De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
αὐτοῦ καὶ στὰς ἐκεῖσε, ἵστανται οἱ ἄρχοντες τοῦ κουβουκλείου ἔνθεν κἀκεῖθεν. οἱ δὲ σπαθαροκουβικουλάριοι ἵστανται ὄπισθεν αὐτῶν. οἱ δὲ πρωτοσπαθάριοι εὐνοῦχοι ἵστανται ὄπισθεν τοῦ βασιλέως. προσκαλεῖται δὲ ὁ πραιπόσιτος τοὺς βεστήτορας, καὶ περιβαλλόμενος ὁ βασιλεὺς τὴν χλαμύδα αὐτοῦ δι' αὐτῶν, ἐξέρχονται. εἶτα κατελθὼν ὀστιάριος ἵσταται ἐν τῷ βήλῳ, καὶ διΐστησι ἅμα τοῦ τῆς καταστάσεως μαγίστρους καὶ πατρικίους καὶ στρατηγοὺς καὶ ὀφφικιαλίους. καὶ εἰσερχόμενος ὁ ὀστιάριος ἵσταται κάτω ἐν τῷ βήλῳ, νεύσας δὲ ὁ βασιλεὺς τῷ πραιποσίτῳ, ὁ δὲ πραιπόσιτος τῷ ὀστιαρίῳ, εἰσάγει μαγίστρους καὶ πατρικίους καὶ στρατηγοὺς, καὶ εἰσελθόντες πίπτουσιν. ἀναστάντων δὲ αὐτῶν, λαμβάνει νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, καὶ λέγει ἐκεῖσε "κελεύσατε." ὁ δὲ βασιλεὺς δηριγευόμενος ὑπό τε τῶν ἀρχόντων τοῦ κουβουκλείου, πατρικίων τε καὶ στρατηγῶν, ἐξέρχεται ἐν τῷ ∆ανουβίῳ τρικλίνῳ. ἵστανται δὲ οἵ τε βαρβάτοι πρωτοσπαθάριοι καὶ ὁ δρουγγάριος τῆς βίγλης ἔνθεν καὶ ἔνθεν πλησίον τῆς θύρας. οἱ δὲ πα 544 τρίκιοι καὶ στρατηγοὶ ἅμα τῇ συγκλήτῳ πίπτουσιν. ἀναστάντων δὲ αὐτῶν, λαμβάνει νεῦμα ὁ πραιπόσιτος παρὰ τοῦ βασιλέως, καὶ αὐτὸς δίδωσι τὸν τῆς καταστάσεως, καὶ λέγει "κελεύσατε." δηριγευόμενος δὲ ὁ βασιλεὺς ὑπ' αὐτῶν διέρχεται ἕως πλησίον τοῦ κιονίου τοῦ κειμένου ἐγκαρσίως ἐν τῷ πληρώματι τοῦ ἐμβόλου, καὶ δέχεται ἐκεῖσε τὸν πατριάρχην μετὰ καὶ τῆς λιτῆς. λαβὼν δὲ κηρία παρὰ τοῦ πραιποσίτου καὶ εὐξάμενος, ἐπιδίδωσιν αὐτὰ πάλιν τῷ πραιποσίτῳ, προσκυνήσας δὲ τὸ ἄχραντον εὐαγγέλιον καὶ τὸν ζωοποιὸν σταυρὸν, προσκυνοῦσιν ἀμφότεροι ἀλλήλους, ὅ, τε βασιλεὺς καὶ ὁ πατριάρχης, καὶ ἀσπασάμενοι, λαμβάνει ὁ βασιλεὺς παρὰ τοῦ πραιποσίτου κηρίον λιτανίκιον, καὶ ὑποστρέψας διέρχεται διὰ τοῦ αὐτοῦ ἐμβόλου. ἄρχεται δὲ ὁ τῆς καταστάσεως τροπάριον· "ἐν τῇ γεννήσει τὴν παρθενίαν ἐφύλαξας." ψάλλοντες δὲ τὸ αὐτὸ τροπάριον οἱ τῆς προελεύσεως ἅπαντες, εἰσέρχονται ἐν τῷ νάρθηκι τοῦ μεγάλου ναοῦ. τὰ δὲ λοιπὰ πάντα τῆς τάξεως φυλάττονται ἐν τῇ αὐτῇ ἑορτῇ, καθὼς καὶ τῇ ὑπαπαντῇ. ἰστέον, ὅτι ὁ λογοθέτης τοῦ δρόμου καὶ ὁ ῥαίκτωρ καὶ ὁ πρωτοασηκρήτης καὶ ὁ μυστικὸς μετὰ τῶν χρυσοτρικλινιτῶν πρωτοσπαθαρίων ἵστανται ἐν τῷ Ἰωσηφιακῷ πόρτηκι. 545 ΚΕΦ. ιʹ. Ὅσα δεῖ παραφυλάττειν τῇ βʹ τῆς πρώτης ἑβδομάδος, τοῦ βασιλέως δημηγοροῦντος ἐπὶ τοῦ σιλεντίου τῆς μανναύρας. Περὶ ὥραν τρίτην δίδοται μεταστάσιμον, καὶ ἀπέρχεται ἅπασα ἡ σύγκλητος, καὶ ἵστανται κάτω τῶν γραδηλίων τῆς μανναύρας οἵ τε μάγιστροι καὶ πατρίκιοι καὶ οἱ βασιλικοὶ πάντες ἄνθρωποι καὶ πᾶς ὁ πολιτικὸς ὄχλος, ὅ,τε δρουγγάριος τῆς βίγλης μετὰ καὶ τοῦ τάγματος αὐτοῦ καὶ τῆς βασιλικῆς περιουσίας, καὶ ὁ δρουγγάριος τοῦ πλοΐμου μετὰ καὶ τῶν ὑπ' αὐτῷ πάντων. οἱ δὲ δεσπόται ἐξέρχονται ἀπὸ σκαραμαγγίων, φοροῦντες καὶ τὰ χρυσοπερίκλειστα αὐτῶν σαγία, καὶ διέρχονται διά τε τῶν διαβατικῶν τῶν ἁγίων μʹ καὶ τοῦ σίγματος καὶ τῆς τοῦ Κυρίου ἐκκλησίας, καὶ ἅπτουσιν ἐκεῖσε κηροὺς, καὶ ἀπὸ τῶν ἐκεῖσε διέρχονται διά τε τῆς σακέλλης καὶ τοῦ ὠάτου καὶ τοῦ ἀνάγοντος στενωποῦ εἰς τὸν τῆς μανναύρας ἡλιακὸν, καὶ εἰσέρχονται ἐν τῷ μεγάλῳ τρικλίνῳ, δηλονότι δηριγευόμενοι ὑπό τε τοῦ κουβουκλείου καὶ τῶν μαγλαβιτῶν καὶ τῆς ἑταιρείας. ἐκεῖσε γὰρ ἐν τῷ μεγάλῳ τρικλίνῳ κάτωθεν τῆς πλαγίας καμάρας τῆς δεξιᾶς πρὸς ἀνατολὴν ἵστανται τῶν δεσποτῶν χρυσᾶ σελλία. κἀκεῖσε μικρόν τι καθεζόμενοι, ἕως ἂν ὑπὸ τοῦ πραιποσίτου πάντα καλῶς εὐτρεπισθῶσιν, (ἐκνικᾷ γὰρ τὸ καθῆσαι τοὺς δεσπό 546 τας,) ἐξέρχεται ὁ πραιπόσιτος μετὰ καὶ τοῦ τῆς καταστάσεως πρὸς τὸ εὐτρεπίσαι τούς τε ἀσηκρήτας καὶ πάντα, ὅσα ἡ συνήθεια ἔχει. ἄνω γὰρ τῶν γραδηλίων μέχρι τοῦ τελευταίου τίθεται ἐπεύχιον, ἐν ᾧ ἵστανται οἱ δεσπόται· ἔνθεν δὲ κἀκεῖσε, ἤγουν δεξιὰ καὶ ἀριστερὰ, ἤγουν ἀπὸ τοῦ πρώτου γραδηλίου μέχρι τοῦ τελευταίου, ἵστανται στιχηδὸν οἵ τε ἀσηκρῆται καὶ νοτάριοι μέλλοντες ἐκλαβέσθαι τὰ ὑπὸ τοῦ βασιλέως δημηγορούμενα· ἄνω δὲ εἰς τὸ πρῶτον γραδήλιον ἐν τῷ πρὸς ἀνατολὰς δεξιῷ μέρει ἵστανται ὅ,τε λογοθέτης καὶ πρῶτος ἀσηκρήτης καὶ ὁ πρωτονοτάριος. ἰστέον, ὅτι, τῶν δεσποτῶν καθεζομένων, παρίστανται οἵ τε τοῦ κουβουκλείου πάντες καὶ οἱ τοῦ μαγλαβίου καὶ τῆς ἑταιρείας ἅμα καὶ τῶν χρυσοτρικλινιτῶν. ὅτε δὲ πάντα καλῶς εὐτρεπισθῶσιν, εἰσέρχεται ὁ πραιπόσιτος, καὶ προσκυνεῖ, σχηματοειδῶς πως τὴν κεφαλὴν ὑποκλίνων καὶ ταῖς χερσὶ μετρίως κουφίζων τὸ ἑαυτοῦ σαγίον, καὶ εὐθέως ἀνίστανται οἱ δεσπόται, καὶ ἐξερχόμενοι ἔξω τοῦ καγκέλλου ἵστανται ἄνω εἰς τὸ πρῶτον γραδήλιον, ἐν ᾧ καὶ τὸ ἐπεύχιον ἥπλωται, καὶ εὐθέως