44
προφαινομένην τοῖς λόγοις τὴν ὁρωμένην κτίσιν ἢ τοὺς τύπους τῶν νοητῶν ἐκ τῆς τῶν φαινομένων διακοσμήσεως, καθάπερ οὐρανόθεν ὀθόνην καθιεμένην, οὐδὲν ἀκάθαρτον εἶναι πιστεύσειε τῶν ὁρατῶν, μηδεμίαν τοῖς τῶν ὄντων λόγοις ἐμφαινομένην θεωρῶν ἀντιπάθειαν. Ἡ φθορὰ γὰρ ἐν τῇ αἰσθήσει καθέστηκε καὶ ὁ τῶν γεγονότων πρὸς ἄλληλα πόλεμος· ἐν δὲ τοῖς λόγοις οὐδὲν ὑπάρχει καθάπαξ ἐναντίον.
Ἔστι μὲν οὖν ἡ ὀθόνη ὁ αἰσθητὸς κόσμος ἐκ τεσσάρων ἀρχῶν, καθάπερ στοιχείων, καὶ αὐτὸς κρατούμενος· τὰ δὲ ἑρπετὰ καὶ τὰ θηρία καὶ τὰ πετεινὰ οἱ διάφοροι λόγοι τῶν γεγονότων εἰσίν, πρὸς μὲν αἴσθησιν ὄντες ἀκάθαρτοι, πρὸς δὲ νοῦν καθαροί τε καὶ τρόφιμοι καὶ τῆς νοουμένης συστατικοὶ τυγχάνοντες ζωῆς· ἡ δὲ ἐκ τρίτου γενομένη φωνὴ πρακτικὴν καὶ φυσικὴν καὶ θεολογικὴν διδάσκει φιλοσοφίαν. ∆εῖ γὰρ οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς καὶ τρὶς ἀναστάντα, θῦσαι τὴν κτίσιν τῶν φαινομένων καὶ φαγεῖν αὐτὴν γνωστικῶς τὸν τῷ Θεῷ διόλου γνησίως ἑψόμενον. Ὁ γὰρ ἀναστὰς τῆς ἐμπαθοῦς περὶ τὰ φαινόμενα διαθέσεως τὴν τῶν φαινομένων ἔθυσε κίνησιν καὶ τὴν πρακτικὴν κατορθώσας ἔφαγεν ἀρετήν· ὁ δὲ τῆς ψευδοῦς περὶ (14Β_190> τῶν ὄντων δόξης ἀναστὰς τὰ μὲν τῶν φαινομένων ἔθυσε σχήματα, τοὺς δὲ μὴ φαινομένους λόγους φαγὼν τὴν ἐν πνεύματι φυσικὴν θεωρίαν κατώρθωσεν· ὁ δὲ τῆς πολυθέου πλάνης ἀναστὰς αὐτὴν μὲν τῶν ὄντων τὴν οὐσίαν κατέθυσε, τὴν δὲ τῶν ὄντων αἰτίαν κατὰ πίστιν φαγὼν θεολογικῆς ἐνεφορήθη δυνάμεως. Πᾶς οὖν θεωρητικὸς νοῦς, ἔχων τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, ἐν ἑαυτῷ τῆς φαινομένης κτίσεως ἀποκτείνας τὴν κίνησιν, κατώρθωσεν ἀρετὴν καί, τῶν αἰσθητῶν σχημάτων ἑαυτοῦ τὴν φαντασίαν ἀποτεμών, τὴν ἐν τοῖς λόγοις τῶν ὄντων εὗρεν ἀλήθειαν, καθ᾽ ἣν ἡ φυσικὴ θεωρία συνέστηκε, καί, τῆς οὐσίας τῶν ὄντων ὑπεράνω γενόμενος, τὸν τῆς θείας καὶ ἀμάχου μονάδος δέχεται φωτισμόν, καθ᾽ ὃν τῆς ἀληθοῦς θεολογίας συνέστηκε τὸ μυστήριον.
Ἢ τυχὸν ἐκελεύετο θεόθεν ἡ τῶν ἀποστόλων ἀκρότης, Πέτρος ὁ πανένδοξος, ἀναστὰς τῆς συμμεμετρημένης τῇ φύσει δυνάμεως ἐπὶ τὴν κατὰ χάριν θείαν εὐκληρίαν, μετὰ Θεοῦ καταθῦσαι τῇ μαχαίρᾳ τοῦ λόγου τὰ ἐν ἀνθρώποις πάθη τῆς μοχθηρίας καὶ ποιῆσαι βρῶμα καλὸν καὶ τῷ λόγῳ πρόσφορον καὶ εἰς πέψιν πνευματικὴν ἀναδιδόμενον τῇ ἀποθέσει τῆς προτέρας ἐμπαθοῦς καὶ θηριώδους ζωῆς. Φασὶ γὰρ ζωῆς σύμβολον εἶναι τὸ αἷμα, ὅπερ πάντως ἀπορρεῖν σφαττομένου ζῴου πέφυκεν. Καὶ δηλοῖ τάχα τῶν δειχθέντων ζῴων ἡ διαφορὰ τὴν ἐν ἀνθρώποις τῶν παθῶν ποικιλίαν. Τὰ μὲν γὰρ ἑρπετὰ τοὺς ἅπαν τὸ ἐπιθυμητικὸν τοῖς γηΐνοις ἐπισυρόμενον ἔχοντας προδείκνυσι, τὰ δὲ θηρία τοὺς ὅλον τὸ θυμικὸν εἰς τὴν ἀλλήλων φθορὰν ἐκμανῶς διεγείραντας, τὰ δὲ πετεινὰ τοὺς ὅλον τὸ λογικὸν πρὸς τὴν ὕβριν τῆς ὑπερηφανίας ἀνώσαντας καὶ τὴν ἐξ αὐτῆς ὑψηλοφροσύνην καὶ ἀδικίαν λαλοῦντας εἰς τὸ ὕψος καὶ (14Β_192> θεμένους εἰς οὐρανὸν τὸ στόμα αὐτῶν· ἅπερ οἷα Θεῷ συνεργὸς ὁ μέγας Πέτρος καταθύσας τῷ λόγῳ τοῦ Πνεύματος, τοὺς μὲν ἐποίησε τῶν οὐρανίων ἐπιθυμητάς, τοὺς δὲ ἡμέρους καὶ φιλανθρώπους καὶ ἀλλήλων ἀνθεκτικούς, τοὺς δὲ φιλοθέους καὶ ταπεινόφρονας.
Τί δὲ καὶ Ἰόππη βούλεται δηλοῦν διὰ τῆς ἑρμηνείας τοῦ οἰκείου ὀνόματος, ἐν ᾗ ταύτην εἶδε τὴν ὀπτασίαν ἡ μεγάλη τῆς Ἐκκλησίας κρηπίς, Πέτρος ὁ πανάγιος, κατίδωμεν. Ἰόππη κατασκοπὴ ἑρμηνεύεται, τὴν πρακτικοῖς πρέπουσαν φυλακὴν σημαίνουσα. Παρ᾽ αὐτὴν γὰρ κειμένη τῆς θαλάσσης τὴν ὄχθαν, πολλοῖς ἂν ἐβάλλετο κύμασιν, εἰ μὴ ἐφ᾽ ὕψους εἶχε τὴν θέσιν ἡ πόλις. Ὅθεν μοι φαίνεται δηλοῦν τὸν ἐπὶ τοῦ ὕψους τῆς γνώσεως, καθάπερ πόλιν, οἰκοδομοῦντα τὴν ἀρετήν, οὐ μακρὰν δὲ τῶν ἀκουσίων ὄντα πειρασμῶν, ἔχοντα παρακειμένην ἐγγύθεν, καθάπερ θάλασσαν, τὴν μήπω τελείως ἀπορραπισθεῖσαν σχέσιν τῶν αἰσθητῶν καὶ διὰ τοῦτο κατασκοπῆς δεόμενον, μήπως, λαθόντες διὰ τῶν ἀκουσίων πειρασμῶν, ποιήσωνται τὴν τῶν