καὶ «φῶς ἐθνῶν» παρὰ τῷ προφήτῃ Ἡσαΐᾳ λέγεται κατὰ τὸ «ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν»· καὶ τούτῳ τῷ φωτὶ πεποιθὼς ὁ ∆αβίδ φησιν ἐν εἰκοστῷ ἕκτῳ ψαλμῷ· «Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι;» 2.24.155 Πρὸς δὲ τοὺς τὴν περὶ αἰώνων ἀναπλά σαντας ἐν συζυγίαις μυθολογίαν καὶ οἰομένους ὑπὸ νοῦ καὶ ἀληθείας προβεβλῆσθαι λόγον καὶ ζωὴν οὐκ ἀπίθανον καὶ ταῦτα ἀπορῆσαι. Πῶς γὰρ ἡ κατ' αὐτοὺς «σύζυγος» τοῦ λόγου ζωὴ τὸ γεγονέναι ἐν τῷ «συζύγῳ» λαμβάνει; «Ὃ γέγονε, γάρ φησιν, ἐν αὐτῷ»-δηλονότι τῷ προειρη μένῳ λόγῳ-»ζωὴ ἦν». Λεγέτωσαν οὖν ἡμῖν, πῶς ἡ «σύζυγος» τοῦ λόγου ζωὴ γέγονεν ἐν τῷ λόγῳ, καὶ πῶς μᾶλλον τοῦ λόγου ἡ ζωὴ φῶς ἐστι τῶν ἀνθρώπων. 2.24.156 Εἰκὸς δὲ τοὺς εὐγνωμονεστέρους ἐν ταῖς ζητήσεσιν ἀνατρεπομένους, πληγέντας ὑπὸ τοῦ ἐπαπορήματος, ἀντε ρωτήσειν ἡμᾶς, καὶ αὐτοὺς θλιβομένους, ἐὰν μὴ εὕρωμεν αἰτίαν, δι' ἣν οὐχὶ λόγος εἴρηται τὸ φῶς τῶν ἀνθρώπων, ἀλλ' ἡ γενομένη ἐν τῷ λόγῳ ζωή. Πρὸς οὓς τοιαῦτα ἀποκρινού μεθα, ὅτι ζωὴ ἐνταῦθα οὐχ ἡ κοινὴ λογικῶν καὶ ἀλόγων λέγεται, ἀλλ' ἡ ἐπιγινομένη τῷ ἐν ἡμῖν συμπληρουμένῳ λόγῳ, τῆς μετοχῆς ἀπὸ τοῦ πρώτου λαμβανομένης λόγου· καὶ κατὰ μὲν τὸ ἀποστραφῆναι τὴν δοκοῦσαν ζωήν, οὐκ οὖσαν δὲ ἀληθῶς, καὶ ποθεῖν χωρῆσαι τὴν ἀληθῶς ζωὴν πρῶτον κοι νωνοῦμεν αὐτῇ, ἥτις γενομένη ἐν ἡμῖν καὶ φωτὸς γνώσεως ὑπόστασις γίνεται. 2.24.157 Καὶ τάχα αὕτη ἡ ζωὴ παρ' οἷς μὲν δυνάμει καὶ οὐκ ἐνεργείᾳ φῶς ἐστι, τοῖς τὰ τῆς γνώσεως ἐξετάζειν μή φιλοτιμουμένοις, παρ' ἑτέροις δὲ καὶ ἐνεργείᾳ γινομένη φῶς· δῆλον δὲ ὅτι παρ' οἷς κατορθοῦται τὸ ὑπὸ τοῦ Παύλου προστεταγμένον «ζηλοῦτε τὰ χαρίσματα τὰ κρείττονα»· μεῖζον δὲ τῶν χαρισμάτων τὸ καὶ πάντων προτεταγμένον, ὅπερ ἐστὶ λόγος σοφίας, καὶ <ὃ> τούτῳ ἕπεται λόγος γνώσεως. Περὶ δὲ τῆς διαφορᾶς αὐτῶν, παρακειμένων ἀλλήλοις τῶν σημαινομένων σοφίας καὶ γνώσεως, οὐ τοῦ παρόντος ἐστὶν εἰπεῖν καιροῦ. 2.25.n Καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. 2.25.158 Ἔτι περὶ τοῦ τῶν ἀνθρώπων, ἐπεὶ προτέτακται, ζητοῦμεν φωτός, οἶμαι δ' ὅτι καὶ τοῦ ἐναντίου, καλουμένου «σκοτίας», ἂν δὲ οὕτω δοκιμασθείσης, -»τῶν ἀνθρώπων» φημί-ὅτι τάχα γενικόν ἐστι τὸ «φῶς τῶν ἀνθρώπων» δύο ἰδικῶν πραγμάτων, ὁμοίως δὲ καὶ ἡ σκοτία αὐτῶν. Ἔστι γὰρ τὸν τὸ φῶς τῶν ἀνθρώπων κεκτημένον καὶ κοινωνοῦντα τῶν αὐγῶν αὐτοῦ ἔργα φωτὸς ἐπιτελεῖν καὶ γινώσκειν φωτιζόμενον φῶς γνώσεως. Τὸ δὲ ἀνάλογον καὶ ἐκ τῶν ἐναντίων νοητέον, τῶν τε μοχθη ρῶν πράξεων καὶ τῆς νομιζομένης γνώσεως, οὐκ οὔσης κατὰ ἀλήθειαν, τὸν λόγον τῆς σκοτίας ἐχόντων. 2.25.159 Καὶ ὅτι μὲν τὰ προστάγματα φῶς ὁ ἱερὸς οἶδε λόγος, φησὶν <γὰρ> ὁ Ἡσαΐας· «∆ιότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς» καὶ ὁ ∆αβὶδ ἐν ιηʹ ψαλμῷ· «Ἡ ἐντολὴ κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς». Ὅτι δὲ φῶς παρὰ τὰ προστάγματα καὶ τὰς ἐντολὰς ἐστί τι γνώσεως, παρά τινι τῶν δώδεκα εὕρομεν· «Σπείρατε ἑαυτοῖς εἰς δικαιοσύνην, τρυγήσατε εἰς καρπὸν ζωῆς, φωτίσατε ἑαυτοῖς φῶς γνώ σεως». 2.25.160 Ὡς γὰρ ὄντος καὶ ἑτέρου φωτὸς παρὰ τὰς ἐντολὰς τῆς γνώσεως λέγεται τὸ «Φωτίσατε ἑαυτοῖς φῶς», οὐχ ἁπλῶς «φῶς» ἀλλὰ ποιὸν φῶς, ὅτι τὸ «τῆς γνώσεως»· εἰ γὰρ πᾶν φῶς, ὃ φωτίζει ἄνθρωπος ἑαυτῷ, «φῶς γνώσεως» ἦν, μάτην <ἂν> προσέκειτο τὸ «Φωτίσατε ἑαυτοῖς φῶς γνώσεως». Πάλιν ὅτι ἡ σκοτία ἐπὶ τῶν μοχθηρῶν ἔργων παραλαμβά νεται, διδάσκει ὁ αὐτὸς ἐν τῇ ἐπιστολῇ Ἰωάννης φάσκων, ὅτι «ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ' αὐτοῦ, καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλή θειαν» καὶ πάλιν· «Ὁ λέγων ἐν τῷ φωτὶ εἶναι καὶ τὸν ἀδελφὸν αὑτοῦ μισῶν, ἐν τῇ σκοτίᾳ ἐστὶν ἕως ἄρτι» καὶ ἔτι· «Ὁ δὲ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ σκοτίᾳ ἐστὶ καὶ ἐν τῇ σκοτίᾳ περιπατεῖ καὶ οὐκ οἶδε ποῦ ὑπάγει, ὅτι ἡ σκοτία ἐτύφλωσε τοὺς ὀφθαλμοὺς αὐτοῦ». 2.25.161 Τὸ γὰρ ἐν τῷ σκότῳ περιπατεῖν ἐμφαίνει τὴν ψεκτὴν πρᾶξιν· καὶ τὸ μισεῖν δὲ τὸν