δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττωμένον βλέ πομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον.» ∆όξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτόν· καὶ κατέ στησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου, κ. τ. ἑ. Καὶ ὁ Ἀπόστολος ἐντεῦθεν ὠνόμασε «τὸν ἀμάραντον τῆς δόξης στέφανον.» Καὶ ἔσθ' ὅτε τιμῇ ἐστεφανωμένος τις οὐ συνῆκεν, ὡς ἐν τῷ· «Ἄνθρω πος ἐν τιμῆ ὢν οὐ συνῆκεν.» Οὐκ Ἐπὶ τὰ ἔργα σου δὲ εἶπεν, ἅπερ οἶμαι εἶναι τὰ μὴ βλεπόμενα. Πρῶ τοι μὲν οὖν ἐν ἔργοις ἐσμὲν χειρῶν Θεοῦ, τουτέστι τοῖς μὴ βλεπομένοις. Ταῦτα δὲ καὶ μετὰ τὴν ἐναν θρώπησιν νοεῖται τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν· δόξῃ γὰρ καὶ τιμῇ ὁ ἄνθρωπος ἐστεφάνωται· «Συνήγειρε γὰρ ἡμᾶς καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις,» κα θώς φησιν ὁ Ἀπόστολος. Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, πρόβατα καὶ βόας πάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου, τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, κ. τ. ἑ. Ὅπου μὲν καθαρὰ πρόβατα καὶ βόες, «πάντα» προσέθηκεν· ἔνθα δὲ ἐνδέχεται καὶ ἀκάθαρτα, ὡς ἐπὶ τῶν κτηνῶν τοῦ πεδίου, οὐκ εἴρηται «πάντα.» Ὁμοίως καὶ ἐπὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ ἰχθύων τῆς θαλάσ σης. ΨΑΛΜΟΣ Θʹ. Εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ ψαλ μὸς τῷ ∆αυῒδ, κ. τ. ἑ. Κρύφιά ἐστι γνῶσις ἀπόῤῥητος τῶν περὶ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ μυ στηρίων. 12.1188 Ἐξομολογήσομαί σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου· διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Εὐφρανθήσο μαι καὶ ἀγαλλιάσομαι ἐν σοὶ, ψαλῶ τῷ ὀνόματί σου, Ὕψιστε, κ. τ. ἑ. Ὁ ἐξ ὅλης καρδίας ἀγαπῶν δύναται ἐξ ὅλης καρδίας ἐξομολογεῖσθαι. «∆ιηγήσομαι πάντα τὰ θαυμάσιά σου,» καὶ τὰ ἑξῆς. Ὅταν ἀναγεγραμ μένα τεράστια, θαυμαστὰ τυγχάνοντα, παραστῆσαι δυνάμενος ᾧ λόγῳ γέγονε, καὶ τίνος ἐστὶ σύμβολα, πεποίηκε τὰ εἰρημένα. Τοῦτο δὲ μόνου τοῦ Σωτῆρος ἔργον ἔστιν ἰδεῖν. Εἰ δὲ καὶ ἡ κτίσις καὶ πάντα ὅσα ἐποίησεν ὁ Θεὸς, θαυμάσια αὐτοῦ ἐστι, πολλῷ πλέον φανεῖται, ὅτι τοῦ Σωτῆρός ἐστιν ἡ εὐχή. Τίς δὲ ἄρα διηγήσεται πάντα τὰ θαυμάσια τοῦ Πατρὸς εἰ μὴ ὁ Κύριος τοῖς νοῆσαι δυναμένοις τὰ τηλικαῦτα θαύματα τελείοις, περὶ ὧν μᾶλλον λεχθήσεται· «Σοφίαν δὲ μᾶλλον λαλοῦμεν ἐν τοῖς τελείοις;» -»Εὐφρανθή σομαι καὶ ἀγαλλιάσομαι,» πυνθανόμενος τῶν ἐπί τισιν εὐφραινομένων, εἰ ἐν Θεῷ εὐφραίνονται, ἵνα ἢ ἐπιμένωσι τῇ εὐφροσύνῃ, ἢ ἀποστῶσιν. Ὁ δὲ ἐπ' ὄρος ἀναβὰς ὑψηλὸν τὸ Σιὼν καὶ ὑψῶν τὴν φωνὴν αὑτοῦ ψάλλει τῷ ὀνόματι τοῦ Ὑψίστου. Ἐν τῷ ἀποστραφῆναι τὸν ἐχθρόν μου εἰς τὰ ὀπίσω, ἀσθενήσουσι καὶ ἀπολοῦνται ἀπὸ προσ ώπου σου, κ. τ. ἑ. Τίνες ἀσθενήσουσι καὶ ἀπο λοῦνται ἀπὸ προσώπου τοῦ Θεοῦ (ἐπεὶ «πρόσωπον Κυρίου ἐπὶ ποιοῦντας κακά·») οὐ προειπὼν, ἡμῖν καταλέλοιπεν ἐννοεῖν. Ὅταν καταργηθῇ ὁ ἐχθρὸς τῇ κακίᾳ προϊὼν, καὶ ἀναποδίσῃ ὀπίσω ἐκ τοῦ ἐμποδί ζεσθαι, τότε οἱ τῇ κακίᾳ ἰσχυροὶ ἀσθενήσουσιν. Εἶτα καθ' ὃ ἁμαρτάνουσιν, ἀπολοῦνται, τοῦτο ἐργαζομένου αὐτοῖς τοῦ προσώπου τοῦ Θεοῦ. Νοηθὲν γὰρ ἀφανίζει τὰ γήϊνα. Ἐκάθισας ἐπὶ θρόνου, ὁ κρίνων δικαιοσύνην, κ. τ. ἑ. Θρόνος μὲν Θεοῦ ὁ Χριστὸς, θρόνος δὲ Χριστοῦ ἡ ἀσώματος φύσις. Ἐπετίμησας ἔθνεσι, καὶ ἀπώλετο ὁ ἀσεβής· τὸ ὄνομα αὐτῶν ἐξήλειψας, κ. τ. ἑ. Τὸ, «ἐπετίμη σας,» διόρθωσιν σημαίνει, ὅπερ δῆλον ἐκ τοῦ· «Ἔλεγξον, παρακάλεσον, ἐπιτίμησον.» -»Τὸ ὄνο μα αὐτοῦ ἐξήλειψας.» Ἐξήλειψε δὲ ὁ Θεὸς τοῦ Ἀβρὰμ τὸ ὄνομα ποιήσας αὐτὸν Ἀβραὰμ, καὶ τῆς Σάρας κα λῶν αὐτὴν Σάῤῥαν, καὶ τοῦ Σιμῶνος ὀνομάσας αὐ τὸν Πέτρον. Οὕτω τε ἀκόλουθόν ἐστι τὸ ὄνομα ἐξ αλείφεσθαι τούτων οἷς ἐπετίμησε· καὶ μάλιστα ἐπεὶ ἐπιφέρεται τό· «Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὰ ἐπι τηδεύματα αὐτοῦ, ὅτι ἐκζητῶν τὰ αἵματα αὐτῶν ἐμνήσθη.» Πρόσχες καὶ ὅτι οὐκ εἴρηται· Τὸ ὄνομα αὐτῶν ἐξήλειψας ἐκ βίβλου ζώντων, (οὐ γὰρ ἐν βί βλῳ ζώντων ἦν ἐγγεγραμμένα τὰ ἔθνη·) ἀλλ' ἀκο λούθως τοῖς κατ' αὐτῶν χειρογράφοις, ἐν βίβλῳ ὀφει λόντων, ἢ βίβλῳ νεκρῶν, παρὰ τῷ τῆς ἀδικίας οἰκο νόμῳ, ὡς εἰκὸς, ἀναγράφοντι νεκροὺς, καὶ ἀναγρά φοντι εἰς γῆν. Ὁ γὰρ Σωτὴρ ἀναγράφει ἐν οὐρανοῖς τὰ ὀνόματα τῶν μαθητῶν. Τοῦ αὐτοῦ. Εἰ τὸ ὄνομα ἐνταῦθα τὴν κακὴν 12.1189 σημαίνει κατάστασιν,