1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

44

Ἀκεγχήρης ἔτη ιβ, μῆνας ε. μετὰ δὲ τοῦτον Ἀκεγχήρης ἔτη ιβ, μῆνας γ. τοῦ δὲ Ἄρμαϊς ἔτη δ, μῆνα α. καὶ μετὰ τοῦτον Ῥαμέσσης ἐνιαυτόν, μῆνας δ. μετὰ δὲ τοῦτον Ἀρμέσσης Μιαμμοῦ ἔτη ξ καὶ μῆνας β. καὶ μετὰ τοῦτον Ἀμένωφις ἔτη ιθ, μῆνας . τοῦ δὲ Σέθως καὶ Ῥαμέσσης ἔτη ξ, οὕς φασιν ἐσχηκέναι πολλὴν δύνα- μιν ἱππικῆς καὶ παράταξιν ναυτικῆς κατὰ τοὺς ἰδίους χρόνους. Oἱ μὲν Ἑβραῖοι, κατ' ἐκεῖνο καιροῦ παροικήσαντες ἐν γῇ Aἰγύπτῳ καὶ καταδουλωθέντες ὑπὸ βασιλέως ὃς προείρηται Τέθμω- σις, ᾠκοδόμησαν αὐτῷ πόλεις ὀχυράς, τήν τε Πειθὼ καὶ Ῥαμεσσῆ καὶ Ὤν, ἥτις ἐστὶν Ἡλίου πόλις· ὥστε καὶ τῶν πόλεων τῶν τότε ὀνομαστῶν κατ' Aἰγυπτίους δείκνυνται προγενέστεροι οἱ Ἑβραῖοι ὄντες, οἳ καὶ προπάτορες ἡμῶν, ἀφ' ὧν καὶ τὰς ἱερὰς βίβλους ἔχομεν ἀρχαιοτέρας οὔσας ἁπάντων συγγραφέων, καθὼς προειρή- καμεν. Aἴγυπτος δὲ ἡ χώρα ἐκλήθη ἀπὸ τοῦ βασιλέως Σέθως· ὁ γὰρ Σέθως, φασίν, Aἴγυπτος καλεῖται. τῷ δὲ Σέθως ἦν ἀδελφὸς ᾧ ὄνομα Ἄρμαϊς· οὗτος ∆αναὸς κέκληται ὁ εἰς Ἄργος ἀπὸ Aἰγύπτου παραγενόμενος, οὗ μέμνηται οἱ λοιποὶ συγγραφεῖς ὡς πάνυ ἀρχαίου τυγχάνοντος. Μαναιθὼς δὲ ὁ κατ' Aἰγυπτίους πολλὰ φλυαρήσας, ἔτι μὴν καὶ βλάσφημα εἰπὼν εἴς τε Μωσέα καὶ τοὺς σὺν αὐτῷ Ἑβραίους, ὡς δῆθεν διὰ λέπραν ἐκβληθέντας ἐκ τῆς Aἰγύπτου, οὐχ εὗρεν τὸ ἀκριβὲς τῶν χρόνων εἰπεῖν. ποιμένας μὲν γὰρ αὐτοὺς εἰπὼν καὶ πολεμίους Aἰγυπτίων, τὸ μὲν ποιμένας ἄκων εἶπεν, ἐλεγχόμενος ὑπὸ τῆς ἀληθείας· ἦσαν γὰρ ὄντως ποιμένες οἱ προπάτορες ἡμῶν, οἱ παροικήσαντες ἐν Aἰγύπτῳ, ἀλλ' οὐ λεπροί. παραγενόμενοι γὰρ εἰς τὴν γῆν τὴν καλουμένην Ἰουδαίαν, ἔνθα καὶ μεταξὺ κατῴκησαν, δηλοῦται ᾧ τρόπῳ οἱ ἱερεῖς αὐτῶν διὰ προστάγματος θεοῦ προσ- καρτεροῦντες τῷ ναῷ, τότε ἐθεράπευον πᾶσαν νόσον ὥστε καὶ λεπρῶντας καὶ πάντα μῶμον ἰῶντο. ναὸν ᾠκοδόμησεν Σολομὼν ὁ βασιλεὺς τῆς Ἰουδαίας. Περὶ δὲ τοῦ πεπλανῆσθαι τὸν Μαναιθὼ περὶ τῶν χρόνων ἐκ τῶν ὑπ' αὐτοῦ εἰρημένων δῆλόν ἐστιν· ἀλλὰ καὶ περὶ τοῦ βασιλέως τοῦ ἐκβαλόντος αὐτούς, Φαραὼ τοὔνομα. οὐκέτι γὰρ αὐτῶν ἐβασίλευσεν· καταδιώξας γὰρ Ἑβραίους μετὰ τοῦ στρατεύματος κατεποντίσθη εἰς τὴν ἐρυθρὰν θάλασσαν. ἔτι μὴν καὶ οὓς ἔφη ποιμένας πεπολεμηκέναι τοὺς Aἰγυπτίους ψεύδεται· πρὸ ἐτῶν γὰρ λ%γ ἐξῆλθον ἐκ τῆς Aἰγύπτου καὶ ᾤκησαν ἔκτοτε τὴν χώραν, τὴν ἔτι καὶ νῦν καλουμένην Ἰουδαίαν, πρὸ τοῦ καὶ ∆αναὸν εἰς Ἄργος ἀφικέσθαι. ὅτι δὲ τοῦτον ἀρχαιότερον ἡγοῦνται τῶν λοιπῶν κατὰ Ἕλληνας οἱ πλείους, σαφές ἐστιν. Ὥστε ὁ Μαναιθὼς δύο τάξεις ἄκων τῆς ἀληθείας μεμήνυκεν ἡμῖν διὰ τῶν αὐτοῦ γραμμάτων, πρῶτον μὲν ποιμένας αὐτοὺς ὁμολογήσας, δεύτερον εἰπὼν καὶ τὸ ἐξεληλυθέναι αὐτοὺς ἐκ γῆς Aἰγύπτου· ὥστε καὶ ἐκ τούτων τῶν ἀναγραφῶν δείκνυσθαι προγενέ- στερον εἶναι τὸν Μωσῆν καὶ τοὺς σὺν αὐτῷ ἐνακοσίους ἢ καὶ χιλίους ἐνιαυτοὺς πρὸ τοῦ Ἰλιακοῦ πολέμου.