λοιποῦ, ἀλλὰ περιτραπῆναι καὶ εἰς ολισθον ὑποσυρῆναι. Καὶ τὴν αἰτίαν ἐπάγει λέγων· 72.3,4 Οτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν· οτι οὐκ εστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στε ρέωμα ἐν τῇ μάστιγι αὐτῶν. Τὰ τὸν κλόνον αὐτῷ ποιήσαντα τῆς ψυχῆς ἀφηγεῖται· οτι ὑπὸ τῆς εἰρήνης τῶν ἁμαρ τωλῶν καὶ τῆς κατὰ τὸν βίον εὐροίας τῶν [αλλων οντων] ἐν κοπετῷ· ̓Επυρπολούμην, φησὶ, βλέπων τοὺς παρανομίᾳ καὶ πονηρίᾳ συζῶντας, ἐν εἰρήνῃ βαθείᾳ καὶ εὐποτμίᾳ πολλῇ, ὡς καὶ μέχρι θανάτου τὴν εὐημε ρίαν αὐτοῖς ἐκτείνεσθαι, καὶ τὸν θάνατον δὲ οντως εὐδαίμονα τούτους ὑπομένειν· ὡς ζηλοῦσθαι παρὰ πάντων, καὶ μηδένα ἀνα νεύειν, ει τις αὐτὸν εροιτο, εἰ βούλοιτο τοιού του θανάτου τυχεῖν· ἀλλ' ἐθέλει εκαστος ουτως ἀποθανεῖν· μᾶλλον δὲ ἐν κινδύνοις καὶ δυσπαθείαις ἐξεταζόμενοι, ἑαυτοὺς ὑπαγο ρεύουσιν, ὡς τῆς ἀνανεύσεως δηλούσης τὴν ἀπαγόρευσιν η καὶ τὴν μνήμην τοῦ θανά του. Εἰ δέ που αρα καὶ συμβῇ τῇ ἁμαρτίᾳ αὐτῶν ἐπιστρεπτικὴ μάστιξ, οὐδὲ αὐτὴ στε ρεά ἐστι καὶ ἐπίπονος, ἀλλ' ἐλαφρὰ καὶ εὐ παρακόμιστος ἐξ ἐπιπολῆς τρέχουσα· πρὸς ὀλίγον γὰρ αὐτοῖς προσπελάζει τὰ λυπηρὰ, ειτα ἀπαλάττονται· ἐν κόποις καν αρ' ουν αὐτοῖς τὰ πράγματα φέρεται, καὶ ουτε πό νοις, ουτε ταλαιπωρίαις, ουτε παιδείαις πε ριβάλλονται, αλλοις ἀνθρώποις παραπλη σίως μαστιζομένοις δι' ἐπιπόνου βίου· ὁ γὰρ διὰ χειρῶν πόνος καὶ τὸ δέεσθαι τῆς καθ' ἡ μέραν ἐργασίας εἰς διατροφήν· οιον ἀντὶ μαστίγων τοῖς ἀνθρώποις δέδοται, ἐπὶ τοιού τοις πολλοὶ καὶ νῦν σκανδαλίζονται εἰρή νην οὐκ εστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐ τῶν. ̓Ανάνευσιν λέγει τὴν μνήμην τοῦ θα νάτου. 72.7 ̓Εξελεύσεται, ὡς ἐκ στέατος ἡ ἀδι κία αὐτῶν. Στέαρ δὲ πολλάκις εφημεν τὴν εὐπάθειαν καὶ τὴν εὐκληρίαν, ὡς ἐν τοσαύτῃ τοίνυν, φησὶν, οντες εὐημερίᾳ μετὰ πάσης ἀδείας τὴν ἀδικίαν ἐτόλμων. 72.8 ∆ιενοήθησαν καὶ ἐλάλησαν ἐν πο νηρίᾳ, ἀδικίαν εἰς τὸ υψος ἐλάλησαν. Οὐ λογίζονται ἑαυτοὺς ειναι ὡς εκαστος τῶν ἀνθρώπων, οὐδὲ οτι μετὰ τῶν ἀνθρώ πων μέλλουσιν κρίνεσθαι. 72.10,11 ∆ιὰ τοῦτο ἐπιστρέφει ὁ λαός μου ἐνταῦθα, καὶ ἡμέραι πλήρεις εὑρεθή σονται ἐν αὐτοῖς. Καὶ ειπαν· Πῶς εγνω ὁ Θεὸς, καὶ εἰ εστι γνῶσις ἐν τῷ ὑψίστῳ; Ζητήσεις τοῦτό πως. ̔Ο μὲν γὰρ Θεὸς, φησὶν, ἐκεῖνα ὑπέσχετο· ουτοι δὲ παρ' ἑαυ τοῖς ἐλογίζοντο ουτως μήτε ἐφορᾶν τὸν Θεὸν, μηδέ τι τῶν γενομένων εἰδέναι. Ειτα δείξας τὴν τούτων ἀσέβειαν, τοὺς οἰκείους ἐκφέρει λογισμούς. ̔Ο μὲν ἐμὸς λαὸς, φησὶν, ἐκ τοῦ καταβληθῆναι τοὺς εὐσεβεῖς, ὠφεληθήσεται. Οἱ δὲ προλεχθέντες δυσσεβεῖς καὶ αθεοι, ου τως ἠσέβουν ὡς σκάνδαλον γενέσθαι τοῖς ὁρῶσι τὸν βίον αὐτῶν καὶ ὡς μηχανεύειν καὶ λέγειν· Πῶς εγνω; ἀντὶ τοῦ· Πῶς γινώσκει τὰ καθ' ἡμᾶς καὶ διώκει; λέγεται· καὶ πῶς γνῶ σιν εχει τῶν ἡμετέρων; ̔Ο δὲ Σύμμαχος σα φέστερον· Οἱ δὲ ελεγον· Πῶς εγνω ὁ Θεὸς, εἰ εστι γνῶσις ἐν τῷ ὑψιστῷ; 72.13 Καὶ ειπα· Αρα ματαίως ἐδικαίω σα, καὶ ἐνιψάμην ἐν ἀθώοις τὰς χεῖράς μου. ̓Ωριγένους, Θεοδωρήτου. Τί γὰρ ἐκέρδα να, φησὶ, πόῤῥω τῶν πονηρίᾳ συζώντων γε νόμενος· τὸ γὰρ ἐνιψάμην, ἀντὶ τοῦ ἀθῶον ἐμαυτὸν ἐφύλαξα· οὐκ ἐκοινώνησα τοῖς κα κοῖς ἐπὶ μελέτης καὶ δικαιοσύνης, καὶ τῆς κακίας τὴν κοινωνίαν φυγὼν, καὶ αἰκίζομαι καὶ παροινοῦμαι καθ' ἑκάστην ἡμέραν. 72.14 Καὶ ὁ ελεγχός μου εἰς τὰς πρωΐας. Ζητήσεις καὶ τοῦτο καὶ πειράσεις τοῦ γνῶναι. 72.16,17 Καὶ ὑπέλαβον τοῦ γνῶναι, τοῦ το κόπος ἐστὶν ἐναντίον μου, εως ου εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ Θεοῦ, καὶ συνῶ εἰς τὰ εσχατα αὐτῶν. ̔Ομοίως διὰ τῆς ἁμαρτίας αὐτῶν ηὐτρέ πισας αὐτοῖς κολάσεις αἰωνίας. 72.21 Οτι ἐξεκαύθη ἡ καρδία μου, καὶ οἱ νεφροί μου ἠλλοιώθησαν. Ταῦτα λογιζόμενος ὑπὸ τῆς ἐκείνης πα ρανομίας, ἐπυρπολούμην. ̓Αναλαβὼν γὰρ τὸ προοίμιον, ο ἐστιν· ̓Εζήλωσα ἐν τοῖς ἀνό μοις, καὶ οπερ ζῆλον ἐκάλει, τοῦτο ἐνταῦθα [λέγει] καρδίας εγκαυσιν. Καὶ οἱ νεφροί μου ἠλλοιώθησαν. Νεφροὺς τοὺς λογισμοὺς ἀσε βεῖς φησιν· εχων τοὺς λογισμοὺς, μικρὸν δεῖν, ἐξετράπην διὰ τὴν ἐκείνων ἀλαζονείαν.