ἐγίνοντο καὶ κατίσχυον σφόδρα σφόδρα». 2.27.170 ∆ιχῶς δὲ ἡ σκοτία τὸ φῶς οὐ κατείληφεν, ἢ σφόδρα αὐτοῦ ἀπολειπομένη καὶ διὰ τὴν ἰδίαν βραδυτῆτα τῇ ὀξύτητι τοῦ δρόμου τοῦ φωτὸς οὐδὲ κατὰ τὸ ποσὸν παρακολουθῆσαι δυναμένη, ἢ εἴ που ἐνεδρεῦσαι βεβούληται τὸ φῶς τὴν σκοτίαν καὶ κατ' οἰκονομίαν παρέμεινεν ἐπερχομένην αὐτήν, ἐγγίσασα ἡ σκοτία τοῦ φωτὸς ἠφανίζετο. Πλὴν ἑκατέρως ἡ σκοτία οὐ κατέλαβε τὸ φῶς. 2.28.171 Ἀναγκαῖον δὲ ἐν τούτοις ἡμᾶς γενομένους ἐπισημειώσασθαι ὅτι οὐ πάντως, εἴ που ὀνο μάζεται «σκότος», ἐπὶ τοῦ χείρονος λαμβάνεται, ἔσθ' ὅτε δὲ καὶ ἐπὶ τοῦ κρείττονος ἀναγέγραπται· ὅπερ οἱ ἑτερό δοξοι μὴ διαστειλάμενοι δυσφημότατα περὶ τοῦ δημιουργοῦ δόγματα παραδεξάμενοι ἀπέστησαν αὐτοῦ, ἀναπλάσμασιν μύθων ἑαυτοὺς ἐπιδεδωκότες. Πῶς οὖν καὶ πότε καὶ ἐπὶ τοῦ κρείττονος τὸ ὄνομα τοῦ σκότους παραλαμβάνεται, παραδεικτέον ἤδη. 2.28.172 «Σκότος, γνόφος, θύελλα» ἐν τῇ Ἐξόδῳ «περὶ τὸν θεὸν» εἶναι λέγε ται καὶ ἐν τῷ ιζʹ ψαλμῷ· «Ὁ θεὸς ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, σκοτεινὸν ὕδωρ ἐν νεφέ λαις ἀέρων.» Ἐὰν γάρ τις κατανοήσῃ τὸ πλῆθος τῶν περὶ θεοῦ θεωρημάτων καὶ γνώσεως ἄληπτον τυγχάνον ἀνθρωπίνῃ φύσει, τάχα δὲ καὶ ἑτέροις παρὰ Χριστὸν καὶ τὸ ἅγιον πνεῦμα γενητοῖς, εἴσεται πῶς περὶ τὸν θεόν ἐστι σκότος, κατὰ τὸ ἀγνοεῖσθαι τὸν κατ' ἀξίαν περὶ αὐτοῦ πλούσιον λόγον· ἐν ᾧ σκότῳ «ἔθετο αὐτοῦ τὴν ἀποκρυφήν» τῷ τὰ περὶ αὐτοῦ ἀγνοεῖσθαι ἀχώρητα ὄντα τοῦτο πεποιηκώς. 2.28.173 Ἐὰν δέ τις ταῖς τοιαύταις προσκόπτῃ ἐκδοχαῖς, προαγέσθω ἀπό τε τῶν σκοτεινῶν λόγων καὶ τῶν διδομένων ὑπὸ θεοῦ Χριστῷ θησαυρῶν σκοτεινῶν, ἀποκρύφων, ἀοράτων· οὐκ ἄλλο γάρ τι ἡγοῦμαι εἶναι τοὺς σκοτεινοὺς θησαυροὺς ἐν Χριστῷ ἀποκαλυπτομένους-τὸ «σκότος ἔθετο ὁ θεὸς ἀποκρυφὴν ἑαυτοῦ»-ἢ «ὁ ἅγιος νοήσει παραβολὴν καὶ σκοτεινὸν λόγον». Ἐπίσκεψαι δὲ εἰ διὰ τοῦτό φησιν ὁ σωτὴρ τοῖς μαθηταῖς· «Ἀνθ' ὧν ὅσα ἠκούσατε ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτί». 2.28.174 Τὰ γὰρ ἐν ἀπορρήτῳ καὶ μὴ ἐπηκόῳ πολλῶν δύσγνωστα καὶ ἀσαφῆ αὐτοῖς παραδεδομένα μυστήρια προστάσσει αὐτούς, φωτιζομένους καὶ διὰ τοῦτο λεγομένους εἶναι ἐν φωτί, ἀπαγγέλλειν παντὶ τῷ γινομένῳ φωτί. Παραδοξότερον δ' ἂν ἐπὶ τοῦ ἐπαινουμένου σκότους εἴποιμι, ὅτι τοῦτο σπεύδει ἐπὶ τὸ φῶς καὶ καταλαμβάνει αὐτὸ καὶ γίνεταί ποτε, διὰ τὸ ἀγνοεῖσθαι σκότος, τῷ μὴ ὁρῶντι τὴν δύναμιν αὐτοῦ οὕτω μεταβάλλον, ὥστε τὸν μεμαθηκότα ἀπο φαίνεσθαι γεγονέναι φῶς τὸ γνωσθέν ποτε ὑπάρχον αὐτῷ σκότος. 2.29.n Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης. 2.29.175 Ἀκριβέστερόν τις ἀκούων τοῦ «ἀπε σταλμένος», ἐπειδὴ ὁ ἀπεσταλμένος ποθέν που ἀποστέλλεται, ζητήσει πόθεν ὁ Ἰωάννης ἀπεστάλη καὶ ποῦ. Σαφοῦς δ' ὄντος τοῦ «ποῦ», κατὰ μὲν τὴν ἱστορίαν ὅτι πρὸς τὸν Ἰσραὴλ καὶ τοὺς βουλομένους αὐτοῦ ἀκούειν ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας διατρίβοντος καὶ παρὰ τῷ Ἰορδάνῃ ποταμῷ βαπτίζοντος, κατὰ δὲ βαθύτερον λόγον, ὅτι εἰς τὸν κόσμον-κόσμου λαμβανομένου τοῦ περιγείου τόπου, ἔνθα εἰσὶν οἱ ἄνθρωποι-, ἐξετάσει, πῶς δεῖ λαμβάνειν τὸ «πόθεν». Ἐπὶ πλεῖον δὲ βασανίζων τὴν λέξιν, τάχα καὶ ἀποφαίνεται, ὅτι ὥσπερ ἐπὶ τοῦ Ἀδὰμ γέγραπται· 2.29.176 «Καὶ ἐξαπέστει λεν αὐτὸν κύριος ὁ θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐργάζεσθαι τὴν γῆν, ἐξ ἧς ἐλήφθη», οὕτω καὶ ὁ Ἰωάννης ἀπεστάλη, ἤτοι ἐξ οὐρανοῦ ἢ ἐκ τοῦ παραδείσου ἢ ὅθεν δήποτε ἑτέρωθεν παρὰ τὸν ἐπὶ γῆς τοῦτον τόπον, καὶ ἀπε στάλη, «ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός». 2.29.177 Ἔχει δὲ ἀνθυποφορὰν οὐκ εὐκαταφρόνητον ὁ λόγος, ἐπεὶ καὶ παρὰ Ἡσαΐᾳ γέγραπται· «Τίνα ἀποστείλω καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον;» ὅτε ἀποκρινόμενος ὁ προφήτης φησίν· «Ἰδοὺ εἰμὶ ἐγώ, ἀπόστειλόν με». 2.29.178 Ἐρεῖ γὰρ ὁ ἐνιστάμενος τῇ βαθυτέρᾳ ἐμφαινομένῃ ὑπονοίᾳ, ὅτι ὥσπερ ὁ Ἡσαΐας ἀπεστάλη, οὐχὶ ἀφ' ἑτέρου τόπου παρὰ τὸν κόσμον τοῦτον, ἀλλὰ μετὰ τὸ ἑωρακέναι «τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου» πρὸς τὸν λαόν, ἵνα εἴπῃ·