αὐτοῦ. Τὸ γὰρ μάλιστα τοῖς δικαίοις ἦν περι σπούδαστον. «Ἐπίστρεψον,» οἷον, Εἰς τὴν οἰκειότητα ἀποκατάστησον. Ἀλλὰ καὶ ῥῦσαι ἐν πολεμίοις αὐτὴν οὖσαν. Ἀπεστράφης διὰ τὰς ἁμαρτίας μου, ἐπίστρε ψον διὰ τὴν φιλανθρωπίαν σου, καὶ πρὸς παίδευσιν ἐνδούς με τοῖς πειρασμοῖς. Ὅτι οὐκ ἔστιν ἐν τῷ θανάτῳ ὁ μνημονεύων σου, ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; κ. τ. ἑ. Ὁ μνημονεύων Θεοῦ τοῦ λέγοντος· «Ἐγώ εἰμι ἡ ζωὴ,» οὐκ ἔστιν ἐν τῷ θανάτῳ. Οὐκ ἔστιν ἐν τῷ θα νάτῳ τῷ ἐσχάτῳ ἐχθρῷ Θεοῦ τυγχάνοντι μεμνῆσθαί σου· διὸ ῥῦσαί με ἀπ' αὐτοῦ, ἵνα πάλιν μνημονεύω σου. ∆ιὰ τοῦτο δὲ καὶ οἱ πρὸ θανάτου ἁμαρτάνοντες οὐ μέμνηνται τοῦ Θεοῦ. Ἤτοι ἐν ᾅδῃ οὐδεὶς ἐξομο λογήσεται, ἢ πάνυ ὀλίγοι· τοῦτο γὰρ ἐμφαίνει ἀπὸ ταύτης, καὶ μήποτε διὰ τό· «Ἐλθέτω δὴ θάνατος ἐπ' αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες.» Οἱ ζῶντες εἰς ᾅδου καταβαίνοντες μεμνῆσθαι δύνανται τοῦ Θεοῦ ὡς οὐκ ὄντες ἐν τῷ θανάτῳ, καὶ ἐξομολο γεῖσθαι αὐτῷ. Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, κ. τ. ἑ. Τοιοῦ τον στεναγμὸν οἱ υἱοὶ Ἰσραὴλ στενάξαντες ἐν Αἰγύπτῳ, εἰσηκούσθησαν. Καὶ Παῦλος δὲ λέγων· «Οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν,» τὸ ὅμοιον ποιεῖ. Τοιοῦτόν ἐστι καὶ τὸ, «Ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου.» Καὶ οὐκ ἀρκεῖ στενάξαι, ἀλλ' ὥστε κοπιάσαι δεῖ. Χαριέντως δὲ εἰς προτροπὴν ἁγνείας χρησόμεθα τῷ λόγῳ τούτῳ· «Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου,» ὑπὸ μόνων τῶν ἀεὶ καθα ρευόντων ἀπὸ μίξεως φάσκοντες καλῶς λέγεσθαι τὸ, «Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου·» οὗτοι δὲ, καὶ σχολάζοντες τῇ προσευχῇ, ἐν δάκρυσι βρέχου σιν ἑαυτῶν ἐπὶ τοῖς ἡμαρτημένοις πάλαι τὴν στρω μνήν. ∆ιὰ τοῦτο εἶπε· «Μακάριοι οἱ κλαίοντες νῦν.» Ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου, ἐπα λαιώθην ἐν πᾶσι τοῖς ἐχθροῖς μου, κ. τ. ἑ. Οὐδὲν οὕτω τυφλοῖ νοῦν ὡς θυμὸς ταρασσόμενος. ∆ιὰ ταύ την τὴν τοῦ ὀφθαλμοῦ ταραχὴν οὐ καθαρῶς, ἀλλὰ συγκεχυμένως ὁρᾷ καὶ ὁ βλέπειν τὰ νοητὰ δοκῶν. Τὸ δὲ, «ἐπαλαιώθην,» οἷον, Παλαιὸς καὶ πολυχρόνιος γέγο να, ἐν αὐτοῖς διατρίβων ἐν τῷ βίῳ ὅπου εἰσίν· ἢ, Τὸν παλαιὸν παρ' αὐτοῖς ἀνέλαβον ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, «τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυ μίας τῆς ἀπάτης.» Ἀπόστητε ἀπ' ἐμοῦ, πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν, κ. τ. ἑ. ∆αιμόνων τὸ διὰ παντὸς τὴν ἀνομίαν ἐργάζεσθαι· ἀνθρώπων τὸ μὴ διὰ παντός· ἀγγέλων τὸ μηδέποτε. Ὅτι εἰσήκουσε Κύριος τῆς φωνῆς τοῦ κλαυθμοῦ 12.1177 μου. Εἰσήκουσε Κύριος τῆς δεήσεώς μου, Κύριος τὴν προσευχήν μου προσεδέξατο, κ. τ. ἑ. Ὁ τῶν κλαιόντων μακαρισμὸν συνιεὶς, καὶ κλαίων, ταῦτα ἐρεῖ πᾶσι τοῖς παροῦσιν αὐτῷ ἐργαζομένοις τὴν ἀνο μίαν, ὁρατοῖς, ἀοράτοις. Πρῶτον δὲ ὁ Θεὸς φωνῆς καὶ κλαυθμοῦ ἀκούει, εἶτα δεήσεως, εἶτα τὴν προσευ χὴν προσδέχεται. Αἰσχυνθείησαν καὶ ταραχθείησαν σφόδρα πάν τες οἱ ἐχθροί μου, κ. τ. ἑ. Ἡ αἰσχύνη εἰς συναίσθη σιν ἄγει τὸν ἁμαρτάνοντα. Παύσασθε, φησὶν, ἐμοὶ τὰ ὀνείδη προσφέροντες· τὰ οἰκεῖα δὲ κακὰ λογιζό μενοι, αἰσχύνης καὶ ταραχῆς ἀναπλήσθητε. ∆ίκαιον γὰρ καὶ φοβερὸν τὸ θεῖον κριτήριον. Ἐπιστραφείησαν καὶ αἰσχυνθείησαν σφόδρα διὰ τάχους, κ. τ. ἑ. Ἐὰν νικήσωμεν, τὰ ἀντιπα λαίοντα καταισχύνονται, μάλιστα ὅτε τις ὁ ἄνθρωπος τούτων κρείττων εὑρίσκεται, καὶ συγχέων ταράσσει αὐτὰ τῇ ἑαυτοῦ σοφίᾳ. Τάχα δὲ καὶ ἐπιστρέφει αὐτὰ αἰσχυνθέντα, καὶ ταχέως ὁ ἅγιος τοῦτο ποιεῖ. Τοῦ αὐτοῦ. Νοήσεις ταῦτα λέγεσθαι καὶ πρὸς τοὺς τὴν κατασκευὴν αὐτῷ κατεργασαμένους ἀοράτους ἐχθροὺς διαφθονουμένους τῇ κατὰ Θεὸν αὐτοῦ προ κοπῇ, καὶ μετὰ τὴν ἁμαρτίαν ἐπιβαίνοντας, ἐν οἷς ἔλεγον· «Οὐκ ἔστι σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ.» ΨΑΛΜΟΣ Ζʹ. Κύριε, ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα, σῶσόν με ἐκ πάντων τῶν διωκόντων με, καὶ ῥῦσαί με, μή ποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου, κ. τ. ἑ. Καθ' ἕκαστον τῶν ἐπὶ ἁμαρτίᾳ ἐρεθισμῶν, διωκό μεθα ὑπὸ τοῦ ἐνεργοῦντος τὸ ἐρεθίζον. ∆ιόπερ ἐκ τούτου νόει ὅσοι διώκουσι τὸν ἄνθρωπον, ἐξ ὧν ὁ Προφήτης ῥυσθῆναι εὔχεται, εἰ μὴ ῥυσθείη, τῆς ψυχῆς αὐτοῦ ὡς ὑπὸ λέοντος ἁρπασθησομένης. Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου, κ. τ. ἑ. Πρὸς ἀμνησικα 12.1180 κίαν