44
τιμωρίαν. λθʹ. Καὶ παραδώσω σε εἰς χεῖρας αὐτῶν, καὶ κατασκάψουσι τὸ πορνεῖόν σου. Τουτέστι, τὰ τῶν δαιμόνων τεμένη. "Καὶ καθελοῦσι τὴν βάσιν σου." Τὸν θεῖον νεὼν διὰ τούτων ᾐνίξατο· βάσις γὰρ αὐ τῶν, καὶ κρηπὶς, καὶ ὑποβάθρα, ἡ ἐν ἐκείνῳ ἐπιτε λουμένη λατρεία. "Καὶ ἐκδύσουσί σε τὰ ἱμάτιά σου, 81.948 καὶ λήψονται τὰ σκεύη τῆς καυχήσεώς σου, καὶ ἀφ ήσουσί σε γυμνὴν καὶ ἀσχημονοῦσαν." Τὴν πόρθησιν καὶ τὸν ἀνδραποδισμὸν διὰ τούτων ἐδήλωσε. μʹ, μαʹ. Καὶ ἄξουσιν ὑπὲρ σὲ ὄχλους, καὶ λιθοβολήσουσί σε ἐν λίθοις, καὶ κατασφάξουσί σε ἐν τοῖς ξίφεσιν αὑτῶν· καὶ ἐμπρήσουσι τοὺς οἴκους σου ἐν πυρὶ, καὶ ποιήσουσιν ἐν σοὶ ἐκδι κήσεις ἐνώπιον γυναικῶν πολλῶν. Ταῦτα κατὰ τὸν τῆς αἰχμαλωσίας καιρόν· τροπικῶς δὲ αὐτὰ, ὡς ἐπὶ γυναικὸς διεξῆλθε μοιχευτρίας, καταλευομέ νης, καὶ σφαττομένης, καὶ ἐμπιπραμένης· οὗ χάριν ἐπιμείνας τῇ τροπῇ ἐπήγαγε· "Καὶ ποιήσουσιν ἐν σοὶ ἐκδικήσεις ἐνώπιον γυναικῶν πολλῶν·" οὐ γυναῖ κας δὲ τὰς γυναῖκας ὀνομάζει, ἀλλὰ τροπικῶς τὰς πόλεις οὕτω καλεῖ, ἐπειδὴ καὶ αὐτὴν πόλιν οὖσαν δίκην γυναικὸς εἰς τὸ δικαστήριον εἰσάγει. Εἶτα τὴν ἀπὸ τῆς τιμωρίας ὠφέλειαν αἰνίττεται. "Καὶ ἀπο στρέψω σε ἀπὸ πορνείας, καὶ μισθώματα οὐ μὴ προσ δῷς ἔτι." Γυμνωθεῖσα γὰρ τῆς εὐημερίας, καὶ τῇ αἰχμαλωσίᾳ παραδοθεῖσα, οὐκ ἔτι λοιπὸν ἕξεις τῆς κακῆς ἐκείνης χορηγίας τὰς ὕλας, ἡ δὲ σπάνις ὠφελείας σοι γενήσεται πρόξενος. μβʹ. Καὶ ἐπαφήσω τὸν θυμόν μου ἐπὶ σὲ, καὶ ἐξαρθήσεται ὁ ζῆλός μου ἐκ σοῦ, καὶ ἀνα παύσομαι, καὶ οὐ μὴ μεριμνήσω ἔτι. Τροπικῶς πάλιν, ὡς ἐπὶ ἀνδρὸς ζηλοτυποῦντος τῆς γυναικὸς τὴν μοιχείαν, καὶ ταῦτα ἔφη. Τῇ γὰρ τιμωρίᾳ, φησὶ, χρησάμενος καταπαύσω σου τὴν ἀκολασίαν, καὶ τῆς ἐπὶ σοὶ φροντίδος ἀπαλλαγήσομαι· οὐκέτι γάρ με εἰς ζηλοτυπίαν οἱ ἐρασταί σου κινήσουσι. Ταύτην δέ σοι τὴν τιμωρίαν ἐπάξω· μγʹ. Ἀνθ' ὧν οὐκ ἐμνήσθης τῆς ἡμέρας τῆς νηπιότητός σου, καὶ ἐλύπεις με ἐν πᾶσι τούτοις· καὶ ἐγὼ ἰδοὺ τὰς ὁδούς σου εἰς κεφαλήν σου δέ δωκα, λέγει Ἀδωναῒ Κύριος. Σὺ, φησὶν, ἐπεσπάσω τὴν τῶν κακῶν τούτων φορὰν, οὐ βουληθεῖσα λαβεῖν εἰς διάνοιαν, οἵα ἀνθ' οἵας ἐγένου, καὶ ὅπως σε εὐτελῆ οὖσαν, καὶ σμικρὰν, καὶ παντελῶς ἄσημον, ἀοίδιμον ἀπέφηνα, καὶ λίαν περιφανῆ. "Καὶ οὕτως οὐκ ἐποίησα κατὰ πᾶσαν τὴν ἀσέβειάν σου ἐν πάσαις ταῖς ἀνομίαις σου." Οὐδὲν, φησὶ, τῶν ἁμαρτημάτων ἄξιον ὑπομένεις· σμικρὰ γὰρ ἡ τιμωρία τῇ ἀσεβείᾳ συγκρινομένη. μδʹ. Ταῦτά ἐστι πάντα, ὅσα εἶπον κατὰ σοῦ ἐν παραβολῇ, λέγοντες· Καθὼς ἡ μήτηρ καὶ ἡ θυ γάτηρ. Ἁρμόττει σοι, φησὶν, ἡ περιφερομένη παρ οιμία, ὅτι μητρὶ ἔοικεν ἡ θυγάτηρ· μητέρα δὲ αὐτῆς ἄνω τὴν Χετταίαν ὠνόμασε. μεʹ. Θυγάτηρ τῆς μητρός σου σὺ εἶ, τῆς ἀπωσαμένης τὸν ἄνδρα αὑτῆς καὶ τὰ τέκνα αὑ τῆς, καὶ ἀδελφὴ τῶν ἀδελφῶν σου, τῶν ἀπωσα μένων τὸν ἄνδρα αὑτῶν καὶ τὰ τέκνα αὑτῶν. ∆είκνυσι διὰ τούτων, ὡς οὐκ Ἰουδαίων ὁ Θεὸς μόνον, ἀλλὰ καὶ ἐθνῶν· καὶ γὰρ ἐκείνων πάλαι Θεὸς 81.949 ἐχρημάτισε, πρὶν αὐτοὺς δέξασθαι τῆς εἰδωλο λατρείας τὴν λώβην· διὸ κἀκείνους ἔφη, καὶ τὸν ἄνδρα ἀπώσασθαι, καὶ τὰ τέκνα, τὸν μὲν Θεὸν ἀρνηθέντας, τὰ δὲ τέκνα τοῖς δαίμοσι καταθύσαντας. Εἶτα σαφέστερον τὸν λόγον ποιεῖ· Ἡ μήτηρ ὑμῶν Χετταία, καὶ ὁ πατὴρ ὑμῶν Ἀμοῤῥαῖος. (μʹ.) Ἡ ἀδελφή σου ἡ πρεσβυτέρα Σαμάρεια, αὐτὴ καὶ αἱ θυγατέρες αὐτῆς, καὶ ἡ κατοικοῦσα ἐξ εὐωνύμων σου, καὶ ἡ ἀδελφή σου ἡ νεωτέρα ἡ κατοικοῦσα ἐκ δεξιῶν σου, Σόδομα, καὶ αἱ θυγατέρες αὐτῆς. -Πρεσβυτέραν ἀδελφὴν τὴν Σαμάρειάν φησιν, οὐ κατὰ τὸν χρόνον, ἀλλὰ κατὰ τὴν τῆς ἀσεβείας διδασκαλίαν ὠνόμασε· κατὰ γὰρ τὸν χρόνον, ἡ Σόδομα πρεσβυτέρα· ἀλλ' ἐπειδὴ τὰ τῆς Σαμαρείας πρότερον ἐζήλωσεν ἐπιτηδεύματα, εἶτα κατὰ μέρος τὴν παρανομίαν ἐξέτεινεν, ὡς καὶ Σοδόμοις ἀπεικασθῆναι. Νεωτέραν δὲ ἀδελφὴν προσ αγορεύει τὴν Σόδομα, ὡς ὕστερον τὴν πρὸς αὐτὴν ἀσπασαμένην συγγένειαν· τὴν γὰρ τῆς ἀσεβείας κοι νωνίαν συγγένειαν προσηγόρευσε. Τὸ δὲ, "ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων," διὰ τὴν θέσιν τῶν τόπων τέ θεικε· τοῖς γὰρ ἐν Ἱεροσολύμοις πρὸς ἀνατολὰς τετραμμένοις, ἐκ δεξιῶν μὲν τὰ