό· Πάτερ, παρελ θέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο. Οὐκ ἐν ὑποκρίσει ἐπὶ τὸ δελεάσαι τὸν Σατανᾶν, οὐ τὸ τοῦ κόσμου οἰκειούμενος θέλημα, ἀλλ' ἐξ οἰκείου προσώπου Χριστὸς οἰκονομικῶς ἑ κουσίως προσεύχεται μετὰ κραυγῆς, μετὰ δακρύων, μετὰ ιδρωτος, καὶ θρόμβου αιμα τος, μετὰ ἀγγέλου ἐνισχύοντος, καὶ οἱονεὶ παρακαλοῦντος καὶ παρηγοροῦντος αὐτὸν, καίπερ Υἱὸς Θεοῦ ἀληθὴς ὑπάρχων, καὶ ἐν ἀγωνίᾳ γενόμενος προσηύχετο, ως φησιν εὐαγγελιστὴς, ἀλλὰ καὶ ἐκτενέστερον, ἀλλὰ καὶ δὶς, ἀλλὰ καὶ τρὶς τὴν εὐχὴν τῷ Πατρὶ προσάγει. Τοῦ ουν Παύλου, μᾶλλον δὲ, πάλιν λέγω, τοῦ Χριστοῦ τοῦ ἐν αὐτῷ τῷ Παύλῳ λαλοῦντος, εἰς ἑαυτὸν ἀναφέροντος τὴν τοι αύτην προσευχὴν, τίς εστιν ὁ παραχαράξαι δυνάμενος α αὐτὸς ὁ Χριστὸς περὶ ἑαυτοῦ ἐμαρτύρησεν; 68.23 Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώ πιον αὐτῶν εἰς παγίδα. Αὐτὴ τοίνυν ἡ τράπεζα κηρύσσει Χρι στὸν ἐσταυρωμένον, ̓Ιουδαίοις μὲν σκάνδα λον, εθνεσι δὲ μωρίαν. Αὐτὴ ἡ τράπεζα μὴ νοουμένης τῆς γραφῆς, γεγένηται τοῖς ̓Ιου δαίοις εἰς παγίδα. Οὐ πᾶσι δὲ ἡ τράπεζα τοι αύτη ην, ἀλλ' ἐνώπιον τοῦ λαοῦ ἐκείνου. ̓Ε πίστησον δὲ εἰ τράπεζα δύναται λέγεσθαι ὁ Χριστὸς, σοφία τυγχάνων ἡ λέγουσα· Ελθετε, φάγετε τὸν ἐμὸν αρτον, καὶ ὁ αρτος ζῶν, ὁ ἐξ οὐρανοῦ καταβὰς, ου ἡ σὰρξ ἀληθινή ἐστι βρῶσις, καὶ τὸ αιμα ἀληθής ἐστι πόσις. Καὶ γὰρ γέγονεν ̓Ιουδαίοις εἰς σκάνδαλον καὶ εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν, τῷ ἐκδικείσθαι πᾶν αιμα τὸ ἀπὸ Αβελ εως Ζαχαρίου, ἀπὸ τῆς γενεᾶς ἐκείνης, ἐφ' ης οἱ αρτοι καὶ τὸ αριστον, αἱ γραφαὶ εἰσὶν παγὶς, καὶ σκάνδα λον ὑπάρχουσιν τοῖς μόνῳ τῷ γράμματι προσ αναπαυομένοις. 68.24 Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νότον αὐτῶν δια παντὸς σύγκαμψον. Πῶς γὰρ οὐκ ἐσκοτίσθησαν, μὴ δεξάμε νοι τὸν τῆς δικαιοσύνης ηλιον; ἐπήγαγεν αὐτοῖς τὸ ζοφωδὲς νίφος τῶν συμφορῶν, εἰς δουλείαν αὐτῶν καταψηφίσαι δέσποτας, ινα οις ποιοῦσιν, περιπέσωσιν εἰς ἐπίπονον ἐρ γασίαν συγκεκοφότες. Οὐ γὰρ πρόσκαιρος αὐτοῖς, ωσπερ ἐπὶ Βαβυλονίων, γέγονεν ἡ αἰχμαλωσία. 68.34 Οτι εἰσήκουσε τῶν πενήτων ὁ Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν. Ταῦτα γνόντες, φησὶν, οἱ τῷ πνεύματι πτωχοὶ ἀγαλλιαθήσονται· λέγουσι δὲ ταῦτα οἱ ἀπόστολοι διὰ τοὺς δι' αὐτῶν πιστεύσαν τας. 69.3 Αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντες τὴν ψυχήν. Ζητοῦσιν αὐτὴν οἱ πρὸς κακίαν καὶ ἀγ νωσίαν αὐτὴν προτρεπόμενοι· ἐτράπουντο εἰς φυγὴν μετ' αἰσχύνης, τὴν ἐμὴν ὁρῶντες μεταβολήν. 69.4 ̓Αποστραφείησαν παραυτικὰ αἰσ χυνόμενοι οἱ λέγοντές μοι· Ευγε, ευγε! Τό· Ευγε, ευγε οἱ δαίμονες λέγουσιν ἁ μαρτάνουσιν ἡμῖν. Εστιν δ' οτε καὶ γελῶ τα πέμπουσιν, ἐμπαίζοντες ἡμῖν καὶ ἐναν