φιλόσοφος ἐν Τενέδῳ ἀπέθανεν. 215 ϛʹ. ιαʹ Ὀλυμπιάς. ζʹ, ηʹ, θʹ, ιʹ. ιβʹ Ὀλυμπιάς. ιαʹ, ιβʹ, ιγʹ. Ἀρχιερεὺς Σοβνᾶς ἐγνωρίζετο, ὃν διεδέξατο Ἐλιακεὶμ ὁ τοῦ Χελκίου προδόντος τοῦ Σοβνᾶ τὸν λαὸν καὶ αὐτομολήσαντος πρὸς Σενναχηρεὶμ βασιλέα τῆς Συρίας. ιδʹ. Τούτῳ τῷ ιδʹ ἔτει τῆς βασιλείας Ἐζεκίου ἀνέβη Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων ἐπὶ τὰς πόλεις τῆς Ἰουδαίας τὰς ὀχυράς, καὶ ἔλαβεν αὐτάς. ἐπιβαλὼν δὲ τῷ Ἐζεκίᾳ ἀργυρίου τάλαντα τʹ καὶ χρυσίου τάλαντα λʹ, καὶ ταῦτα λαβὼν παρ' αὐτοῦ, ἔτι περιεκάθητο συμπάσαις ταῖς παρεμβολαῖς αὐτοῦ ταῖς ἐν Ἱερουσαλήμ, βουλόμενος καὶ αὐτὴν πολιορκῆσαι, ὡς καὶ τὰς ἄλλας. Ἀκούσας δὲ ὁ Σενναχηρεὶμ ὅτι Θαρθᾶς βασιλεὺς Αἰθιόπων ἐξῆλθεν πολιορκῆσαι αὐτόν, ἀπέστειλεν πρὸς Ἐζεκίαν λέγων, Μή σε ἀπατάτω ὁ θεός σου ἐφ' ᾧ σὺ πέποιθας ἐπ' αὐτῷ, λέγων, Οὐ μὴ παραδοθῇ Ἱερουσαλὴμ εἰς χεῖρας βασιλέως Ἀσσυρίων. οὐκ ἤκουσας ἃ πεποιήκασι βασιλεῖς Ἀσσυρίων πάσῃ τῇ γῇ, ὡς ἀπῴ216 κισαν αὐτήν, καὶ σὺ ῥυσθήσῃ; τοῦ δὲ Ἐζεκίου γνησίως τὸν θεὸν ἐπικαλεσαμένου, καὶ τοῦ θεοῦ ἐπακούσαντος αὐτόν, ἐξελθὼν ἄγγελος κυρίου ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἐν μιᾷ νυκτὶ ρπεʹ χιλιάδας. ἀναστάντες δὲ τὸ πρωὶ ηὗρον πάντα τὰ σώματα νεκρά· καὶ οὕτω διεσώθη ὅ τε λαὸς καὶ Ἱερουσαλήμ. καὶ ὑποστρέψας ὁ Σενναχηρεὶμ ᾤκησεν εἰς Νινευή. ἐν δὲ τῷ προσκυνεῖν αὐτὸν Ἀρσὰχ τὸν πάτραρχον αὐτοῦ Ἀδραμέλεχ καὶ Σαρασὰρ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν ἐν μαχαίραις. δείκνυται κἀντεῦθεν σαφῶς ὅσον ἰσχύει δικαίου προσευχὴ ἐν πάσαις ταῖς ἐντολαῖς τοῦ θεοῦ περιπατοῦντος. Κατὰ τὸν αὐτὸν χρόνον ἀῤῥωστήσαντι τῷ Ἐζεκίᾳ καὶ μέλλοντι τελευτᾶν προσδωρεῖται ὁ θεὸς διὰ Ἠσαΐου τοῦ προφήτου ἔτη ζωῆς ιεʹ δι' ἀναποδισμοῦ φωστῆρος ἡμερινοῦ δέκα ἀναβαθμίσι γενομένου. ἐν ᾧ καιρῷ καὶ Μαρωδὰχ υἱὸς Βαλαδὰν ἀπέστειλεν ἐπιστολὰς καὶ πρέσβεις καὶ δῶρα τῷ Ἐζεκίᾳ. ἤκουσεν γὰρ ὅτι ἐμαλακίσθη Ἐζεκίας ἕως θανάτου, καὶ ἀνέστη ἐκ τῆς ἀῤῥωστίας αὐτοῦ, καὶ εἶδεν τὰ δῶρα, καὶ ἐχάρη ἐπ' αὐτοῖς Ἐζεκίας. ιγʹ Ὀλυμπιάς. ιεʹ, ιϛʹ, ιζʹ, ιηʹ. Προεφήτευον Ἠσαΐας, Ὡσηὲ καὶ Μιχαίας. 217 ιδʹ Ὀλυμπιάς. ιθʹ, κʹ, καʹ, κβʹ. ιεʹ Ὀλυμπιάς. κγʹ, κδʹ, κεʹ, κϛʹ. ιϛʹ Ὀλυμπιάς. κζʹ, κηʹ, κθʹ. Μετὰ Ἐζεκίαν ἐβασίλευσεν Μανασσῆς υἱὸς αὐτοῦ ἔτη νεʹ. ὁμοῦ δωμθʹ. αʹ. ιζʹ Ὀλυμπιάς. βʹ, γʹ. Τούτῳ τῷ τρίτῳ ἔτει Μανασσοῦ καὶ δευτέρῳ ιζʹ Ὀλυμπιάδος ἀπέθανεν Ῥῶμος ἐν τῷ βουλευτηρίῳ Ῥώμης κατὰ μέλος διαιρεθείς, ἄρξας ἔτη ληʹ. μεθ' ὃν γέγονε δεύτερος βασιλεὺς ἐν Ῥώμῃ Νουμμᾶς Πομπήλιος ἔτη μγʹ. Οὗτος Νουμμᾶς ὁ καὶ Πομπήλιος δεξάμενος πρεσβευτὰς ἐκ τῆς χώρας τῶν λεγομένων Πελασγῶν, φορούντων χλαμύδας ἐχούσας ταβλία ῥούσαια, καθάπερ οἱ ἀπὸ τῆς Ἰσαυρίας χώρας, καὶ τερφθεὶς τοῦ σχήματος, ἐπενόησεν πρῶτος ἐν Ῥώμῃ χλαμύ218 δας φορεῖσθαι, τὰς μὲν βασιλικὰς πορφυρᾶς, ἐχούσας ταβλία χρυσᾶ, τὰς δὲ τῶν συγκλητικῶν καὶ τῶν ἄλλων τῶν ἐν ἀξίαις καὶ στρατείαις χλαμύδας σήμαντρον τῆς βασιλικῆς φορεσίας ταβλία πορφυρᾶ, ἀξίαν δηλοῦντα Ῥωμαϊκῆς πολιτείας καὶ ὑποταγήν, κελεύσας μηδένα συγχωρεῖσθαι εἰσελθεῖν εἰς τὸ αὐτοῦ παλάτιον πρὸς αὐτὸν δίχα τοῦ σχήματος τῆς αὐτῆς χλαμύδος. καὶ οὐ συνεχώρουν τινὶ εἰσελθεῖν οἱ φυλάσσοντες τὸ παλάτιον, εἰ μὴ ἐφόρει χλαμύδα ἔχουσαν φιλοτιμίαν βασιλικῆς ἐσθῆτος, καθὼς ὁ σοφώτατος Σουετώνιος Τράγκυλλος Ῥωμαίων ἱστοριογράφος συνεγράψατο. δʹ, εʹ. ιηʹ Ὀλυμπιάς. ϛʹ. Νουμμᾶς Πομπήλιος τετάρτῳ ἔτει τῆς αὐτοῦ βασιλείας ἐν Ῥώμῃ κτίζει τὸ Καπετώλιον ἐκ θεμελίων. ζʹ. Νουμμᾶς Πομπήλιος κογγιάριον ἔδωκεν ἐν Ῥώμῃ ἀσσάρια ξύλινα καὶ ὀστράκινα. ηʹ, θʹ. ιθʹ Ὀλυμπιάς. 219 ιʹ, ιαʹ, ιβʹ, ιγʹ. κʹ Ὀλυμπιάς. ιδʹ, ιεʹ, ιϛʹ. Ἑβραίων ἀρχιερεὺς Σελλούμ. ιζʹ. καʹ Ὀλυμπιάς. ιηʹ, ιθʹ, κʹ, καʹ. Ἠσαΐας ὁ προφήτης πρισθεὶς ὑπὸ Μανασσοῦ ἐλεγχομένου ὑπ' αὐτοῦ ἐπὶ εἰδώλων σεβάσμασι μετήλλαξε τὸν βίον, προφητεύσας ἔτη ϟʹ. καὶ ἔθαψαν αὐτὸν ὑποκάτω δρυὸς Ῥωγήλ, ἐχόμενα τῆς διαβάσεως τῶν ὑδάτων ὧν ἀπώλεσεν