ἑαυτῆς θυγατρί. 57.2 Ταύτην ἔγνων ἐγὼ διὰ πάσης νυκτὸς κοπιῶσαν καὶ ἀλήθουσαν ταῖς χερσὶν ἐπὶ καθαιρέσει τοῦ σώματος, διηγουμένην ὅτι "Τῆς νηστείας μὴ ἐπαρκούσης σύμμαχον δίδωμι καὶ τὴν ἐπίμοχθον ἀγρυπνίαν, ἵνα κατα λύσω τὸ φρύαγμα τοῦ Ἠσαῦ". Ἥτις ἐναίμων μὲν καὶ ἐμψύχων εἰς ἄκρον ἀπέσχετο, ἰχθύος δὲ καὶ λαχάνων μετ' ἐλαίου λαμβάνουσα ἐν ἑορτῇ, οὕτω διετέλεσεν ὀξυκράματι καὶ ξηρῷ ἄρτῳ ἀρκουμένη. 57.3 Ταύτης κατὰ ζῆλον ὥδευσεν εὐσεβῶς τὸν τῆς παρ θενίας ζυγὸν ἑλκύσασα ἡ σεμνοτάτη Γελασία, θυγάτηρ τριβούνου γενομένη· ἧς ἀρετὴ φέρεται αὕτη, ὅτι ἥλιος οὐδέ ποτε ἔδυ ἐπὶ λύπῃ αὐτῆς, οὐ κατὰ οἰκέτου, οὐ κατὰ θερα παινίδος, οὐ κατά τινος ἑτέρου. 58 .tΠερὶ τῶν ἐν Ἀντινόῳ 58.1 Ἐν Ἀντινόῳ τῆς Θηβαΐδος διατρίψας τέσσαρα ἔτη ἐν τοσούτῳ χρόνῳ καὶ γνῶσιν εἴληφα τῶν ἐκεῖ μο ναστηρίων. Καθέζονται μὲν γὰρ ἀμφὶ τὴν πόλιν ἄνδρες ὡς χίλιοι διακόσιοι, ταῖς χερσὶν ἀποζῶντες, εἰς ἄκρον ἀσκού μενοι. Ἐν τούτοις εἰσὶ καὶ ἀναχωρηταὶ ἐν τοῖς σπηλαίοις τῶν πετρῶν ἑαυτοὺς ἐγκαθείρξαντες· ἐν οἷς ἐστι Σολομών τις, ἀνὴρ πραότατος καὶ σώφρων καὶ ὑπομονῆς ἔχων χά ρισμα· ὃς ἔλεγεν ἔχειν πεντηκοστὸν ἔτος ἐν τῷ σπηλαίῳ, ἐπαρκέσας ἑαυτῷ ἐκ τοῦ ἔργου τῶν χειρῶν καὶ ἐκμαθὼν πᾶσαν ἁγίαν γραφήν. 58.2 ∆ωρόθεος ἐν ἄλλῳ σπηλαίῳ οἰκῶν πρεσβύτερος, ὑπερ βολῇ ἀγαθώτατος, καὶ αὐτὸς ζήσας τὸν ἀνεπίληπτον βίον, πρεσβυτερίου δὲ ἠξιωμένος καὶ λειτουργῶν τοῖς ἀδελφοῖς τοῖς ἐν τοῖς σπηλαίοις. Τούτῳ ποτὲ Μελάνιον ἡ νεωτέρα, τῆς μεγάλης Μελανίου ἐγγόνη, περὶ ἧς ἐς ὕστερον λέξω, ἀπέστειλε πεντακόσια νομίσματα, παρακαλέσασα αὐτὸν δια κονῆσαι τοῖς ἐκεῖ ἀδελφοῖς. Ὁ δὲ τρία λαβὼν μόνα, τὰ λοιπὰ παρέπεμψε ∆ιοκλεῖ τῷ ἀναχωρητῇ, ἀνδρὶ γνωσ τικωτάτῳ, λέγων ὅτι "Σοφώτερός μού ἐστιν ὁ ἀδελφὸς ∆ιοκλῆς, καὶ δύναται αὐτὰ ἀβλαβῶς διοικῆσαι, ἐπιστάμενος τοὺς ὀφείλοντας ἐπικουρηθῆναι εὐλόγως· ἐγὼ γὰρ τούτοις ἀρκοῦμαι". 58.3 Οὗτος ὁ ∆ιοκλῆς, ἀπὸ γραμματικῆς μὲν ἀχθεὶς τὰ πρῶτα ἐς ὕστερον δὲ δοὺς ἑαυτὸν εἰς φιλοσοφίαν, τῷ χρόνῳ τῆς χάριτος αὐτὸν ἑλκυσάσης, εἰς εἰκοστὸν ὄγδοον ἔτος ἄγων τὴν ἡλικίαν ἀπετάξατο μὲν τῶν ἐγκυκλίων μαθη μάτων, συνετάξατο δὲ τῷ Χριστῷ, καὶ αὐτὸς ἔχων τρια κοστὸν πέμπτον ἔτος ἐν τοῖς σπηλαίοις. Ἔλεγεν ἡμῖν ὅτι "Νοῦς ἀποστὰς θεοῦ ἐννοίας ἢ δαίμων γίνεται ἢ κτῆνος". Ἡμῶν δὲ φιλοπευστούντων τὸν τρόπον ὃν εἶπεν, ἔλεγεν οὕτως ὅτι "Νοῦς ἀποστὰς θεοῦ ἐννοίας ἐξ ἀνάγκης περι πίπτει ἐπιθυμίᾳ ἢ θυμῷ"· καὶ τὴν μὲν ἐπιθυμίαν ἔλεγε κτηνώδη, τὸν δὲ θυμὸν δαιμονιώδη. 58.4 Ἐμοῦ δὲ ἀντιλέγοντος ὅτι "Πῶς δυνατὸν ἀδια λείπτως εἶναι νοῦν ἀνθρώπινον μετὰ θεοῦ;" ἔλεγεν ὁ αὐτὸς ὅτι "Ἐν οἵῳ δ' ἂν νοήματι ἢ πράγματι εἴη ἡ ψυχὴ εὐσε βεῖ καὶ θεϊκῷ, μετὰ θεοῦ ἐστιν". Τούτου πλησίον Καπίτων τις ἔμενεν ἀπὸ λῃστῶν· ὃς πεντήκοντα ἔτη πληρώσας ἐν τοῖς σπηλαίοις ἀπὸ τεσσά ρων μιλίων τῆς πόλεως Ἀντινόου οὐ κατῆλθεν ἐκ τοῦ σπηλαίου οὐδὲ μέχρι τοῦ ποταμοῦ τοῦ Νείλου, λέγων μηδέπω δύνασθαι συντυγχάνειν τοῖς ὄχλοις τῷ ἀκμὴν ἀντιπράττειν αὐτῷ τὸν ὑπεναντίον. 58.5 Σὺν τούτοις ἑωράκαμεν καὶ ἕτερον ἀναχωρητὴν ὁμοίως καὶ αὐτὸν ἐν σπηλαίῳ· ὂς οἴστρῳ κενοδοξίας ἐμπαιζόμενος ὑπὸ ὀνείρων, ἀντέπαιζε τοὺς ἀπατωμένους, "ἀνέμους ποι μαίνων". Καὶ τὴν μὲν κατὰ σῶμα σωφροσύνην εἶχε καὶ διὰ τὸ γῆρας καὶ διὰ τὸν χρόνον, τάχα καὶ διὰ τὴν κενο δοξίαν· διέφθαρτο δὲ αὐτοῦ τὸ φρονοῦν τῇ ἀκολασίᾳ τῆς κενοδοξίας. 59 .tΠερὶ ἀμμᾶ Ταλίδος καὶ Ταώρ 59.1 Ἐν ταύτῃ τῇ πόλει Ἀντινόῳ ἐστὶ μοναστήρια γυναικῶν δώδεκα, ἐν οἷς καὶ συντετύχηκα ἀμμᾷ Ταλίδι γραΐδι ὀγδοήκοντα ἔτη ἐχούσῃ ἐν τῇ ἀσκήσει ὡς καὶ αὐτὴ καὶ αἱ γειτνιῶσαι διηγοῦντο. Ταύτῃ συνῴκουν ἑξήκοντα νεάνιδες αἳ τοσοῦτον αὐτὴν ἠγάπων ὡς μηδὲ κλεῖδα ἐφε στάναι τῇ αὐλῇ τοῦ μοναστηρίου, ὡς ἐν ἄλλοις, ἀλλὰ κρα τεῖσθαι αὐτὰς ὑπὸ τῆς ἀγάπης ταύτης. Εἰς τοσοῦτον δὲ ἀπαθείας ἤλασεν ἡ γραῦς ὡς εἰσελθόντι μοι καὶ καθεσ θέντι ἐλθεῖν καὶ συγκαθεσθῆναί μοι, καὶ τὰς χεῖρας αὐτῆς ἐπιθεῖναι τοῖς ὤμοις μου ὑπερβολῇ παρρησίας. 59.2 Ἐν τούτῳ τῷ μοναστηρίῳ παρθένος μαθήτρια