"Ἐδόθη μοι σκόλοψ τῇ σαρκὶ ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ, ἵνα μὴ ὑπεραίρωμαι"· 47.16 μήποτε μετὰ τῶν θαυμάτων καὶ ἡ ἄνεσις καὶ ἡ εὐθηνία καὶ ἡ τιμὴ αὐτῷ προσγενομένη εἰς τῦφον αὐτὸν ἐμβάλλῃ διαβολικὸν χαυνω θέντα. Ἐγκατελείφθη καὶ ὁ παραλυτικὸς δι' ἁμαρτίας, ὡς λέγει ὁ Ἰησοῦς· "Ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε". Ἐγκατελείφθη καὶ ὁ Ἰούδας προτιμήσας λόγου ἀργύριον, διὸ καὶ ἀπήγξατο. Ἐγκατελείφθη καὶ ὁ Ἠσαῦ καὶ περιέπεσεν ἀκολασίᾳ, προτιμήσας κόπρον ἐντέρων εὐλογίας πατρικῆς. 47.17 Ὡς ταῦτα πάντα συναισθανόμενον τὸν Παῦλον εἰπεῖν περί τινων μέν· "Ἐπειδὴ γὰρ οὐκ ἐδοκίμασαν τὸν θεὸν ἔχειν ἐν ἐπιγνώσει, παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς ἀδόκιμον νοῦν, ποιεῖν τὰ μὴ καθήκοντα"· περὶ δὲ ἑτέρων τινῶν τῶν δοκούντων ἔχειν γνῶσιν θεοῦ μετὰ διεφθαρμένης γνώμης· "Ἐπειδὴ γὰρ γνόντες τὸν θεὸν οὐ ὡς θεὸν ἐδό ξασαν ἢ ηὐχαρίστησαν, παρέδωκεν αὐτοὺς ὁ θεὸς εἰς πάθη ἀτιμίας"· ὡς ἐκ τούτου γινώσκειν ἡμᾶς ὅτι ἀμήχανόν ἐστι πεσεῖν τινὰ εἰς ἀκολασίαν μὴ ἐγκαταλειφθέντα ὑπὸ τῆς προ νοίας τοῦ θεοῦ". 48 .tΠερὶ Ἐλπιδίου 48.1 Ἐν τοῖς κατὰ Ἱεριχὼ σπηλαίοις τῶν Ἀμορραίων, ἃ πάλαι λελαξεύκεισαν φεύγοντες Ἰησοῦν τὸν τοῦ Ναυῆ ἐκπορθοῦντα τὸ τηνικαῦτα τοὺς ἀλλοφύλους εἰς τὸ ὄρος τοῦ ∆ουκᾶ, Ἐλπίδιός τις Καππαδόκης ἐς ὕστερον πρε σβυτερίου ἠξιωμένος, τοῦ μοναστηρίου γενόμενος Τιμοθέου τοῦ Καππάδοκος χωρεπισκόπου, ἀνδρὸς ἱκανωτάτου, ἐλθὼν παρῴκησεν ἐν ἑνὶ τῶν σπηλαίων· ὃς τοσαύτην ἐγκράτειαν ἀσκήσεως ἐνεδείξατο ὡς καλύψαι σύμπαντας. 48.2 Ζήσας γὰρ εἰκοσιπέντε ἔτη τὰς κυριακὰς μετελάμβανε μόνον καὶ τὸ σάββατον, τὰς νύκτας ἑστὼς καὶ ψάλλων. Ὧι καθάπερ βασιλίσκῳ τῶν μελισσῶν ἐν μέσῳ συνῴκει τὸ πλῆθος τῆς ἀδελφότητος, κἀγὼ δὲ συνῴκησα αὐτῷ, καὶ οὕτω τὸ ὄρος ἐπόλισε· καὶ ἦν ἐκεῖ ἰδεῖν διαφόρους πολιτείας. Τοῦτόν ποτε τὸν Ἐλπίδιον ψάλλοντα ἐν νυκτὶ καὶ συμψαλλόντων ἡμῶν σκορπίος ἔπληξεν· ὃς πατήσας αὐτὸν οὐδὲ μετέστη τῆς τοῦ σχήματος στάσεως ἀλογήσας τῆς κατὰ τὸν σκορπίον ὀδύνης. 48.3 Ἀδελφοῦ δέ τινος κατέχοντος μιᾶς τῶν ἡμερῶν κλήμα τος κόμμα, λαβὼν ἐν τῷ καθῆσθαι παρὰ τὴν ὄχθαν τοῦ ὄρους ἔχωσεν ὡς φυτεύων, καίπερ ἐν οὐ καιρῷ· ὃ εἰς τοσοῦ τον ηὐξήθη καὶ γέγονεν ἄμπελος ὡς σκεπάζειν τὴν ἐκκλησίαν. Ὧι συνετελειώθη καὶ Αἰνέσιός τις ἀνὴρ ἀξιόλογος, καὶ Εὐστά θιος ὁ ἀδελφὸς αὐτοῦ. Ἐπὶ τοσοῦτον δὲ ἤλασεν ἀπαθείας ταριχευθεὶς τὸ σῶμα ὡς ἥλιον διαφαίνειν αὐτοῦ τῶν ὀστέων. 48.4 Φέρεται δὲ διήγημα παρὰ τῶν σπουδαίων αὐτοῦ μαθητῶν ὅτι ἐπὶ δύσιν οὐδέποτε ἐστράφη τῷ ἐπικεῖσθαι τὸ ὄρος εἰς ὕψος τῇ τοῦ σπηλαίου θύρᾳ· οὐδὲ τὸν ἥλιον μετὰ ἕκτην ὥραν ὑπὲρ κορυφῆς γενόμενον καὶ κατὰ δύσιν κλίνοντα εἶδέ ποτε, οὐδὲ τοὺς κατὰ δυσμὰς ἀνατέλλοντας ἀστέρας, ἐπὶ εἰκοσιπέντε ἔτη· ὃς ἀφ' οὗ εἰσῆλθεν εἰς τὸ σπήλαιον οὐ κατῆλθε τοῦ ὄρους μέχρις οὗ ἐτάφη. 49 .tΠερὶ Σισιννίου 49.1 [Τούτου τοῦ Ἐλπιδίου μαθητὴς γέγονε Σισίννιος ὀνόματι, ἐξ οἰκετικῆς μὲν ὁρμώμενος τύχης ἐλεύθερος δὲ κατὰ τὴν πίστιν, τῷ γένει Καππαδόκης· δεῖ γὰρ καὶ τάδε σημαίνειν πρὸς δόξαν τοῦ ἐξευγενίζοντος ἡμᾶς Χριστοῦ, καὶ εἰς τὴν ἀληθινὴν ἀπάγοντος ἡμᾶς εὐγένειαν. Οὗτος χρονίσας παρὰ τῷ Ἐλπιδίῳ ἕκτον ἢ ἕβδομον ἔτος ἐς ὕστερον μνήματι ἑαυτὸν καθεῖρξε καὶ ἐπὶ τρία ἔτη ἐν τῷ μνήματι ἐν προσ ευχαῖς διετέλει, μὴ νύκτωρ μὴ μεθ' ἡμέραν μὴ καθίσας, μὴ ἀναπεσών, μὴ βαδίσας ἔξω. Οὗτος κατηξιώθη χαρίσμα τος κατὰ δαιμόνων. 49.2 Νυνὶ δὲ ἐπανελθὼν ἐπὶ τὴν πατρί δα ἠξιώθη πρεσβυτερίου, συναγαγὼν ἀδελφότητα ἀνδρῶν τε καὶ γυναικῶν, διὰ τῆς σεμνῆς πολιτείας καὶ τὸ ἑαυτοῦ ἄρρεν τῆς ἐπιθυμίας ἐλάσας καὶ τὸ τῶν γυναικῶν θῆλυ τῇ ἐγκρα τείᾳ φιμώσας, ὡς πληροῦσθαι τὸ γεγραμμένον· "Ἐν Χριστῷ Ἰησοῦ οὐκ ἔνι ἄρσεν καὶ θῆλυ". Ἔστι δὲ καὶ φιλόξενος καίπερ ὢν ἀκτήμων, εἰς ἔλεγχον τῶν ἀμεταδότων πλουσίων.] 50 .tΠερὶ Γαδδανᾶ 50.1 Ἔγνων γέροντα Παλαιστῖνόν τινα Γαδδανᾶν ὀνόματι, ὃς τὸν ἄστεγον ἔζησε βίον εἰς τοὺς περὶ τὸν Ἰορδάνην τό πους. Τούτῳ ποτὲ Ἰουδαῖοι κατὰ ζῆλον ἐπιθέμενοι ἐν τοῖς περὶ τὴν Νεκρὰν θάλασσαν τόποις ξίφος