φασιν ἐκεῖνοι, φησὶν καὶ εργῳ· Μὴ ἐπιθῶνται· μὴ μακρύ νῃς τοῦ πάλιν τὴν σὴν προσνεῖμαι βοή θειαν. 70.14 ̓Εγὼ δὲ διαπαντὸς ἐλπιῶ. ∆υνατὸν μὲν διαπαντὸς αἰνεῖν τὸν Θεὸν, καὶ διαπαντὸς εὐλογεῖν, καὶ διαπαντὸς σω φρονεῖν καὶ δικαιοπραγεῖν. Πῶς δὲ δυνατὸν διαπαντὸς ἐλπίζειν; ̔Ο γὰρ ἐλπίζων δια παντὸς, οὐδέποτε τυγχάνει τοῦ πράγματος ἐκείνου ου ἐλπίζει τυχεῖν. Καὶ ὁ μὲν ἐρεῖ τὸ διαπαντὸς οὐ κατὰ τοῦ πλάτους τῶν αἰώνων τεθεῖσθαι, ἀλλὰ κατὰ τῆς ζωῆς τῆς αἰσθη τῆς. Ετερος δὲ καὶ κατὰ τοῦ πλάτους τῶν αἰώνων τὸ διαπαντὸς ἐκλείψεται, ιν' ῃ τὸ πέρας τῆς ἐλπίδος ἡ γνῶσις τῆς Τριάδος. ̔Ο δὲ τρίτος ἐρεῖ τεθεῖσθαι τὸ διαπαντὸς ἐπὶ τῆς ἁγίας Τριάδος· αὐτὴ γὰρ μόνη ἡ γνῶ σίς ἐστιν ἀπέραντος. 70.22 Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ Θεός. Σκεῦος ψαλμοῦ, ψυχὴ καθαρά· σκεύη δὲ ψαλμοῦ, δι' ων υμνους ἀναπέμπει Χριστὸς τῷ Πατρὶ, οἱ καθ' ἑκάστην ἐκκλησίαν λαοὶ, ων ηρμοσε τὰς ψυχὰς, παραστήσας αὐτοῖς τὴν ἀλήθειαν, ἀλλ' οὐ τύπους καὶ σύμβολα νομικὰ, γλῶσσαν εχων καὶ χείλη τοὺς αὐ τῶν διδασκάλους. 70.24 Ετι δὲ καὶ ἡ γλῶσσά μου ολην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου, οταν αἰσχυνθῶσι καὶ ἐντράπωσιν οἱ ζητοῦν τες τὰ κακά μοι. Ζητοῦσι δὲ αὐτῷ κακὰ βλασφημοῦντες αὐτόν· ἑτοίμη δὲ ἡ γλῶσσά μου, ̓Ακύλας εχων πρόφασιν· καταισχύνονται. -Τὴν τῆς ψυχῆς ἁρμονίαν φησιν· οταν γὰρ μηδὲν ἐ νάντιον ἐν αὐτῇ ἡ γλῶσσα ποιῇ η πάσχῃ, ἡ ψυχὴ, τότε δὴ νοητὴ, καθάρα κληθείη δι καίως. 71.8 Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης εως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ εως περά των τῆς οἰκουμένης. Λέγει τὸν ̓Ιορδάνην, ἐφ' ῳ βαπτισθεὶς ὁ Χριστὸς, ὑπὸ τοῦ Πατρὸς ἐμαρτυρώθη. ̓Απὸ τότε γὰρ ηρξατο, φησὶν, ὁ Κύριος κηρύσ σειν καὶ λέγειν· τοῦτο ουν ἡ προφητεία αἰ νίττεται. 71.9 Καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. ̓Αντὶ τοῦ· σπανιοῦσιν οἱ χοϊκοί. 71.10 Βασιλεῖς ̓Αράβων καὶ Σαβὰ δῶρα προσάξουσι. Προθεσπίζει τὰ περὶ πάντων αὐτῷ καὶ βασιλέων καὶ βαρβάρων προσκομιζόμενα. 71.14 ̓Εκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσε ται τὰς ψυχὰς αὐτῶν, καὶ εντιμον τὸ ονομα αὐτῶν ἐνώπιον αὐτοῦ. Τὴν μὲν κατὰ διάνοιαν ἁμαρτίαν, ἀδι κίαν ὠνόμασεν· τὴν δὲ κατ' ἐνέργειαν ἁμαρ τίαν, τόκον. Καὶ τοκιζόμεθα μὲν ἁμαρτά νοντες, ἀδικούμεθα δὲ ἐννοοῦντες. ∆ιὸ πρότε ρον τὸν τόκον περιερεῖ, υστερον δὲ καὶ τὴν ἀδικίαν αὐτήν. ∆εῖ γὰρ πρῶτον ἀπέχεσθαι τῆς ἁμαρτίας, ειτα τῆς κατ' εννοιαν ἡμῖν γενομένης. -Καὶ εντιμον, φησὶ, τὸ ονομα αὐτοῦ. Σεβάσμιος παρὰ πᾶσιν εσται καὶ εν δοξος, ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου μεγάλῳ. Καὶ δότε δόξαν τῷ ἐνιόντι αὐτῷ. Πῶς ουν ελαβε; οπερ εχει, ἀεὶ φαίνεται. 71.15 Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς ̓Αραβίας. Τὸ δὲ ζήσει, ἀντὶ τοῦ διαμενεῖ οσον τέ θεικεν. 72.1 ̔Ως ἀγαθὸς τῷ ̓Ισραὴλ ὁ Θεός. Καρπὸς Χριστοῦ τὰ πιστεύσαντα εθνη καὶ ὑψωθέντα ἐπὶ θεοσεβείᾳ ὑπὲρ τὸν ̓Ι σραήλ. 72.2 ̓Εμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήμα τά μου. Πόδας δὲ καὶ διαβήματα τοὺς ὑπεριδόντας τὴν εὐσέβειαν λογισμοὺς καλεῖ τροπικῶς, κα τὰ τῆς διανοίας κινήματα καὶ διανοήματα, απερ ἐκχέονται καὶ χαυνοῦνται, οταν ἐπὶ τὸ χεῖρον τράπωσιν. Τοιαύτη ἡ γυνὴ Λώτ· τοιοῦ τος ὁ ἐπιβαλὼν τὴν χεῖρα αὑτοῦ ἐπ' αρατρον, καὶ στραφεὶς εἰς τὰ ὀπίσω· τοιοῦτοι οἱ πεσόν τες ἐν τῇ ἐρήμῳ. Ινα δὲ φοβηθῇς ἐκχέοντα διαβήματα, ακουε τοῦ ἐν τῷ ̔Ιεζεχιὴλ Κυ ρίου λέγοντος· ∆ίκαιος, ἐὰν ἀποστρέψῃ ἀπὸ τῶν δικαιοσυνῶν αὐτοῦ, πᾶσαι αἱ δικαιοσύ ναι αὐτοῦ, ας ἐποίησεν, οὐ μὴ μνησθήσον ται. Τινὲς γὰρ ἐν ἀσκήσει καὶ πάσαις ἀρε ταῖς διαλάμψαντες, υστερον ὑπεσύρησαν εἰς βίον χαυνώτερον. Πλὴν ἐγὼ, φησὶν, οὐκ ὠλίσ θην, η γὰρ αν ἀπωλόλην, ἀλλά μοι κατευθύν θη τὰ κατὰ Θεὸν διαβήματα, μὴ παρ' ὀλί γον, μηδ' ολως ἐκχεόμενα· ουτω τῶν οἰκείων λογισμῶν δημοσιεύσας τὴν ζάλην. Οὐ γὰρ περὶ ποδῶν καὶ διαβημάτων, ἀλλὰ περὶ λο γισμῶν χωλευόντων λέγει, καὶ οτι ἐγγὺς ἐ γένετο τοῦ διαχυθῆναι καὶ διαλυθῆναι τῶν ποδῶν τὰς βάσεις, ὡς μηδὲ στάναι δύνασ θαι τοῦ