ἤγαγεν ἐπὶ τὸν μονήρη βίον. Καὶ τὸν Πουπλι κούλα δὲ υἱὸν τὸν νεώτερον κατηχήσασα ἤγαγεν ἐπὶ τὴν Σικελίαν· καὶ πάντα αὐτῆς τὰ ὑπόλοιπα διαπωλήσασα καὶ τὰς τιμὰς λαβοῦσα ἦλθεν ἐπὶ τὰ Ἱεροσόλυμα· καὶ διανεί μασα τὰς ὕλας ἐντὸς τεσσαράκοντα ἡμερῶν ἐκοιμήθη ἐν γήρᾳ καλῷ καὶ βαθυτάτῃ πραότητι, καταλείψασα καὶ μο ναστήριον ἐν Ἱεροσολύμοις καὶ τὰ τούτου ἀναλώματα. 54.7 Ὡς δὲ πάντες οὗτοι ἀπέστησαν τῆς Ῥώμης θύελλά τις βαρβαρική, ἡ καὶ ἐν προφητείαις πάλαι κειμένη, ἐπέστη τῇ Ῥώμῃ, καὶ οὐκ εἴασεν οὐδὲ τοὺς ἐπ' ἀγορᾶς ἀνδριάντας χαλκοῦς, ἀλλὰ πάντα πορθήσασα βαρβαρικῇ ἀπονοίᾳ παρέ δωκεν ἀπωλείᾳ· ὡς γενέσθαι τὴν Ῥώμην, τὴν ἐν χιλίοις ἔτεσι καὶ διακοσίοις φιλοκαληθεῖσαν, ἐρείπιον. Τότε οἱ κα τηχηθέντες καὶ οἱ ἐναντιωθέντες τῇ κατηχήσει ἐδόξασαν τὸν θεὸν τὸν τῇ μεταβολῇ τῶν πραγμάτων πείσαντα τοὺς ἀπίσ τους ὅτι τῶν ἄλλων πάντων αἰχμαλωτισθέντων οὗτοι μόνοι διεσώθησαν οἱ οἶκοι, ὁλοκαυτώματα γενόμενοι τῷ κυρίῳ σπουδῇ Μελανίου. 55.1 Συνέβη ἅμα ὁδεύειν ἡμᾶς ἀπὸ Αἰλίας ἐπὶ τὴν Αἴγυπτον, προπέμποντας τὴν μακαρίαν Σιλβανίαν τὴν παρ θένον γυναικαδέλφην Ῥουφίνου τοῦ ἀπὸ ἐπάρχων· ἐν οἷς ἦν σὺν ἡμῖν καὶ Ἰουβῖνος, τὸ τηνικαῦτα μὲν διάκονος νυνὶ δὲ ἐπίσκοπος τῆς Ἀσκάλωνος ἐκκλησίας, ἀνὴρ εὐλαβὴς καὶ φιλόλογος. Σφοδροτάτου οὖν καύματος καταλαβόντος ἡμᾶς καὶ καταντησάντων ἡμῶν εἰς τὸ Πηλούσιον, ἔτυχε τὸν Ἰου βῖνον νιπτῆρα λαβόντα νίψασθαι τὰς χεῖρας καὶ τοὺς πόδας πυγμῇ ὕδατι ψυχροτάτῳ, καὶ μετὰ τὸ νίψασθαι δερμοτύλῳ ἐπαναπαῆναι ῥιφέντι κατὰ τοῦ ἐδάφους. 55.2 Ἐπιστᾶσα ἐκείνη ὡς μήτηρ σοφὴ υἱοῦ γνησίου ἐπέσκωπτεν αὐτοῦ τῇ ἁπαλότητι λέγουσα· "Πῶς θαρρεῖς ταύτην ἄγων τὴν ἡλικίαν ἔτι ζέοντος τοῦ αἵματός σου οὕτω φιλοκαλεῖν τὸ σαρκίον, μὴ αἰσθανόμενος τῶν ἐξ αὐτοῦ τικτομένων βλαβερῶν; Θάρσει, θάρσει ὅτι ἑξηκοστὸν ἄγω ἔτος τῆς ἡλικίας, ἐκτὸς τῶν ἄκρων τῶν χειρῶν οὐ ποῦς μου ἥψατο ὕδατος οὐκ ὄψις οὐδὲ ἓν τῶν μελῶν, καίπερ διαφόροις ληφθεῖσα ἀρρωστίαις, καὶ ὑπὸ τῶν ἰατρῶν ἀναγκαζομένη οὐκ ἠνεσχόμην ἀποδοῦναι τῇ σαρκὶ τὸ ἔθος, οὐκ ἐπὶ κλίνης ἀναπαεῖσα οὐ λεκτικίῳ ὥδευσά που". 55.3 Αὕτη λογιωτάτη γενομένη ἢ καὶ φιλήσασα τὸν λόγον τὰς νύκτας εἰς ἡμέρας μετέβαλε πᾶν σύγγραμμα τῶν ἀρ χαίων ὑπομνηματιστῶν διελθοῦσα· ἐν οἷς Ὠριγένους μυριά δας τριακοσίας, Γρηγορίου καὶ Στεφάνου καὶ Πιερίου καὶ Βασιλείου καὶ ἑτέρων τινῶν σπουδαιοτάτων μυριάδας εἰ κοσιπέντε· οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχε διελθοῦσα, ἀλλὰ πεπονημένως ἕκαστον βιβλίον ἕβδομον ἢ ὄγδοον διελθοῦσα. ∆ιὸ καὶ ἠδυνήθη ψευδωνύμου γνώσεως ἐλευθερωθεῖσα πτερωθῆναι τῇ χάριτι τῶν λόγων ἐλπίσι χρησταῖς ἑαυτὴν ὄρνιν ἐργασαμένη πνευματικὴν διαπεράσασα πρὸς τὸν Χριστόν. 56 .tΠερὶ Ὀλυμπιάδοσ 56.1 Ταύτης κατ' ὄπιν καὶ ἴχνος ἡ σεμνοτάτη Ὀλυμ πιὰς καὶ ζηλωτικωτάτη βαίνουσα ἠκολούθησε τῇ γνώμῃ· θυγάτηρ μὲν γενομένη Σελεύκου τοῦ ἀπὸ κομήτων, ἐγγόνη δὲ Ἀβλαβίου τοῦ ἀπὸ ἐπάρχων, νύμφη δὲ πρὸς ὀλίγας ἡμέρας Νεβριδίου τοῦ ἀπὸ ἐπάρχων τῆς πόλεως, γυνὴ δὲ οὐδενός· λέγεται γὰρ κεκοιμῆσθαι παρθένος, ἀλλὰ σύμβιος τοῦ λόγου τῆς ἀληθείας. 56.2 Ἥτις πάντα διασκορπίσασα ἑαυτῆς τὰ ὑπάρχοντα διέδωκε πτωχοῖς· οὐ μικροὺς ἀγῶνας ἀγωνισαμένη ὑπὲρ ἀληθείας, πολλάς τε κατηχήσασα γυ ναῖκας, καὶ σεμνολογήσασα πρεσβυτέρους, καὶ τιμήσασα ἐπισκόπους, καὶ ὁμολογίας κατηξιώθη τῆς ὑπὲρ ἀληθείας· ἧς τὸν βίον ἐν ὁμολογηταῖς κρίνουσιν οἱ Κωνσταντινούπολιν οἰκοῦντες, οὕτως τελευτησάσης καὶ πρὸς κύριον ἐκδημη σάσης ἐν τοῖς κατὰ θεὸν ἀγῶσιν. 57 .tΠερὶ Κανδίδας καὶ Γελασίασ 57.1 Ἧς κατ' ὄπιν καὶ ὡς ἐν ἐσόπτρῳ ἡ μακαρία Κανδίδα, ἡ Τραϊανοῦ τοῦ στρατηλάτου θυγάτηρ, ἀξίως βιώσασα καὶ εἰς ἄκρον σεμνότητος ἐλάσασα, ἐκκλησίας τε καὶ ἐπισκόπους τιμήσασα, τὴν μὲν ἰδίαν θυγατέρα κατη χήσασα εἰς τὸν τῆς παρθενίας κλῆρον προέπεμψε πρὸς Χρι στόν, δῶρον τῶν ἑαυτῆς λαγόνων, ἐς ὕστερον σωφροσύνῃ καὶ καὶ τοῖς τῶν χρημάτων σκορπισμοῖς ἐπακολουθήσασα τῇ