1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

42

Θεὸν ἀντὶ τῶν οὐκ ὄντων ὀνομάζειν Θεὸν, καὶ τοῦ ἁγίου Πνεύματος τὴν χάριν ὑμνεῖν, καὶ κατηγορεῖν μὲν τῶν σοφῶν Βαβυλῶνος, ὡς τὴν θείαν οὐ δυνηθέντων γνῶναι γραφὴν, πα ρακαλεῖν δὲ τὸν τοῦ Θεοῦ προφήτην δῆλα ποιῆσαι τὰ ἀγνοούμενα. Ὑπισχνεῖται δὲ αὐτῷ καὶ τὴν πορ φυρίδα δώσειν, καὶ τὸν μανιάκην, καὶ τρίτην τάξιν τῆς βασιλείας. Ἀλλ' ὁ μακάριος ∆ανιὴλ, γελά σας τοῦ δυσσεβοῦς τὰς βασιλικὰς ὑποσχέσεις, εἶπεν αὐτῷ· "Τὰ δόματά σου σοὶ ἔστω, καὶ τὴν δωρεὰν τῆς οἰκίας σου ἑτέρῳ δός· ἐγὼ δὲ γραφὴν ἀνα γνώσομαι τῷ βασιλεῖ, καὶ τὴν σύγκρισιν γνωρίσω σοὶ, βασιλεῦ." Ἀποστολικὴ τῷ ὄντι τῶν προφη τῶν ἡ φωνή. Καὶ γὰρ ἐκείνους ὁ Κύριος κήρυκας ἀποστέλλων πᾶσιν ἀνθρώποις, παρεκελεύσατο, λέγων· "∆ωρεὰν ἐλάβετε, δωρεὰν δότε." Καὶ ὁ μακάριος οὗτος προφήτης ἔλεγε τῷ βασιλεῖ· "Τὰ δόματά σου σοὶ ἔστω, καὶ τὴν δωρεὰν τοῦ οἴκου σου ἑτέρῳ δός· ἐγὼ δὲ τὴν γραφὴν ἀναγνώσομαι τῷ βασιλεῖ, καὶ τὴν σύγκρισιν γνωρίσω σοι, βασιλεῦ." Οὐ γὰρ ἔμαθον τὰ θεῖα πωλεῖν, οὐδὲ μισθὸν ἀνθρώ πινον ὑπὲρ τῶν θείων μυστηρίων λαμβάνειν· προῖκα τοίνυν δέχου τῶν ἀγνοουμένων τὴν γνῶσιν. ιηʹ, ιθʹ. "Ὁ Θεὸς, φησὶν, ὁ ὕψιστος, τὴν βασι λείαν καὶ τὴν μεγαλωσύνην, καὶ τὴν τιμὴν, καὶ τὴν δόξαν ἔδωκε Ναβουχοδονόσορ, τῷ πατρί σου. Καὶ ἀπὸ τῆς μεγαλωσύνης, ἧς ἔδωκεν αὐτῷ, πάντες λαοὶ, καὶ φυλαὶ, καὶ γλῶσσαι ἦσαν τρέμοντες αὐτὸν, καὶ φοβούμενοι ἀπὸ προσώπου αὐτοῦ." Μὴ νομίσῃς, φησὶν, ὅτι τῇ οἰκείᾳ ῥώμῃ χρησάμενος ὁ σὸς πατὴρ ἅπασαν τὴν οἰκουμένην ὑπέταξε, καὶ τὰ 81.1388 μυρία τῶν ἐθνῶν γένη γλώσσαις χρώμενα διαφόροις ὑπὸ μίαν ἐποιήσατο βασιλείαν. Ὁ γὰρ τῶν ὅλων ∆εσπότης, τῶν ἁπάντων Ποιητὴς, ὁ σοφῶς ἅπαντα πρυτανεύων, αὐτῷ δέδωκε τὴν βασιλείαν, καὶ διὰ τὸν θεῖον ὅρον ὁ τοῦ πατρός σου φόβος τοῖς ὑπηκόοις ἐπέκειτο. "Καὶ οὓς ἐβούλετο αὐτὸς ὕψου, καὶ οὓς ἐβούλετο αὐτὸς ἐταπείνου." Τοσαύτην, φησὶν, ἔλαβε παρὰ τοῦ Θεοῦ τὴν ἐξουσίαν, ὡς δύνασθαι καὶ τοὺς ἐν ὕψει ὄντας ταπεινοὺς ἀποφαίνειν, καὶ τοὺς ἀφανεῖς λίαν καὶ εὐτελεῖς περιβλέπτους ποιεῖν. κʹ. "Καὶ ὅτε ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ τὸ πνεῦμα αὐτοῦ ἐκραταιώθη τοῦ ὑπερηφανεύσασθαι, κατηνέχθη ἀπὸ θρόνου τῆς βασιλείας αὑτοῦ." Ὥσπερ γὰρ, φησὶν, "αὐτὸς οὓς ἐβούλετο ὕψου, καὶ οὓς ἐβούλετο ἐταπείνου," οὐ ψήφῳ πάντως δικαίᾳ τοῦτο ποιῶν· οὕτως ὁ τῶν ἁπάντων Βασιλεὺς καὶ ∆εσπό της ἔδωκε μὲν ὡς ἠθέλησε, τῷ πατρί σου τὴν βασι λείαν, θεασάμενος δὲ αὐτὸν ἀμέτρῳ φρονήματι κεχρημένον, ἀλαζονικῶς τε καὶ τετυφωμένως τὴν βασιλείαν ἰθύνοντα, καὶ τῆς ὑπερηφανίας τὴν νόσον δεξάμενον, καὶ τῶν βασιλικῶν αὐτὸν ἐστέρησε θρόνων, καὶ τὴν παρὰ πάντων αὐτῷ προσφερομένην τιμὴν ἀφείλετο. Οὐ μόνης δὲ αὐτὸν τῆς βασιλείας ἐγύ μνωσε, ἀλλὰ καὶ τῶν κοινῶν συλλόγων ἐξήλασε, καὶ φρενοβλαβείᾳ καὶ λύττῃ παραδοὺς, ὄνοις ἀγρίοις καὶ θηρίοις συνδιάγειν παρεσκεύασεν. Ὧν γὰρ τὸ ἄγριον ἐμιμήσατο, τούτων τὸν βίον ἐδέξατο. Ἀναμιμνήσκει δὲ αὐτὸν, ὅτι καὶ πόαν ἤσθιεν δίκην βοῶν, καὶ γυμνὸς περινοστῶν, καὶ ὑπαίθριος ταλαιπωρῶν, τὴν μὲν προτέραν τοῦ σώματος ἀπέβαλε χρόαν, ἑτέραν δὲ εἰσεδέξατο, ἣν ὁ κρυμός τε καὶ ὁ φλογμὸς ἀπειργά σατο. Καὶ ταῦτα πάντα, φησὶν, ὑπέμεινεν, "Ἕως οὗ ἔγνω, ὅτι κυριεύει ὁ Ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ δίδωσιν αὐτήν." Ἀλλ' ἐκεῖνος μὲν τῇ πείρᾳ τὸ δέον μεμάθηκε, καὶ δι' αὐ τῶν ἐδιδάχθη τῶν πραγμάτων, ὡς τῶν μὲν ἀνθρω πίνων βέβαιον οὐδὲν, ὁ δὲ τῶν ἁπάντων Θεὸς, αἰώνιον ἔχων τὸ κράτος, ὡς θέλει κυβερνᾷ τὰ ἀνθρώπινα, καὶ οἷς ἂν ἐθελήσῃ τῆς βασιλείας ὀρέγει τὴν δω ρεάν. κβʹ. "Σὺ δὲ, φησὶν, ὁ υἱὸς αὐτοῦ Βαλτάσαρ, οὐκ ἐταπείνωσας τὴν καρδίαν σου κατενώπιον τοῦ Θεοῦ, οὐ ταῦτα πάντα ἔγνως;" Τοῖς γὰρ τοῦ σοῦ πατρὸς οὐκ ἐσωφρονίσθης κακοῖς, οὐδὲ μανθάνειν ἠθέλησας ἐξ ὧν ἐκεῖνος πέπονθεν, τοῦ Θεοῦ τὴν ἰσχύν. κγʹ. "Ἀλλ' ἐπὶ τὸν Κύριον τοῦ οὐρανοῦ ὑψώθης." Καλῶς διδάσκει τοὺς παρόντας, μὴ προσκυνεῖν τὰ ὁρώμενα, ἀλλὰ τὸν τούτων ∆ημιουργὸν καὶ ∆εσπότην· καὶ κατὰ ταὐτὸν καὶ τοῦ βασιλέως διελέγχει τὸν