χρήσιμον τὸ ῥητόν. Εἰ ἐποίησα, φησὶ, τοῦτο ὃ πάσχω· εἰ ἐπανέστην τῷ πατρὶ, ἢ παρενόμησα. Προ βάλλεται γὰρ τὸ ἀμνησίκακον, τὸν τοῦ Θεοῦ ἔλεον ἐκκαλούμενος. Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενὸς, κ. τ. ἑ. Εἰ ὁ παιδαγωγὸς νόμος συγχωρεῖ ἀνταποδιδόναι κακὰ, ὡς νηπίοις τοῖς παιδαγωγουμένοις ἔτι, οὗτος οὐκ ἔτι νήπιος ἦν ἐν Χριστῷ, ἀλλ' ἔκτοτε εὐαγγελικός τις. «Ἀποπέσοιμι ἄρα.» Ὁ μὲν δίκαιος νικήσας, πλήρης ἀπὸ τῶν ἐχθρῶν ἐξέρχεται· ὁ δὲ φαῦλος, ὡς νικηθεὶς, ἀποπίπτει αὐτῶν κενὸς, καὶ οὐδὲν ἔχων πληρώματος. Τοῦ αὐτοῦ. Κενός ἐστιν ὁ μὴ λέγων· «Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν.» Οἱ δὲ τοιοῦτοι καὶ κάλαμοι λέγονται τρέφοντες ἐν ἑαυτοῖς θηρία, περὶ ὧν εἴρηται· «Ἐπιτίμησον τοῖς θηρίοις καλάμου.» Καὶ, «Ὁ διάβολος δὲ παρὰ πά πυρον κοιμᾶται,» φησὶν ὁ Ἰὼβ, «καὶ βούτομον, καὶ κάλαμον.» Αὐτὸς γάρ ἐστι βασιλεὺς τῶν ἐν τοῖς ὕδασι. Καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου, καὶ καταλάβοι, καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου, καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι, κ. τ. ἑ. Ἡ ζωὴ τοῦ ἔτι τὴν εἰκόνα τοῦ χοϊκοῦ φοροῦντος καταπεπάτηται ὑπὸ τοῦ ἐχθροῦ εἰς γῆν. Οὗτος δὲ, κἂν δοξάζεσθαί ποτε δοκῇ, κατεσκήνωσεν αὐτοῦ ἡ δόξα εἰς χοῦν, ὡς τῶν ποιούντων τι διὰ δό ξαν καὶ τὸν παρὰ πολλῶν ἔπαινον, ἢ τὴν παρ' αὐ τῶν ἀποδοχήν. Ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου, ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν μου, κ. τ. ἑ. Οὐ σωμα τικῶς νοητέον τὸ, «ἀναστῆναι,» ἀλλὰ τὸ τιμωρη τικὸν καὶ ἀναλωτικόν. Τοῦ αὐτοῦ. Εἰ ἡ ὀργὴ τοῦ Θεοῦ παιδεύει τοὺς μὴ λόγῳ παιδευθῆναι θελήσαντας αὐτοῦ, ὁ ταῦτα λέγων παιδευθῆναί τινας εὔχεται. Ὅταν δὲ τέλος καὶ πέρας λάβῃ ἡ ἔχθρα, τῶν ἐχθρῶν τοῦ Χριστοῦ καταργουμένων, ὑψοῦται ἐν αὐτοῖς πέρασι τῶν ἐχ θρῶν ὁ Κύριος, καὶ καθ' ἕκαστον τῶν διὰ κακίας ἐχθρῶν Χριστοῦ ὑψοῦται ὁ Κύριος, πέρας λαβούσης τῆς ἔχθρας, καὶ ἀρχὴν ἐχούσης τῆς καταλλαγῆς καὶ φιλίας. Τὸ δὲ ὅμοιον ἐρεῖς καὶ περὶ τῶν ἐχθρῶν τοῦ δικαίου. Ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστά γματι ᾧ ἐνετείλω, καὶ συναγωγὴ λαῶν κυκλώσει σε, κ. τ. ἑ. Ἀντὶ τοῦ, Μεθ' οὗ ἐνετείλω προσ τάγματος ἐξεγέρθητι, προστάσσων αὐτὸ δυνάμεσι συνεργούσαις τῇ κυκλούσῃ σε συναγωγῇ λαῶν. Καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον. Κύριος κρινεῖ λαοὺς, κ. τ. ἑ. Εἰς τὸ ὕψος ὅθεν κατα βέβηκας, ἐπίστρεψον μετὰ τὴν ἀνάστασιν. 12.1181 Τοῦ αὐτοῦ. «Ὅταν ὑψωθῶ, φησὶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν.» Συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν, κ. τ. ἑ. Ὅταν οὐκέτι ἁμαρτάνῃ τις, συντελεῖται αὐτοῦ ἡ πονηρία· ἢ πονηρία τῶν ἁμαρτωλῶν ὁ διάβολός ἐστι. Ἐὰν μὴ ἐπιστραφῆτε, ἕως τοῦ, καταβήσεται, κ. τ. ἑ. Μήποτε παρασεσιωπημένως ταῦτα περὶ τοῦ διαβόλου εἴρηται. Οὗτος γὰρ πρὸς τούτοις καὶ ὠδίνησεν ἀδικίαν καὶ τὰ ἑξῆς, ὀργὴ τυγχάνων. Ὁ Πατὴρ δὲ τοῦ εἰπόντος· «Ἐγώ εἰμι ἡ ζωὴ,» οὐχ ἑτοιμάζει ἐν τῷ τόξῳ αὐτοῦ σκεύη θανάτου· τίθησι γοῦν τὸ τόξον αὐτοῦ ἐν τῇ νεφέλῃ, ἵνα μὴ ἐπαγάγῃ ὕδωρ κατακλυσμοῦ ἐπὶ τὴν γῆν. ∆ιὸ περὶ τοῦ δια βόλου ταῦτα λέγεσθαι νομιστέον. Καὶ πεπυρωμένα τοῦ πονηροῦ ἐστιν, ἃ ἐξειργάσατο τοῖς καιομένοις καὶ πυρουμένοις ὑπὸ παθῶν. Τοῦ αὐτοῦ εἰς τό· Καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου, κ. τ. ἑ. Σκεύη θανάτου εἰσὶν ἀκά θαρτα λογικὰ, ἢ αἱ τὸν θάνατον ἔχουσαι ψυχαί· ὡς σκεύη ζωῆς αἱ τὴν ζωὴν ἔχουσαι ψυχαί. Οὕτω γὰρ καὶ Παῦλον σκεῦος ἐκλογῆς ὠνόμασεν ὁ Κύριος. Ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον, καὶ ἔτεκεν ἀνομίαν, κ. τ. ἑ. Ὁ μὴ φιλόθεος, ἀλλὰ φιλήδονος, ἀνάλογον αἷς δουλεύει ἡδοναῖς συλλαμβάνει πόνον ἕνα συνημμένον, καὶ μὴ ἔχοντα μεταξὺ διά λειμμα, καὶ ὠδίνει ἀδικίαν, καὶ τίκτει ἀνομίαν. Ἐκ δὲ τῶν ἐναντίων ὁ μὴ φιλήδονος, ἀλλὰ φιλόθεος, ἀνά λογον οἷς ἀναδέχεται δι' ἀρετὴν πόνοις, συλλαμβάνει εὐπάθειαν, τὴν χαρὰν, μίαν συνημμένην, καὶ μὴ ἔχουσαν μεταξὺ διάλειμμα, καὶ ὠδίνει δικαιοσύνην, καὶ τίκτει εὐνομίαν· καὶ οὕτως τέκνον γίνεται εὐνο μίας, ἀνομίαν ἑκάστην μισῶν. Τοῦ αὐτοῦ εἰς τὸ αὐτό. Ἔτεκεν ἀνομίαν, ἐπειδὴ συνέλαβε πόνον, καὶ ὠδίνησεν ἀδικίαν. Αὕτη γάρ ἐστιν ἀκολουθία φύσεως. Ὠδίνησεν Ἀχιτόφελ τὴν πονηρὰν εἰσηγησάμενος