When, then, Adam knew Eve his wife, she conceived and bare a son, whose name was Cain; and she said, “I have gotten a man from God.” And yet again she bare a second son, whose name was Abel, “who began to be a keeper of sheep, but Cain tilled the ground.”83 Gen. iv. 1, 2. Their history receives a very full narration, yea, even a detailed explanation:84 [He speaks of the æconomy of the narative: τὴν οἰκονομίαν τῆς ἐξηγήσεως. Kaye’s Justin, p. 175.] wherefore the book itself, which is entitled “The Genesis of the World,” can more accurately inform those who are anxious to learn their story. When, then, Satan saw Adam and his wife not only still living, but also begetting children—being carried away with spite because he had not succeeded in putting them to death,—when he saw that Abel was well-pleasing to God, he wrought upon the heart of his brother called Cain, and caused him to kill his brother Abel. And thus did death get a beginning in this world, to find its way into every race of man, even to this day. But God, being pitiful, and wishing to afford to Cain, as to Adam, an opportunity of repentance and confession, said, “Where is Abel thy brother?” But Cain answered God contumaciously, saying, “I know not; am I my brother’s keeper?” God, being thus made angry with him, said, “What hast thou done? The voice of thy brother’s blood crieth to me from the earth, which opened her mouth to receive thy brother’s blood from thy hand. Groaning and trembling shalt thou be on the earth.” From that time the earth, through fear, no longer receives human blood,85 Fell remarks, “Blood shed at once coagulates, and does not easily enter the earth.” [On the field of Antietam, after the battle, I observed the blood flaked upon the soil, not absorbed by it.] no, nor the blood of any animal; by which it appears that it is not the cause [of death], but man, who transgressed.
Ἐν τῷ οὖν γνῶναι τὸν Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ Eὔαν συλλαβοῦσα ἔτεκεν υἱόν, ᾧ τοὔνομα Κάϊν. καὶ εἶπεν· “Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ θεοῦ.” καὶ προσέθετο ἔτι τεκεῖν δεύτερον, ᾧ ὄνομα Ἄβελ. ἤρξατο ποιμὴν εἶναι προβάτων· Κάϊν δὲ εἰργάζετο τὴν γῆν. τὰ μὲν οὖν κατ' αὐτοὺς πλείω ἔχει τὴν ἱστορίαν, οὐ μὴν ἀλλὰ καὶ τὴν οἰκονομίαν τῆς ἐξηγήσεως· διὸ τὰ τῆς ἱστορίας τοὺς φιλομαθεῖς δύναται ἀκριβέστερον διδάξαι αὐτὴ ἡ βίβλος ἥτις ἐπιγράφεται Γένεσις κόσμου. Ὁπότε οὖν ἐθεάσατο ὁ σατανᾶς οὐ μόνον τὸν Ἀδὰμ καὶ τὴν γυναῖκα αὐτοῦ ζῶντας, ἀλλὰ καὶ τέκνα πεποιηκότας, ἐφ' ὧν οὐκ ἴσχυσεν θανατῶσαι αὐτοὺς φθόνῳ φερόμενος, ἡνίκα ἑώρα τὸν Ἄβελ εὐαρεστοῦντα τῷ θεῷ, ἐνεργήσας εἰς τὸν ἀδελφὸν αὐτοῦ τὸν καλούμενον Κάϊν ἐποίησεν ἀποκτεῖναι τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ. καὶ οὕτως ἀρχὴ θανάτου ἐγένετο εἰς τόνδε τὸν κόσμον ὁδοιπορεῖν ἕως τοῦ δεῦρο ἐπὶ πᾶν γένος ἀνθρώπων. Ὁ δὲ θεὸς ἐλεήμων ὢν καὶ βουλόμενος ἀφορμὴν μετανοίας καὶ ἐξομολογήσεως παρασχεῖν τῷ Κάϊν, καθάπερ καὶ τῷ Ἀδάμ, εἶπεν· “Ποῦ Ἄβελ ὁ ἀδελφός σου;” ὁ δὲ Κάϊν ἀπεκρίθη ἀπειθῶς τῷ θεῷ εἰπών· Ὅὐ γινώσκω· μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου;” οὕτως ὀργισθεὶς αὐτῷ ὁ θεὸς ἔφη· “Τί ἐποίησας τοῦτο; φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς. καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἣ ἔχανεν δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ χειρός σου· στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς.” διὸ ἔκτοτε φοβηθεῖσα ἡ γῆ οὐκέτι ἀνθρώπου αἷμα παραδέχεται, ἀλλ' οὐδέ τινος ζώου· ᾗ φανερὸν ὅτι οὐκ ἔστιν αὐτὴ αἰτία, ἀλλ' ὁ παραβὰς ἄνθρωπος.