Chronicon sive Maius (partim sub auctore Macario Melisseno)
υἱῷ Μεεμέτῃ τὴν πᾶσαν ἐξουσίαν καὶ βασιλείαν ἔδω σε, βασιλεύσας ἔτη τριάκοντα καὶ τέσσαρα.
καὶ περισσά, ἃ ἤ κουσε καὶ ἔλεγε. Σταλεὶς οὖν εἰς κεφαλὴν τῆς 20Ἰθώμης καὶ20 Ἀνδρού-σης ὁ αὐτὸς Λάσκαρις, ἔτι δὲ καὶ οἱ ἄλλοι ἄρχοντες οἱ εἰς τὰ ἐκεῖσε κά στρη κεφαλάδες, ἀλλὰ δὴ καὶ ὁ πρῶτος τῶν ἀρχόντων τοῦ οἴκου αὐτοῦ ὁ Λάσκαρις Ἀλέξιος ἐλήφθη εἰς κεφαλάτικον τὴν Βοστίτζαν καὶ ἐναπέ μεινεν ἐκεῖσε. ∆ιερχόμενος οὖν, ὡς δεδήλωκα, ὁ ἐμὸς δεσπότης καὶ αὐ θέντης, μετ' ἐμοῦ μόνου ἐνεργοῦντος τὸ περὶ τῆς Πάτρας, εὑρισκό μενοι εἰς τὴν Γλαρέντζαν, ἐγράψαμεν πολλάκις πρὸς οὓς συνέτυχον τῷ Παδιάτῃ, οἱ δὲ καὶ ἀντέγραψαν πρὸς ἡμᾶς, πλὴν ἐκρίνοντο παρ' ἡμῶν ἀδύνατα, ὡς καὶ ὁ καιρὸς ἔδειξε. Τέλος ἐστήσαμεν, ἵνα διὰ νυκτὸς βα δίσαντες εὑρεθῶμεν εἰς τόπον πλησίον τῶν ὁρίων τῶν Πατρηνῶν ἀμπε λώνων, καλούμενον εἰς τὰς Τρεῖς Ἐκκλησίας, αἳ παλαιόθεν ἦσαν· ἐκεῖ σε δὲ εὑρεθῶσι καὶ οἱ ἄνθρωποι καὶ δηλήσωσι πλατύναντες τὰ διὰ γραφῆς· καὶ εἰ μὲν ἦσαν δυνατά, ἐνεργεθῶσιν, εἰ δ' οὐ, ἀπέλθωμεν φανερῶς ἀπο κλεῖσαι τὸ κάστρον καὶ ὡς φέρῃ τὸ φέρον. Καὶ ἰδοὺ ἐγράψαμεν προσ τάγματα πρὸς πάντας τοὺς ἐν τῇ περιοχῇ τῆς 20Ἰθώμης καὶ20 Ἀνδρού-σης 20ἐν τῷ Μεσσηνιακῷ κόλπῳ καὶ τῶν ἔσω καὶ ἔξω ζυ 280 γῶν, ἵνα τῇ πρώτῃ τοῦ Μαρτίου μηνὸς τοῦ αὐτοῦ ἔτους ἔλθωσι μετὰ ὅπλων καὶ τῶν πλειόνων ἀνθρώπων τῆς ἀρχῆς ἑνὸς ἑκάστου αὐτῶν, καὶ οὕτως τακτικῶς διελθεῖν τὸν τόπον τοῦ πριγκίπου, καὶ δεχθῶσι καὶ συ ναπαντήσωσι τὸν νέον αὐθέντην εἰσερχόμενον ἐν τῷ Μεσση νιακῷ κόλπῳ καὶ ζυγοῖσ· ὁμοίως ἐμηνύθη καὶ τῷ Λασκάρει Ἀλε ξίῳ τῷ ἐκ Βοστίτζας. Ἐλθόντες οὖν ἐκινήθημεν οὐ διὰ τῆς ὁδοῦ τῆς περὶ τὸν Ἀλφειόν, ἀλλὰ διὰ τῆς ἐξ εὐωνύμων· καὶ πάντες ἐθαύμαζον λέγοντες πρὸς ἀλλήλους καὶ ἐπυνθάνοντο ποῦ ἀπήρχοντο. Περὶ δὲ ἀλε κτοροφωνίας ἤλθομεν περὶ τὸν συμφωνηθέντα τόπον, ἔνθα εὕρομεν τοὺς ἀνθρώπους· καὶ ἰδόντες αὐτοὺς ἀπράκτους εἶναι καὶ ἄπρακτα λέγοντας ἀπεπέμψαμεν. Πρωΐας οὖν γενομένης συμβουλευθέντες, τὶ ἄρα πραχθείη, καὶ διακρίναντες, ἵνα τὸ στρατόπεδον δράμῃ πρὸς τὸ αἰχμαλωτεῦσαι τοὺς ἔξω τῆς πόλεως οἰκοῦντας καὶ πᾶσαν τὴν τῶν Ἑβραίων οἴκησιν, ὡς οὖν ἐφάνη ἄπρακτον διὰ πολλὰς αἰτίας, ἰδοὺ καὶ οἱ ἐκ τοῦ κάστρου ἰδόντες ἡμᾶς καὶ ἀπορήσαντες, τὶ ἄρα καὶ ἔνι, οὐ γὰρ προενόμισαν τὸ τυχόν, ἀπέστειλαν ἕνα τῶν ἀρχόντων καί τινα κανονικόν, Μάρκον τοὔνομα, με τὰ καὶ ἀνθρώπου τινὸς πρὸς τὸ μεταφράζειν καὶ ἄλλων ἀνθρώπων, ὅπως μάθωσι, τίνες οἱ ἐπερχόμενοι καὶ διὰ τί. Ὣς οὖν εἶδον ἡμᾶς καὶ πῶς ἡμεῖς ἐζητοῦμεν τὸ κάστρον ἢ μετὰ συνθήκης ἤ, οἴῳ δὴ τρόπων δυνη σώμεθα, παραλάβωμεν αὐτό, ἐπιστρέψαντες μετὰ σπουδῆς ἔκρουσαν τὰς σάλπιγγας καὶ πᾶν ὄργανον πολεμικόν· καὶ εὐθὺς πάντες οἱ ἐντὸς καὶ ἐκτὸς συνήχθησαν εἰς τὸ ὁπλίζεσθαι, ἡμεῖς δὲ ἐπὶ αὔριον ἤρξαμεν τοῦ πολέμου.
Ἀποκλεισμὸς τῆς Πάτρας ὑπὸ τοῦ δεσπότου κὺρ Κωνσταντίνου
IV.Ἐπὶ τὴν αὔριον οὖν, τυχοῦσα ἡ ἑορτὴ τῶν Βαΐων, ἐκόψαμεν βάϊα
μυρσίνης· πᾶν τὸ στρατόπεδον φέροντες ἀνὰ χεῖρας καὶ ἐλθόντες ἐπέ σαμεν περὶ τὰς πύλας τοῦ κάστρου. Ὡς δὲ ἐκείμεθα τῇ κ-ῃ τοῦ αὐτοῦ μηνὸς Μαρτίου, μετὰ τὴν τοῦ μεγάλου σαββάτου ἀκολουθίαν, ἤτοι τὴν θείαν μυσταγωγίαν, ἀριστήσαντες ἦμεν καθήμενοι ἐν τῇ παρεμβολῇ, ἤτοι σκηνῇ τοῦ αὐθέντου ἡμῶν συνομιλοῦντες περὶ πολλῶν, ἰδοὺ ἄφνω τινὲς ὀλίγοι ἔφιπποι ἐξῆλθον ἐκ τῆς πύλης τῆς καλουμένης Ἑβραϊκῆς ἢ τοῦ Ζευγαλατείου, οὕτω καὶ οὕτω γὰρ ὠνομάζετο. Καὶ ὡς ἐφάνησαν, διωχθέντες εἰσῆλθον διὰ τῆς αἰγιαλοῦ πύλης· ἐκεῖσε κατασκευαστικῶς ἦσαν πάντες οἱ τοῦ κάστρου μετὰ τζαγκρῶν καὶ τόξων καὶ σκολόπων. Εὑρεθεὶς οὖν ὁ δεσπότης κἀγὼ προβαδίζοντες πρὸ τοῦ διωγμοῦ τῶν εἰρη 282 μένων, διὰ τὸ τοὺς ἴππους ἡμῶν εὑρεθῆναι κατὰ συγκυρίαν ἡτοιμασμέ νους πλησίον τῆς γεφύρας τῆς ὁδοῦ τῆς ἀπαγούσης εἰς τὸ ἅγιον Ἀν δρέαν, τὶς τῶν Πατρηνῶν τοξεύσας τὸν τοῦ δεσπότου