ἐπετέλεσεν ἐν τῇ αὐτῇ χώρᾳ τῆς δύσεως, ἤτοι τῆς Ἰταλίας, ἅρμασι τετραπώλοις, τουτέστιν τῇ γῇ καὶ τῇ θαλάσσῃ καὶ πυρὶ καὶ ἀέρι. καὶ ἐπέθηκεν ὁ Ῥῶμος τοῖς αὐτοῖς τέτρασι στοιχείοις τὰ ὀνόματα ταῦτα, τῇ γῇ τὸ Πράσινον μέρος, ὅ ἐστιν τὸ χλοῶδες, τῇ δὲ θαλάσσῃ, τουτέστι τοῖς ὕδασι, τὸ Βένετον μέρος, ὡς κυανόν, τῷ πυρὶ τὸ Ῥουσαῖον μέρος πυρῶδες, καὶ τῷ ἀέρι τὸ λευκόν. κἀκεῖθεν ἐπενοήθη τέσσαρα μέρη ἐν Ῥώμῃ. ἐκάλεσε δὲ τὸ Πράσινον μέρος Πραίσεντον. ὅ ἐστιν ῥωμαϊκὴ λέ209 ξις, ἥτις ἑρμηνεύεται ἐμπαράμονον· πραισεντεύειν γὰρ λέγεται τὸ παραμένειν, διότι ἡ χλοώδης γῆ διὰ παντὸς ἵσταται σὺν τοῖς ἄλσεσι. τὸ δὲ Βένετον ἐκάλεσεν ἐκ τοῦ εἶναι ὑπὸ τὴν Ῥώμην ἐπαρχίαν χώραν λεγομένην Βενετζίαν, ἧστινος μητρόπολίς ἐστιν Ἀκυληία· κἀκεῖθεν ἐξέρχονται τὰ κυανά, τουτέστιν τὰ Βενέτζια βάμματα τῶν ἱματίων, καὶ προσεκόλλησεν τῷ Πρασίνῳ μέρει, ὅ ἐστιν τῇ γῇ, τὸ λευκόν, φησὶ τὸν ἀέρα, καθότι βρέχει καὶ ὑπουργεῖ καὶ ἁρμόττει τῇ γῇ. τῷ Βενέτῳ μέρει, ὅ ἐστι τοῖς ὕδασι, προσεκόλλησε συμμίξας τὸ Ῥουσαῖον μέρος, ὅ ἐστιν τὸ πῦρ, καθότι σβέννυσι τὸ πῦρ ὡς ὑποτεταγμένον αὐτῷ. καὶ λοιπὸν οἱ τὴν Ῥώμην οἰκοῦντες διεμερίσθησαν τὰ μέρη, καὶ οὐκέτι ὡμονόησαν πρὸς ἀλλήλους διὰ τὸ ἐρᾶν ἕκαστον τῆς ἰδίας νίκης καὶ ἀντιποιεῖσθαι τοῦ ἰδίου μέρους, ὥσπερ θρησκείας τινός· καὶ ὑπῆρξε μέγα σχίσμα ἐν τῇ Ῥώμῃ, καὶ μεγάλην ἔχθραν εἶχον πρὸς ἀλλήλους τὰ μέρη, ἀπότε ἐπενόησεν αὐτοῖς τὴν τοῦ ἱππικοῦ θέαν ὁ Ῥῶμος. ἐν δὲ τῇ βασιλείᾳ τοῦ αὐτοῦ Ῥώμου ὁ στρατὸς αὐτοῦ ἐγένετο πολὺς ἐπείσακτος, καὶ πλῆθος ἦν ἐν τῇ Ῥώμῃ ἀγρίων ἀνθρώπων, καὶ οὐκ ἦσαν πρὸς τὰ πλήθη τῶν ἀνθρώπων γυναῖκες, καὶ ἐπεθύμουν τῆς τοῦ βίου ἡδονῆς τὰ τῶν νεανιῶν στρατεύματα, καὶ ἐπήρχοντο κατὰ τὴν ἀγορὰν ταῖς γυναιξί, καὶ ἐγένετο ταραχὴ καὶ ἐμφύλιος πόλεμος. καὶ ἠθύμει ὁ Ῥῶμος, ἀμηχανῶν τί πρά210 ξει· οὐδεμία γὰρ ἠνείχετο τῶν γυναικῶν καταμῖξαι τοῖς στρατιώταις, ὡς ἀγρίοις καὶ βαρβάροις, καὶ ἐξεφώνησε νόμον ὥστε λαμβάνειν τοὺς στρατιώτας πρὸς γάμον παρθένους, ἃς ἐκάλεσαν βρούτιδας. καὶ οὐδεὶς εἵλατο αὐτοῖς δοῦναι τὴν ἰδίαν θυγατέρα, ἀλλ' ἔλεγον ὅτι οὐκ ἔστιν αὐτοῖς καθ' ἑκάστην ἐλπὶς ζωῆς διὰ τοὺς πολέμους, ἀλλὰ πάντες τοῖς τῆς πόλεως ἐζεύγνυον τὰς ἑαυτῶν θυγατέρας. καὶ ἀθυμῶν ὁ Ῥῶμος ἀπῄει εἰς τὸ μαντεῖον· καὶ ἐδόθη αὐτῷ χρησμὸς ὥστε ἐπιτελέσαι ταῖς γυναιξὶ θέαν ἱππικοῦ, ἵνα ἀγάγηται ἑαυτῷ ὁ στρατὸς γυναῖκας. καὶ συνάξας τὸ πλῆθος τοῦ στρατοῦ ἐν τῷ Παλατίῳ ἐπετέλεσεν ἱππικόν, κελεύσας γυναῖκας καὶ μόνον θεωρῆσαι τὸ ἱπποδρόμιον αὐτοῦ. καὶ ὡς παραξένου τινὸς θέας μελλούσης γίνεσθαι ἀπὸ πάσης τῆς περιχώρου καὶ τῶν πόῤῥωθεν πόλεων καὶ κωμῶν ἐν τῇ πόλει Ῥώμῃ πλήθη γυναικῶν παρεγένοντο, καὶ ἀνεπλήρωσαν τὸ Ἱππικὸν γυναῖκες ὕπανδροι καὶ νεώτεραι παρθένοι. ἦλθον δὲ καὶ θυγατέρες τῶν λεγομένων Σαβενῶν, χώρας πλησίον τῆς Ῥώμης οὔσης, γυναῖκες εὐπρεπεῖς. καὶ δεδωκὼς ὁ Ῥῶμος μανδᾶτα λάθρᾳ γυναῖκα οὖσαν ὕπανδρον Ῥωμαίαν πολίτιδα μὴ θεωρῆσαι, κελεύσας καὶ τῷ ἰδίῳ πάλιν στρατῷ ὥστε ὑπάνδρῳ γυναικὶ μὴ τολμῆσαι ἅψασθαι, ἀλλὰ τὰς παρθένους ἁρπάσαι καὶ τὰς μὴ ἐχούσας ἄνδρας, καὶ ἀνελθὼν ἐν τῷ Ἱππικῷ ὁ Ῥῶμος ἐθεώρει· καὶ ἐν τῷ ἐπιτελεῖσθαι τὸν ἀγῶνα ἀπολυθεὶς ἀπὸ τοῦ Παλατίου 211 ὁ στρατὸς ὥρμησεν ἐν τῷ Ἱππικῷ, καὶ ἐκ τῶν βάθρων ἀπεσπῶσαν τὰς παρθένους κόρας καὶ τὰς μὴ ἐχούσας ἄνδρας, καὶ ἔλαβον ἑαυτοῖς γυναῖκας. τοῦτο πρὸς ἅπαξ ἐποίησεν ὁ Ῥῶμος γενέσθαι, καθὼς ὁ σοφώτατος Βηργίλιος ποιητής, ὡσαύτως δὲ καὶ Ἀπολλώνιος Ῥωμαίων ἱστοριογράφος συνεγράψατο, ὁμοίως δὲ καὶ Σίλβιος. ἕτεροι δὲ ἱστορικοὶ συνεγράψαντο τὸ πρῶτον ἱπποδρόμιον ἐπιτελεσθῆναι τοῖς Ῥωμαίοις εἰς βουρδῶνας. Τὸν δὲ Ῥῶμον καὶ τὸν Ῥῆμον ἱστοροῦσιν ἀπὸ λυκαίνης γαλακτοτροφηθῆναι, διότι ὁ βασιλεὺς ὁ Ἀμούλιος ὁ αὐτῶν πάππος ἐκέλευσεν αὐτοὺς ῥιφῆναι εἰς τὰς ὕλας, ὡς πορνογεννήτους, ἐπειδὴ ἡ Ἰλία ἡ