1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

43

λάρνακος λίθους εἰς τὰ ὀπίσω πεπομφέναι καὶ ἀνθρώπους ἐκ τῶν λίθων γεγενῆσθαι· ὅθεν φασὶν λαοὺς προσαγορεύεσθαι τὸ πλῆθος ἀνθρώπων. ἄλλοι δ' αὖ Κλύμενον εἶπον ἐν δευτέρῳ κατακλυσμῷ γεγονέναι. Ὅτι μὲν οὖν ἄθλιοι καὶ πάνυ δυσσεβεῖς καὶ ἀνόητοι εὑρίσκονται οἱ τὰ τοιαῦτα συγγράψαντες καὶ φιλοσοφήσαντες ματαίως, ἐκ τῶν προειρημένων δῆλόν ἐστιν. ὁ δὲ ἡμέτερος προφήτης καὶ θεράπων τοῦ θεοῦ Μωσῆς περὶ τῆς γενέσεως τοῦ κόσμου ἐξιστορῶν διηγήσατο τίνι τρόπῳ γεγένηται ὁ κατακλυσμὸς ἐπὶ τῆς γῆς, οὐ μὴν ἀλλὰ καὶ τὰ τοῦ κατακλυσμοῦ ᾧ τρόπῳ γέγονεν, οὐ Πύρραν οὔτε ∆ευκαλίωνα ἢ Κλύμενον μυθεύων, οὐδὲ μὴν τὰ πεδία μόνον κατακεκλύσθαι, καὶ τοὺς διαφυγόντας ἐπὶ τοῖς ὄρεσι μόνους διασεσῶσθαι. Ἀλλ' οὐδὲ δεύτερον κατακλυσμὸν γεγονέναι δηλοῖ, ἀλλὰ μὲν οὖν ἔφη μηκέτι τῷ κόσμῳ κατακλυσμὸν ὕδατος ἔσεσθαι, οἷον οὔτε γέγονεν οὔτε μὴν ἔσται. ὀκτὼ δέ φησιν τὰς πάσας ψυχὰς ἀνθρώπων ἐν τῇ κιβωτῷ διασεσῶσθαι, ἐν τῇ κατασκευασθείσῃ προστάγμασι θεοῦ, οὐχ ὑπὸ ∆ευκαλίωνος, ἀλλ' ὑπὸ τοῦ Νῶε ἑβραϊστί, ὃς διερ- μηνεύεται τῇ ἑλλάδι γλώσσῃ ἀνάπαυσις, καθὼς καὶ ἐν ἑτέρῳ λόγῳ ἐδηλώσαμεν ὡς Νῶε, καταγγέλλων τοῖς τότε ἀνθρώποις μέλλειν κατακλυσμὸν ἔσεσθαι, προεφήτευσεν αὐτοῖς λέγων· ∆εῦτε, καλεῖ ὑμᾶς ὁ θεὸς εἰς μετάνοιαν· διὸ οἰκείως ∆ευκαλίων ἐκλήθη. τούτῳ δὲ τῷ Νῶε υἱοὶ τρεῖς ἦσαν, καθὼς καὶ ἐν τῷ δευτέρῳ τόμῳ ἐδηλώσα- μεν, ὧν τὰ ὀνόματά ἐστιν Σὴμ καὶ Χὰμ καὶ Ἰάφεθ, οἷς καὶ γυναῖκες τρεῖς ἦσαν τὸ καθ' ἕνα αὐτῶν, καὶ αὐτός, καὶ ἡ γυνὴ αὐτοῦ. Τοῦτον τὸν ἄνδρα ἔνιοι Eὐνοῦχον προσηγορεύκασιν. ὀκτὼ οὖν αἱ πᾶσαι ψυχαὶ ἀνθρώπων διεσώθησαν, οἱ ἐν τῇ κιβωτῷ εὑρεθέντες. Τὸν δὲ κατακλυσμὸν ἐσήμανεν ὁ Μωσῆς ἐπὶ ἡμέρας τεσσαρά- κοντα καὶ νύκτας τεσσαράκοντα γεγενῆσθαι, ἀπὸ τοῦ οὐρα- νοῦ τῶν καταρακτῶν ·υέντων καὶ πασῶν τῶν πηγῶν τῆς ἀβύσσου βλυσάντων, ὥστε τὸ ὕδωρ ὑψωθῆναι ἐπάνω παντὸς ὄρους ὑψηλοῦ πεντεκαίδεκα πήχεις. καὶ οὕτως διεφθάρη τὸ γένος πάντων τῶν τότε ἀνθρώπων, μόνοι δὲ διεσώθησαν οἱ φυλαχ- θέντες ἐν τῇ κιβωτῷ, οὓς προειρήκαμεν ὀκτώ· ἧς κιβωτοῦ τὰ λείψανα μέχρις τοῦ δεῦρο δείκνυται εἶναι ἐν τοῖς Ἀραβικοῖς ὄρεσιν. Τὰ μὲν οὖν τοῦ κατακλαυσμοῦ κεφαλαιωδῶς τοιαύτην ἔχει τὴν ἱστορίαν. Ὁ δὲ Μωσῆς ὁδηγήσας τοὺς Ἰουδαίους, ὡς ἔφθημεν εἰρηκέναι, ἐκβεβλημένους ἀπὸ γῆς Aἰγύπτου ὑπὸ βασιλέως Φαραώ, οὗ τοὔνομα Τέθμωσις, ὅς, φασίν, μετὰ τὴν ἐκβολὴν τοῦ λαοῦ ἐβασίλευσεν ἔτη εἴκοσι πέντε καὶ μῆνας δ, ὡς ὑφῄρηται Μαναιθώς. καὶ μετὰ τοῦτον Χεβρῶν ἔτη ιγ. μετὰ δὲ τοῦτον Ἀμένωφις ἔτη κ, μῆνας ἑπτά. μετὰ δὲ τοῦτον ἡ ἀδελφὴ αὐτοῦ Ἀμέσση ἔτη κα, μῆνας ἐννέα. μετὰ δὲ ταύτην Μήφρης ἔτη ιβ, μῆνας θ. μετὰ δὲ τοῦτον Μηφραμ- μούθωσις ἔτη κε, μῆνας ι. καὶ μετὰ τοῦτον Τυθμώσης ἔτη θ, μῆνας η. καὶ μετὰ τοῦτον Ἀμένωφις ἔτη λ, μῆνας ι. μετὰ δὲ τοῦτον Ὠρος ἔτη λ, μῆνας πέντε. τούτου δὲ θυγάτηρ Ἀκεγχερὴς ἔτη ιβ, μῆνα α. μετὰ δὲ ταύτην Ῥαθῶτις ἔτη θ. μετὰ δὲ τοῦτον