45
ἑκουσίων παθῶν ἐπιδρομὴν οἱ ἀκάθαρτοι δαίμονες. Ἀλλὰ καὶ τῆς μερίδος τυγχάνουσα τῆς φυλῆς Ἰσσάχαρ Ἰόππημισθὸς δὲ καὶ κάματος οὗτος ἑρμηνεύεται δίδωσι πλέον νοεῖν ὅτι πρακτικῆς ἐστιν ἕξις φυλακτικὴ Ἰόππη, τὰς ἀοράτους ἐφόδους φυλαττομένη τῶν πνευμάτων τῆς πονηρίας. Ταύτης οὖν ἀναστάντα πρὸς τὴν τῶν ὑψηλῶν γνῶσιν μεταθεῖναι τὸν νοῦν ἴσως ἐκελεύετο ὁ μέγας ἀπόστολος.
Ὁ τοίνυν τῆς πρακτικῆς φιλοσοφίας οἰκῶν τὸ τῆς κατασκοπῆς ὕψος ἐν Ἰόππῃ λεγέσθω εἶναι, ὁ δὲ τὴν ἐν Ἱεροσολύμοις Σιὼν κατοικῶν, τουτέστι τὸ σκοπευτήριον τὸ κατὰ τὴν ὅρασιν τῆς εἰρήνης ἰδρυμένοντοῦτο γὰρ Ἱερουσαλὴμ ἑρμηνεύεται, πάσης μακρὰν γέγονε τῆς κατ᾽ αἴσθησιν σχέσεως, ὅσον ἱστορικῶς τοῦ τόπου τῆς Σιὼν κατὰ τὴν θέσιν ἡ θάλασσα, (14Β_194> καὶ σκοπεύει μόνον κατὰ τὸ ὕψος ὑπάρχων τῆς γνώσεως τὰ νοητὰ τῶν ὄντων θεάματα τῇ κατὰ νοῦν περιαιρέσει τῶν φαινομένων ἐν τοῖς οὖσι σχημάτων, καὶ δέχεται τὰς τῶν θείων ἐμφάσεις κατὰ τὸ θεμιτὸν ἐκφανεῖς, τυποῦσας αὐτοῦ τὸ ἡγεμονικὸν πρὸς τὸ θειότερον. Ὁ γοῦν οἰκῶν Ἰόππην πρακτικός ἐστι, καταθεωρῶν τῶν ἐναντίων τὰ θήρατρα, ὁ δὲ κατοικῶν ἐν Σιὼν γνωστικός ἐστι, μόνην κατὰ νοῦν τῶν θείων θεωρῶν τὴν εὐπρέπειαν.
Εἰ δὲ πάλιν εἰς οὐρανὸν ἀνεσπάσθη τὸ σκεῦος τῆς ὀθόνης, νοήσωμεν ὅτι μετὰ τὸ δειχθῆναι τῷ μεγάλῳ Πέτρῳ τοὺς τῶν αἰσθητῶν πνευματικοὺς λόγους τοῖς νοητοῖς συνυπάρχοντας, πάλιν ἀνέλκει πρὸς ἑαυτὸν τούτους ὁ Θεός, διδάσκων ὡς οὐδὲν ὧν οἱ λόγοι παρ᾽ αὐτῷ μένουσιν, ἔστι καθάπαξ ἀκάθαρτον. ∆ιό, γνοὺς τῶν ὁραθέντων τὴν δύναμιν ὁ μέγας ἀπόστολος, ἔμαθε μηδένα λέγειν ἀκάθαρτον ἄνθρωπον, μηδὲ προσωποληψίαν εἶναι παρὰ Θεῷ, ποιουμένην ἄδικον τὴν τῶν ὄντων διαίρεσιν. Ὅθεν, μηδὲν μελλήσας, τὸ θεῖον ἐπλήρωσε πρόσταγμα, καταθύσας πρὸς ζωὴν πνευματικὴν τοὺς τὴν καρδίαν ἑκουσίως περιτεμνομένους τῷ λόγῳ τῆς χάριτος, καὶ πᾶσαν ἀπιστίας κακίας τε καὶ ἀγνωσίας ἀκαθαρσίαν καθάπερ ἀκροβυστίαν ἀποβαλλομένους, τῆς δὲ σαρκὸς μηδὲν τῶν προσόντων αὐτῇ φυσικῶν περιτέμνοντας ὧν οὐκ ἐξ ἐμπαθοῦς γνώμης ἡ σύστασις, ἀλλ᾽ ἐκ θείας δημιουργίας ἡ γένεσις. Οὐδὲν γὰρ τῶν κατὰ φύσιν ἀκάθαρτον, ὅτι Θεὸν ἔχει τῆς ὑπάρξεως αἴτιον.
ΣΧΟΛΙΑ 1. Ζωῆς μετάθεσίν φησι καί λατρείαν ἀγγελικήν, καί πρός σῶμα ψυχῆς
ἑκούσιον ἀλλοτρίωσιν· καί τῆς ἐν Πνεύματι θείας μεταποιήσεως γένεσιν, τό τῆς νέας ∆ιαθήκης καταγγέλλει μυστήριον.
2. Ἕτερος, φησίν, ὁ τῆς ἐντολῆς ἐστι λόγος, καί ἕτερος ὁ τοῦ γίνεσθαι τὴν ἐντολὴν τρόπος. Λαβών οὖν ὁ μέγας Πέτρος τὴν περί τῶν ἐθνῶν τοῦ κηρύγματος ἐντολήν, ἀγνοῶν διά (14Β_196> τῆς ὀθόνης τῆς ἐντολῆς ἐδιδάσκετο τόν τρόπον· ὅτι δίχα περιτομῆς, καί τῶν λοιπῶν τοῦ νόμου σωματικωτέρων, ἐθῶν χρή τῶν ἐθνῶν γενέσθαι τήν κλῆσιν. Πνευματικήν γάρ οἶδεν ὁ λόγος περιτομήν, ἐμπαθοῦς σχέσεως πρός σῶμα τῆς ψυχῆς ἐκτομήν.
3. Ὁ μή τοῖς σχήμασι τῶν ὁρατῶν ἐναπομένων διά τήν αἴσθησιν, ἀλλά κατά νοῦν τούς λόγους αὐτῶν ἀναζητῶν, ὡς νοητῶν τύπους, ἤ λόγους αἰσθητῶν θεώμενος κτισμάτων, οὐδέν ἀκάθαρτον εἶναι τῶν ὁρωμένων διδάσκεται. Πάντα γάρ φύσει καλά λίαν καθέστηκεν.
4. Ὁ τῇ κινήσει φησίν τῶν αἰσθητῶν μή συναλλοιούμενος, ἀκίβδηλον τήν τῶν ἀρετῶν μετέρχεται πρᾶξιν. Ὁ δέ τοῖς αὐτῶν σχήμασι μή διατυπώσας τόν νοῦν, τήν ἀληθῆ περί τῶν ὄντων ἀπείληφε δόξαν. Ὁ δέ καί αὐτήν τήν οὐσίαν τῶν ὄντων τῇ διανοίᾳ παραδραμών ὡς ἄριστος θεολόγος μετά ταύτην ἀγνώστως τῇ μονάδι προσέβαλεν. Οὐκοῦν ὁ τρίτον ἐν ἑαυτῷ καταθύσας τήν κτίσιν τῶν ὁρωμένων, τῆς τῶν τελείων ἄξιος γέγονε τάξεως.