44
πατριάρχην ψηφίζεται παρὰ τῶν ἀρχιερέων ὁ Ἰωσήφ. 15 κδʹ. Ὅπως, παρευδοκιμηθέντος τοῦ Ἡρακλείας Πινακᾶ ὡς ὄντος ἐκ τῆς χειροτονίας τοῦ Γερμανοῦ, ὁ Μιτυλήνης Γρηγόριος χειροτονεῖ τὸν Ἰωσήφ. κεʹ. Ὅπως ἐλύθη τοῦ ἀφορισμοῦ ὁ βασιλεὺς παρὰ τοῦ Ἰωσήφ. κʹ. Περὶ τοῦ κήδους τοῦ τε Ταρχανειώτου Ἀνδρονίκου καὶ υἱοῦ τῆς τοῦ βασιλέως ἀδελφῆς Μάρθας καὶ τῆς θυγατρὸς τοῦ δυτικοῦ Ἰωάννου. κζʹ. Ὅπως καὶ ὁπόσαις δυνάμεσι στρατηγοῦντος τοῦ δεσπότου καὶ ἐπὶ τοῖς δυτικοῖς συχνάκις ἐπιχωριάζοντος, τὰ ἀνατολικὰ ἀπώλοντο. κηʹ. Περὶ τοῦ κατὰ τὴν ἐκκλησίαν σχίσματος καὶ περὶ τῶν Παντεποπτηνῶν μοναχῶν. κθʹ. Ὅπως ἀποστέλλεται εἰς Παιονίαν μετὰ τοῦ μεγάλου δουκὸς τοῦ Λάσκαρι ὁ προπατριαρχεύσας Γερμανὸς κἀκεῖθεν ἤγαγε νύμφην τῷ τοῦ βασιλέως υἱῷ καὶ ὅπως ἐστέφθησαν. λʹ. Τοῦ μεγάλου κονοσταύλου τοῦ Ταρχανειώτου πρὸς τὸν πενθερὸν αὐτοῦ Ἰωάννην αὐτομόλησις. λαʹ. Ἐκστρατεία τοῦ δεσπότου Ἰωάννου συνάμα χιλιάσι στρατοῦ πρὸς τὸν Ἰωάννην καὶ τὰ τῆς ἀνδραγαθίας τοῦ Ἰωάννου. λβʹ. Ὅπως κατὰ θάλασσαν ὁ πρωτοστράτωρ Φιλανθρωπηνὸς νικᾷ τοὺς Ἰταλοὺς κατὰ κράτος, συνεργοῦντος ἔξωθεν καὶ τοῦ δεσπότου Ἰωάννου.
{ΚΕΦΑΛΑΙΑ ΤΟΥ ΠΕΜΠΤΟΥ ΛΟΓΟΥ}. Ὅπως μεταξὺ λύπης καὶ ἡδονῆς ἐγένετο ὁ κρατῶν διὰ τὰ συμβάντα ἐν τῇ
δύσει. βʹ. Ὅπως, σχιζομένων τῶν κατ' ἀνατολήν, ὁ πατριάρχης διὰ ταῦτα τοῖς ἐκεῖ ἐπιδημεῖ. γʹ. Ὅπως τῷ Βουλγάρων βασιλεῖ Κωνσταντίνῳ ἡ τῆς Εὐλογίας θυγάτηρ Μαρία εἰς γάμον ἐξεδόθη. δʹ. Τὰ περὶ τοῦ Νογᾶ καὶ Τοχάρων, ὅπως εἶχον τὸ πρίν, καὶ περὶ τοῦ πρώτου βασιλέως καὶ νομοθέτου αὐτῶν. εʹ. Τὰ περὶ τοῦ Μυτζῆ καὶ ὅπως δέδωκε βασιλεῖ τὴν Μεσέμβρειαν. ʹ. Περὶ τοῦ πρὸς τοὺς Σέρβους κήδους τοῦ βασιλέως καὶ διὰ ταῦτα τῆς τοῦ πατριάρχου Ἰωσὴφ ἐπιδημίας ἐκεῖσε. ζʹ. Τὰ περὶ τοῦ ∆υρραχίου καὶ τοῦ σεισμοῦ τοῦ ἐκεῖ ἐνσκήψαντος. ηʹ. Τὰ κατὰ τὸν ῥῆγα Κάρουλον καὶ ὅπως κατὰ τῆς πόλεως ἐξηρτύετο στόλον. θʹ. Ὅπως πρέσβεις ὁ βασιλεὺς διὰ ταῦτα πρὸς τὸν ῥῆγα Φραγγίας ἀπέστελλεν. ιʹ. Ὅπως τὰ κατὰ τὴν πόλιν ὁ βασιλεὺς παρεσκευάζετο, ἀκουομένου τοῦ στόλου τοῦ Καρούλου. 17 ιαʹ. Ὅπως, τοῦ εἰς πάπαν προσκληθέντος Γρηγορίου πρὸς βασιλέα πέμψαντος, ὁ βασιλεύς, ὑπερχόμενος πατριάρχην καὶ τοὺς τῆς ἐκκλη σίας, κατήπειγε τὴν εἰρήνην. ιβʹ. Ὅπως ὁ βασιλεὺς διεμάχετο τοῖς τῆς ἐκκλησίας ὑπὲρ τῆς εἰρήνης ἐκείνης καὶ τίνας μὲν συλλήπτορας εἶχεν, ὅπως δὲ ὁ Βέκκος ὡμολόγει ἀφορισθείς. ιγʹ. Ὅπως τὸν Χοῦμνον Ἰωάννην ὁ βασιλεὺς προστησάμενος κατηγορίαις ὑπῆγε τὸν Βέκκον καὶ τὰ κατὰ τὸν Βέκκον. ιδʹ. Τὰ περὶ τοῦ τόμου ὃν ἀπεστάλκει πρὸς τὴν ἐκκλησίαν ὁ βασιλεὺς καὶ τοῦ πρὸς ἐκεῖνον ἀπολογοῦ τῆς ἐκκλησίας. ιεʹ. Ὅπως ὁ Βέκκος, εἰς φυλακὴν εἱργμένος, παρὰ τῶν λογίων τοῦ βασιλέως ἐκ γραφῶν ὡς δῆθεν εἰς τὸ εἰρηνεύειν κατετίθετο. ιʹ. Ὅπως ὁ πατριάρχης, γνωματεύων ἐγγράφως, ὤμνυε τὴν εἰρήνην μὴ καταδέχεσθαι. ιζʹ. Περὶ τῶν ἀποκρισιαρίων τοῦ βασιλέως καὶ τῆς τοῦ πατριάρχου ἀποχωρήσεως εἰς τὴν τῆς Περιβλέπτου μονήν. ιηʹ. Περὶ τῆς ἀπὸ τοῦ βασιλέως πρὸς τοὺς κληρικοὺς ἀνάγκης ἕνεκα τῶν τελουμένων. ιθʹ. Ὅπως, εἰς δύσνοιαν διαβαλλόμενοι, οἱ κληρικοὶ ὑπέγραφον τόμον βεβαιώσεως τῆς πρὸς τὸν βασιλέα εὐνοίας καὶ περὶ τῆς αὐτῆς ἐνοχλή σεως. κʹ. Τὸ κατὰ τὸν ῥήτορα τῆς ἐκκλησίας διήγημα καὶ τοῦ συγγραφέως σχετλίασις. καʹ. Ὅπως οἱ πρέσβεις τοῦ βασιλέως κατὰ θάλασσαν ἐκινδύνευσαν. κβʹ. Ὅπως, παραγεγονότων ἐκεῖθεν πρέσβεων, ὁ μὲν πατριάρχης ἀργήσας εἰς Λαύραν ἀπήγετο, ὁ δὲ πάπας ἐμνημονεύετο. κγʹ. Περὶ τοῦ σχίσματος καθόλου τῆς ἐκκλησίας. κδʹ. Περὶ τῆς ἐκλογῆς τοῦ χαρτοφύλακος Βέκκου εἰς τὸ