ἀδελφὸν αὑτοῦ οὐ τῆς κυρίως καλουμένης «γνώσεώς» ἐστιν ἀπόπτωμα; Ὅτι δὲ καὶ ὁ ἀγνοῶν τὰ θεῖα κατ' αὐτὸ τὸ ἀγνοεῖν ἐν σκότῳ διαπορεύεται, φησὶν ὁ ∆αβίδ· «Οὐκ ἔγνω σαν οὐδὲ συνῆκαν, ἐν σκότει διαπορεύονται». 2.25.162 Ἐπίστησον δὲ τῷ «ὁ θεὸς φῶς ἐστι καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία», εἰ μὴ διὰ τοῦτο λέγεται τῷ εἶναι μὴ μίαν σκοτίαν, ἀλλ' ἤτοι διὰ τὸ γενικὸν δύο, ἢ καὶ διὰ τὸ καθ' ἕκαστον τῶν ἰδικῶν πολλὰς εἶναι πράξεις μοχθηρὰς καὶ πολλὰ δόγματα ψευδῆ πολλαί εἰσι σκοτίαι, ὧν οὐδεμία ἐν τῷ θεῷ ἐστιν· οὐκ ἂν λεχθέντος ἐπὶ τοῦ ἁγίου, ᾧ φησιν ὁ σωτὴρ τὸ «ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου», ὅτι «φῶς» ἐστιν τοῦ κόσμου ὁ ἅγιος, «καὶ σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμία». 2.26.163 Ζητήσει δέ τις, εἰ ἐπὶ τοῦ πατρὸς τέτακται τὸ «Σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμία», πῶς τὸ ἐξαίρετον ἐροῦμεν εἶναι ἐν αὐτῷ, πάντη ἀναμάρτητον καὶ τὸν σωτῆρα νοοῦντες, ὥστε καὶ περὶ αὐτοῦ ἂν εἰπεῖν, ὅτι «φῶς ἐστι καὶ σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμία». Ἀπὸ μέρους μὲν οὖν ἐν τοῖς ἀνωτέρω τὴν διαφορὰν παρε στήσαμεν· τολμηρότερον δὲ ἔτι ἐκείνοις καὶ νῦν προσθήσομεν, ὅτι εἰ «τὸν μὴ γνόντα ἁμαρτίαν ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησε», τὸν Χριστόν, οὐκ ἂν δύναιτο λέγεσθαι περὶ αὐτοῦ· «Σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία». Κἂν γὰρ «ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας» κατακρίνας τυγχάνῃ ὁ Ἰησοῦς τὴν ἁμαρτίαν τῷ τὸ ὁμοίωμα τῆς σαρκὸς τῆς ἁμαρτίας ἀνει ληφέναι, οὐκέτι ἕξει πάντη ὑγιῶς <τὰ> λεγόμενα περὶ αὐτοῦ ὅτι «σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία». 2.26.164 Προσθή σομεν δ' ὅτι «αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε καὶ τὰς νόσους ἐβάστασε», καὶ ἀσθενείας τὰς τῆς ψυχῆς καὶ νόσους τὰς τοῦ κρυπτοῦ τῆς καρδίας ἡμῶν ἀνθρώπου· δι' ἃς ἀσθενείας καὶ νόσους, βαστάσας αὐτὰς ἀφ' ἡμῶν, περίλυπον ἔχειν τὴν ψυχὴν ὁμολογεῖ καὶ τεταραγμένην καὶ ῥυπαρὰ ἱμάτια ἐνδεδύσθαι παρὰ τῷ Ζαχαρίᾳ ἀναγέγραπται· ἅπερ, ὅτε ἐκδύεσθαι ἔμελλε, λέγεται εἶναι ἁμαρτήματα. Ἐπιφέρει γοῦν ἐκεῖ· «Ἰδοὺ ἀφῄρηκα τὰς ἁμαρτίας σου». 2.26.165 ∆ιὰ γὰρ τὸ ἀναλαβεῖν αὐτὸν τὰ τοῦ λαοῦ τῶν πιστευόντων εἰς αὐτὸν ἁμαρτήματα πολλαχοῦ φησι· «Μακρὰν ἀπὸ τῆς σωτη ρίας μου οἱ λόγοι τῶν παραπτωμάτων μου» καὶ «σὺ ἔγνως τὴν ἀφροσύνην μου, καὶ αἱ πλημμέλειαί μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν». 2.26.166 Μηδεὶς δ' ἡμᾶς ὑπολαμβανέτω ταῦτα λέγειν ἀσεβοῦντας εἰς τὸν Χριστὸν τοῦ θεοῦ· ᾧ γὰρ λόγῳ ὁ πατὴρ «μόνος ἔχει ἀθανασίαν», τοῦ κυρίου ἡμῶν διὰ φιλανθρωπίαν θάνατον τὸν ὑπὲρ ἡμῶν ἀνειληφότος, τούτῳ ὁ πατὴρ ἔχει μόνος τὸ «σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία», τοῦ Χριστοῦ διὰ τὴν πρὸς ἀνθρώπους εὐεργεσίαν ἐφ' αὑτὸν τὰς ἡμῶν σκοτίας ἀναδεδεγμένου, ἵνα τῇ δυνάμει αὐτοῦ καταργήσῃ ἡμῶν τὸν θάνατον καὶ ἐξαφανίσῃ τὸ ἐν τῇ ψυχῇ ἡμῶν σκότος, ἵνα πληρωθῇ τὸ παρὰ τῷ Ἡσαΐᾳ· «Ὁ λαὸς ὁ καθήμενος ἐν σκοτίᾳ φῶς εἶδε μέγα». 2.26.167 Τοῦτο δὴ τὸ φῶς, ὃ γέγονεν ἐν τῷ λόγῳ, τυγχάνον καὶ ζωή, «φαίνει ἐν τῇ σκοτίᾳ» τῶν ψυχῶν ἡμῶν καὶ ἐπιδεδήμηκεν ὅπου οἱ κοσμοκράτορες τοῦ σκότους τούτου, οἵτινες διὰ τοῦ παλαίειν τῷ τῶν ἀνθρώπων γένει τῷ σκότῳ ὑπάγειν ἀγωνίζονται τοὺς μὴ παντὶ τρόπῳ ἱσταμένους ὑπὲρ τοῦ αὐτοὺς πεφωτισμένους «φωτὸς» χρηματίσαι «υἱούς». Καὶ φαῖνον ἐν τῇ σκοτίᾳ τοῦτο τὸ φῶς διώκεται μὲν ὑπ' αὐτῆς, οὐ καταλαμβάνεται δέ. 2.27.168 Ἐὰν δέ τις νομίσῃ τὸ μὴ γεγραμμένον 2.27.168 ἡμᾶς προστιθέναι, τὸ διώκεσθαι τὸ φῶς ὑπὸ τῆς σκοτίας, ἀκουέτω, ὅτι τὸ «ἡ σκοτία αὐτὸ οὐ κατέλαβε», μηδαμοῦ τῆς σκοτίας διωξάσης τὸ φῶς, μάτην λέγεται. Ὡς δὲ ἔχουσι νοῦν ἐκδέξασθαι δυνάμενον ἀκολούθως τοῖς γεγραμμένοις τὰ νομιζόμενα παραλελεῖφθαι ἔγραψεν ὁ Ἰωάννης τὸ «ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν»· εἰ γὰρ «οὐ κατέλαβε», διώξασα «οὐ κατέλαβε». 2.27.169 Καὶ ὅτι ἐδίωξεν ἡ σκοτία τὸ φῶς, δῆλον ἔκ τε ὧν πέπονθεν ὁ σωτὴρ καὶ οἱ παραδεξάμενοι αὐτοῦ τὰ μαθήματα, τὰ ἴδια τέκνα, τῆς σκοτίας ἐνεργούσης κατὰ τῶν υἱῶν τοῦ φωτὸς καὶ βουληθείσης ἀποδιῶξαι ἀπὸ τῶν ἀνθρώ πων τὸ φῶς. Ἀλλ' ἐπεί, ἐὰν «θεὸς ὑπὲρ ἡμῶν», οὐδείς, κἂν βούληται, δυνήσεται «καθ' ἡμῶν», ὅσῳ «ἑαυτοὺς ἐτα πείνουν, τοσούτῳ πλείους