1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

43

τύφον, καὶ διδάσκει, ὡς ὁ μέγιστος οὐρανὸς δημι ουργὸν ἔχει τὸν ἀόρατον Θεόν. Σὺ δὲ, φησὶν, ὑψηλο 81.1389 τέραν ἀπέφηνας τὴν καρδίαν σου, οὐ τοῦ οὐρανοῦ, ἀλλὰ τοῦ Θεοῦ τοῦ οὐρανοῦ, τοῦ Κυρίου πάσης κτί σεως. Οὐ γὰρ ἂν, εἰ μὴ τοσοῦτον τύφον ἐνόση σας, τὰ σκεύη τοῦ οἴκου αὐτοῦ ἐνεχθῆναι προσ έταξας. "Καὶ σὺ καὶ οἱ μεγιστᾶνές σου, καὶ αἱ παράκοιτοί σου, καὶ αἱ παλλακαί σου ἐπίνετε οἶνον ἐν αὐτοῖς·" τουτέστιν, εἰς οἰνοφλυγίαν καὶ μέθην ἀπεχρήσω τοῖς τῷ Θεῷ ἀνακειμένοις σκεύεσιν. Εἶτα τὴν τῆς ἀσεβείας ὑπερβολὴν τραγῳδῶν, "Καὶ τοὺς θεοὺς, φησὶ, τοὺς χρυσοῦς, καὶ ἀργυροῦς, καὶ χαλ κοῦς, καὶ σιδηροῦς, καὶ ξυλίνους, καὶ λιθίνους ᾔ νεσας." Καὶ ἐπιμένων τῇ κωμῳδίᾳ· "Οἳ οὐ βλέ πουσι, καὶ οὐκ ἀκούουσι, καὶ οὐ γινώσκουσι." Καὶ μὴν ἠδύνασαι συνιδεῖν τὸ ἐκείνων ἀδρανὲς, ἔκ τε τῆς ὕλης, καὶ ἐκ τῆς ἐπικειμένης αὐτῇ τέχνης, καὶ πρὸς τούτοις ἐκ τῆς τῶν μορίων ἀναισθησίας· γνώ σεως γὰρ, καὶ ὄψεως, καὶ ἀκοῆς ἐστέρηνται, καὶ τῶν αἰσθήσεων οὐδὲ τὴν μίαν ἐνέργειαν ἔσχον, ἀλλὰ μόνα γυμνὰ τὰ ἰνδάλματα. Σὲ δὲ οὐδὲ τοῦτο ἔπεισε συν ιδεῖν τὸ δέον, ἀλλὰ τοὺς μὲν θεοὺς ὠφελεῖν μὴ δυναμένους αἰνῶν διατελεῖς. "Τὸν δὲ Θεὸν, οὗ ἡ πνοή σου ἐν τῇ χειρὶ αὐτοῦ, καὶ πᾶσαι αἱ ὁδοί σου, αὐτὸν οὐκ ἐδόξασας." Καλῶς δὲ, καὶ μάλα σο φῶς ἐκ παραλλήλου τεθεικὼς τά τε εἴδωλα καὶ τὸν τῶν ἁπάντων Θεὸν, διὰ τὴν τῶν ἀκουόντων ὠφέλειαν, καὶ δείξας ἐκεῖνα μήτε βλέποντα μήτε ἀκούοντα, οὐκ ἐπήγαγε περὶ τοῦ τῶν ὅλων Θεοῦ, ὅτι βλέπει, καὶ ἀκούει, καὶ γινώσκει, ἀλλὰ τὸ μεῖζον ἁπάντων τέ θεικεν, ὅτι "Ἡ ζωή σου καὶ αἱ ὁδοί σου ἐν τῇ χειρὶ αὐτοῦ·" μεῖζον γάρ ἐστι τοῦ ζῇν τὸ καὶ τοῖς ἄλλοις παρέχειν ζωὴν, καὶ ἀφαιρεῖσθαι πάλιν αὐτὴν ὅταν θέλῃ. Ἔδειξε τοίνυν, ὅτι τὰ μὲν εἴδωλα καὶ ζωῆς καὶ αἰσθήσεως ἁπάσης ἐστέρηνται· ὁ δὲ τῶν ὅλων ∆εσπότης Θεὸς πάσης τῆς ζωῆς ἐστι χορηγὸς, καὶ ταύτην δίδωσί τε καὶ λαμβάνει, κυβερνῶν ὡς θέλει. Ἀλλ' ὅμως, φησὶ, τοῦτον τὸν τοιοῦτον, τὸν τοσοῦ τον, τὸν τῆς ζωῆς καὶ τελευτῆς ἐξουσίαν ἔχοντα, τὸν βασιλέας χειροτονοῦντα καὶ καταλύοντα, τοῦτον οὐ μόνον οὐχ ὑμνήσας, μᾶλλον δὲ καὶ ἐμπαροινῶν διατελεῖς, τοῖς ἀφορισθεῖσιν αὐτῷ σκεύεσιν ἐν τρυφῶν. κδʹ. "∆ιὰ τοῦτο ἐκ προσώπου αὐτοῦ ἀπεστάλη ἀστράγαλος χειρὸς, καὶ τὴν γραφὴν ταύτην ἐνέταξεν." Καὶ οὐκ εἶπεν, Αὐτὸς γέγραφεν, ἀλλ', "Ἀπεστάλη ἐκ προσώπου αὐτοῦ ἀστράγαλος χειρός·" τουτέστι, γρα φῆναι προσέταξε, καὶ οὐδὲ ὅλον ἔδειξέ σοι τὸν γρά ψαντα, ἀλλ' ἐξελέγξαι σου τὸν τύφον ἐθελήσας, μόνοις σε δακτύλοις ἐξέπληξε, καὶ τοσούτου δέους ἐνέπλησε. Μάθε δὲ, φησὶ, καὶ αὐτὴν τὴν γραφὴν, καὶ τῆς γραφῆς ἑρμηνείαν. κεʹ, κʹ. "Ἡ μὲν οὖν γραφή ἐστιν αὕτη· Μανὴ, Θεκὲλ, Φαρές· τὸ δὲ σύγκριμα τοῦ ῥήματος τοῦτο." 81.1392 Σύγκριμα δὲ τὴν ἑρμηνείαν καλεῖ. "Μανή· ἐμέ τρησεν ὁ Θεὸς τὴν βασιλείαν σου, καὶ ἐπλήρωσεν αὐτήν·" τουτέστιν, εἶδέ σε τῆς βασιλείας ἀνάξιον, καὶ ταύτης γυμνὸν ἐδοκίμασεν ἀποφῆναι. κζʹ. "Θεκέλ· ἐστάθη ἐν ζυγῷ, καὶ ηὑρέθη ὑστε ροῦσα." Ἐδίδαξε δὲ οὐκ ἐκεῖνον μόνον, ἀλλὰ καὶ ἡμᾶς διὰ τούτων ὁ προφήτης, ὡς οὐδὲν ἀστάθμη τον παρὰ τῷ Θεῷ, ἀλλὰ καὶ ὁ ἔλεος καὶ ἡ μακροθυμία μέτρῳ τινὶ καὶ σταθμῷ τοῖς ἀνθρώποις παρέχεται. Ἐπειδὴ τοίνυν, φησὶ, ὑπερέβης τῆς φιλανθρωπίας τοὺς ὅρους, δέχου τὴν θείαν ἀπόφασιν. κηʹ. "Φαρές· διῃρέθη ἡ βασιλεία σου, καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις." Ἀναγκαῖον δὲ ζητῆσαι, τί δήποτε τὸν μὲν Ναβουχοδονόσορ παιδεύσας ὁ τῶν ὅλων Θεὸς πάλιν εἰς τὴν βασιλείαν ἐπανήγαγε, τοῦ τον δὲ παραυτίκα καὶ τῆς βασιλείας ἐστέρησε, καὶ τῆς ζωῆς. Σκοποῦντες τοίνυν εὑρίσκομεν, πρῶ τον μὲν, ὅτι Ναβουχοδονόσορ ἕτερον ἀσεβείας τίσαντα δίκας οὐκ ἐθεάσατο, διὸ καὶ συγγνώμης αὐτὸν ἠξίω σεν ἡ δικαία τοῦ Θεοῦ ψῆφος· οὗτος δὲ, τὴν μεγίστην τοῦ πατρὸς θεασάμενος τιμωρίαν, οὐδὲν ἐκεῖθεν ἀπώνατο. Εἰκότως τοίνυν ὁ δίκαιος κριτὴς ἐπ' ἐκεί νου μὲν ῥητῷ χρόνῳ τὴν τιμωρίαν περιώρισε, τοῦτον δὲ οὐδεμιᾶς συγγνώμης ἠξίωσεν. Ἄλλως τε καὶ πάντα προορῶν ὁ Θεὸς τὰ ἐσόμενα, καὶ οὕτως αὐτὰ σαφῶς γινώσκων ὡς ἤδη γενόμενα, ἐκείνου μὲν προειδὼς τὴν μεταμέλειαν, οὕτω τὰ κατ' αὐτὸν ᾠκονόμησε, τούτου δὲ