γυμνώσαντες ἐπῆλ θον. Καὶ συνέβη πρᾶγμα τοιοῦτον· ἐν τῷ τὸ ξίφος ἐπᾶραι καὶ βουληθῆναι σπᾶσαι κατὰ τοῦ Γαδδανᾶ ἀπεξηράνθη ἡ χεὶρ τοῦ τὸ ξίφος γυμνώσαντος, πεσόντος τοῦ ξίφους ἀπὸ τῆς δεξιᾶς τοῦ ἔχοντος. 51 .tΠερὶ Ἠλία 51.1 Ἠλίας πάλιν μονάζων ἐν τοῖς αὐτοῖς τόποις ἐν σπηλαίῳ κατῴκει σεμνοτάτου βίου καὶ ἐνθέσμου ὑπάρχων. Οὗτος μιᾶς τῶν ἡμερῶν ἀδελφῶν αὐτῷ ἐπεληλυθότων πλειό νων, ἦν γὰρ πάροδος ὁ τόπος, ἐλείφθη ἄρτων. Καὶ ἐπλη ροφόρησεν ἡμᾶς ὅτιπερ "Λιποθυμήσας ἐν τῷ πράγματι εἰσελθὼν ἐν τῷ κελλίῳ τρεῖς εὗρον ἄρτους· καὶ φαγόντων εἴκοσι ὄντων εἰς κόρον ἀπ' αὐτῶν εἷς περιέσσευσεν, ᾧ ἐχρη σάμην ἐπὶ εἰκοσιπέντε ἡμέρας". 52 .tΠερὶ Σαβᾶ 52.1 [Σαβᾶς τις ὀνόματι, κοσμικός, τῷ γένει Ἱεριχούν τιος, γυναῖκα ἔχων, τοσοῦτον ἐγένετο φιλομόναχος ὡς κυ κλεύειν ἀνὰ τὰς κέλλας καὶ τὴν ἔρημον ἐν ταῖς νυξί, καὶ καθ' ἑκάστην μονὴν ἔξω τιθέναι φοινίκων μόδιον ἕνα καὶ λαχάνων τὸ αὔταρκες, διὰ τὸ μὴ ἐσθίειν ἄρτον τοὺς ἀσκητὰς τοὺς κατὰ τὸν Ἰορδάνην. Τούτῳ μιᾶς τῶν ἡμερῶν λέων ὑπήντησε, καὶ καταλαβὼν αὐτὸν ἀπὸ σημείου ἑνὸς ὦσε καὶ κατέστρεψε, καὶ τὸν ὄνον λαβὼν ἀνεχώρησεν.] 53 .tΠερὶ Ἀβραμίου 53.1 Ἀβράμιός τις γέγονε τῷ γένει Αἰγύπτιος, τραχύτα τον καὶ ἀγριώτατον βίον ζήσας ἐν τῇ ἐρήμῳ. Ὃς πληγεὶς τὴν φρένα ὑπὸ ἀκαίρου οἰήσεως ἐλθὼν ἐν τῇ ἐκκλησίᾳ διε μάχετο τοῖς πρεσβυτέροις λέγων ὅτι "Πρεσβύτερος ἐχειρο τονήθην παρὰ τοῦ Χριστοῦ ταύτῃ τῇ νυκτί, καὶ δέξασθέ με ἱερατεύοντα". Ὃν οἱ πατέρες διαχωρίσαντες τῆς ἐρήμου, καὶ ἐπὶ τὸν παχύτερον καὶ ἀδιαφορώτερον ἀγαγόντες βίον, ἀπεθεράπευσαν τῆς ὑπερηφανίας, εἰς γνῶσιν αὐτὸν ἀγαγόν τες τῆς οἰκείας ἀσθενείας παιχθέντα ὑπὸ τοῦ δαίμονος. 54 .tἜτι περὶ τῆς ἁγίας Μελανίου 54.1 Περὶ τῆς θαυμασίας καὶ ἁγίας Μελανίου ἀκρο θιγῶς μὲν καὶ ἄνω διηγησάμην, οὐδὲν ἧττον καὶ τὰ λείψανα νῦν ἐξυφανῶ τῷ λόγῳ. Αὕτη μὲν ὅσην ὕλην ἀνήλωσεν ἐν τῷ θείῳ ζήλῳ καθάπερ πυρὶ φλέξασα οὐκ ἐμὸν τὸ διηγή σασθαι ἀλλὰ καὶ τῶν τὴν Περσίδα οἰκούντων. Τῆς γὰρ εὐποιίας αὐτῆς οὐκ ἠστόχησεν οὐδείς, οὐκ ἀνατολὴ οὐ δύσις οὐκ ἄρκτος οὐ μεσημβρία. 54.2 Τριακοστὸν μὲν γὰρ καὶ ἕβδομον ἔτος ξενιτεύσασα ἰδίοις ἀναλώμασιν ἐπήρκεσε καὶ ἐκκλησίαις καὶ μοναστηρίοις καὶ ξένοις καὶ φυλακαῖς, χορη γούντων αὐτῇ καὶ τῶν πρὸς γένος καὶ αὐτοῦ τοῦ υἱοῦ καὶ τῶν ἰδίων ἐπιτρόπων τὰ χρήματα. Ἥτις ἐπὶ τοσοῦτον ἐγκαρ τερήσασα τῇ ξενιτείᾳ οὐδὲ σπιθαμὴν ἐκτήσατο γῆς, οὐκ ἐξειλκύσθη ὑπὸ τῆς τοῦ υἱοῦ ἐπιθυμίας, οὐκ ἐμέρισεν αὐτὴν τῆς πρὸς τὸν Χριστὸν ἀγάπης ὁ τοῦ μονογενοῦς υἱοῦ πόθος· 54.3 ἀλλὰ ταῖς προσευχαῖς αὐτῆς ὁ νεώτερος εἰς ἄκρον παι δείας καὶ τρόπων ἤλασε καὶ γάμον τὸν ἐπίδοξον, καὶ ἔντος τῶν κοσμικῶν ἀξιωμάτων ἐγένετο· ὃς ἔσχε καὶ τέκνα δύο. Μετὰ πολλοὺς οὖν χρόνους ἀκούσασα περὶ τῆς καταστάσεως τῆς ἐγγόνης, ὅτι ἔγημε καὶ προαιρεῖται ἀποτάξασθαι, φοβη θεῖσα μήποτε περιρραγῶσι κακοδιδασκαλίᾳ ἢ αἱρέσει ἢ κα κοζωίᾳ, ἑξήκοντα ἐτῶν γραῦς ἐνέβαλεν ἑαυτὴν εἰς πλοῖον, καὶ ἀπὸ τῆς Καισαρέων ἀποπλεύσασα δι' εἴκοσι ἡμερῶν παραγίνεται εἰς τὴν Ῥώμην. 54.4 Κἀκεῖσε συντυχοῦσα τὸν μὲν μακαριώτατον ἄνδρα καὶ ἀξιόλογον Ἀπρονιανόν, Ἕλληνα ὄντα, κατήχησε καὶ χριστιανὸν ἐποίησε, πείσασα αὐτὸν καὶ ἐγκρατεύεσθαι μετὰ τῆς ἰδίας γυναικός, ἀνεψιᾶς ταύτης, καλουμένης Ἀβίτας. Στερεώσασα δὲ καὶ τὴν ἰδίαν ἐγγόνην Μελάνιον σὺν τῷ ταύτης ἀνδρὶ Πινιανῷ, καὶ κατηχήσασα Ἀλβίναν τὴν ἑαυτῆς νύμφην, γυναῖκα δὲ τοῦ υἱοῦ αὐτῆς, καὶ παρασκευάσασα πάντας τούτους διαπωλῆσαι τὰ ὑπάρ χοντα αὐτοῖς, τῆς Ῥώμης ἐξήγαγε, καὶ ἐπὶ τὸν σεμνὸν καὶ γαληνιῶντα λιμένα τοῦ βίου ἤγαγε. 54.5 Καὶ οὕτως πρὸς πάντας ἐθηριομάχησε τοὺς συγκλητικοὺς καὶ τὰς ἐλευθέρας κωλύοντας αὐτὴν ἐπὶ τῇ ἀποταξίᾳ τῶν λοιπῶν οἴκων. Ἡ δὲ ἔλεγεν αὐτοῖς· "Παιδία, γέγραπται πρὸ τετρακοσίων ἐτῶν ὅτι "Ἐσχάτη ὥρα ἐστί". Τί ἐμφιλοχωρεῖτε τῇ μα ταιότητι τοῦ βίου, μήποτε φθάσωσιν αἱ ἡμέραι τοῦ ἀντι χρίστου, καὶ μὴ ἀπολαύσητε ὑμῶν τοῦ πλούτου καὶ τῶν προγονικῶν πραγμάτων." 54.6 Καὶ τούτους πάντας ἐλευ θερώσασα