De cerimoniis aulae Byzantinae (lib. 1.842.-56)
κουβουκλείου, καὶ αὐτοὶ ἐπευχόμενοι εἰς τὸ εἰσάγον ἐνδότερον μονόθυρον, καὶ ἔξωθεν τοῦ μονοθύρου ἵστανται οἱ πραιπόσιτοι καὶ αὐτοὶ ἐπευχόμενοι. οἱ δὲ δεσπόται ἀπέρχονται ἐν τοῖς ἀποδυτοῖς, καὶ ἀποδυόμενοι περιβάλλονται τὰ χρυσᾶ τούτων λέντια, καὶ εἰσέρχονται εἰς τὸ ἅγιον λοῦσμα. ἰστέον, ὅτι προεισέρχονται τῶν δεσποτῶν οἱ πραιπόσιτοι μετὰ καί τινων τοῦ κουβουκλείου καὶ κουβικουλαρίων βασταζόντων τὰ φατλία, ἅπερ ἅπτουσιν οἱ δεσπόται εὐχόμενοι. καὶ πρὸ τοῦ κολύμβου πλησίον τῆς εἰσαγούσης θύρας τῷ δεξιῷ μέρει ἵστανται οἱ πραιπόσιτοι καὶ οἱ τοῦ κουβουκλείου μετὰ τῆς μυστικῆς θεραπείας τῶν δεσποτῶν, τοῦ τε βαλνιαρίτου καὶ τοῦ πρωτεμβαταρίου· οἱ δὲ λοιποὶ λοῦσται τῶν βλαχερνῶν ἀριστερὰ τῶν δεσποτῶν ἵστανται. καὶ τῶν δεσποτῶν εἰσιόντων, λαμβάνουσιν κηροὺς παρὰ τῶν πραιποσίτων καὶ ἅπτουσιν, καὶ προσκυνοῦντες τὰς ἀργυρᾶς ἁγίας εἰκόνας τὰς ἐν τῷ κολύμβῳ, διέρχονται τῷ δεξιῷ μέρει τοῦ κολύμβου. ἐν δὲ τῷ αὐτῷ δεξιῷ μέρει τοῦ κολύμβου ἵστανται δύο καπνιστήρια, ἐν οἷς διερχόμενος ὁ βασιλεὺς, παρὰ τοῦ πραιποσίτου λαμβάνων ἀλειπτὰ ἰδίαις χερσὶ τοῖς καπνιστηρίοις ἐντίθησι. εἶτα ἅπτουσιν οἱ δεσπόται κηροὺς εἰς τὴν πρὸς ἀνατολὴν κόγχην, ἐν ᾗ καὶ ἡ ἀργυρᾶ εἰκὼν τῆς Θεοτόκου ἐπὶ τῆς φιάλης ἵσταται. καὶ ἀπὸ 555 τῶν ἐκεῖσε ἀπέρχονται ἀριστερὰ, ἐν ᾧ ἡ τῆς χειρὸς τῆς Θεοτόκου ἐκτύπωσις ἐν τῷ μαρμάρῳ ἐκτετύπωται, καὶ διὰ ἀργυρᾶς περιφερείας περικέκλεισται, καὶ ἅπτουσιν κἀκεῖσε κηροὺς, καὶ οἰκείᾳ χειρὶ εἰς τὸ ἐκεῖσε καπνιστήριον ὁ πρῶτος βασιλεὺς ἐντίθησιν ἀλειπτὸν, ἐκ τοῦ πραιποσίτου τοῦτο δεχόμενος. ἀπὸ δὲ τῶν ἐκεῖσε ὑποστρέφοντες οἱ δεσπόται, εἰσέρχονται εἰς τὸν ἅγιον Φωτεινὸν εἰς τὸν ἐνδότερον θόλον, καὶ ἀπερχόμενοι ἅπτουσιν κηροὺς ἔμπροσθεν τῆς μαρμαρίνης εἰκόνος τῆς Θεοτόκου, ἥτις ἐκ τῶν τῆς αὐτῆς ἁγίων χειρῶν προχεῖ τὸ ἁγίασμα. καὶ μετὰ τὸ ἅψαι τοὺς κηροὺς λαμβάνει τὴν ἁγίαν στακτὴν ὁ πραιπόσιτος παρὰ τοῦ βαλνιαρίτου, καὶ ἐπιδίδωσι τοῖς δεσπόταις. οἱ δὲ δεσπόται οἰκείαις χερσὶν ἑαυτοὺς ἐπισφραγίζουσιν, καὶ ἐξιόντες λούονται. καὶ μετὰ τὸ λούσασθαι ἐξέρχονται εἰς τὸν ἐξώτερον μικρὸν θόλον, καὶ ἀλλάσσοντες τὰ τούτων λέντια περιβάλλονται ἕτερα χρυσοΰφαντα. ὁ δὲ προτεμβατάριος ἱστάμενος πρὸ τοῦ κολύμβου, λέγει τὴν εὐχήν. ἰστέον, ὅτι, τῆς εὐχῆς λεγομένης, οἱ λοῦσται εἰσάγουσιν τὰ ιβʹ βαστακτὰ ἀπὸ τοῦ ἀριστεροῦ μέρους τοῦ κολύμβου, καὶ διέρχονται πρὸ τῆς κάτω ἀνατολικῆς κόγχης, καὶ ἵστανται εἰς τὸ δεξιὸν μέρος τοῦ κολύμβου. οἱ δὲ δεσπόται εἰσιόντες ἵστανται, καὶ ὁ πρῶτος βασιλεὺς ἐπιδίδωσιν ἑκάστῳ τῶν βαστακτῶν ἀνὰ νομίσματος ἑνός. χρὴ δὲ τὸν πραιπόσιτον τὴν χεῖρα τοῦ βαστακτοῦ προ 556 ευτρεπίζειν πρὸς τὴν τῆς βασιλικῆς δωρεᾶς ὑποδοχήν. καὶ μετὰ τὴν συμπλήρωσιν τῆς διανομῆς ἁγιάζει μετὰ τοῦ σταυροῦ ὁ πρωτεμβατάριος τὸν κόλυμβον, ἐπιδιδοὺς τοῖς δεσπόταις ἀπὸ τοῦ κολύμβου ἁγίασμα μετὰ τοῦ αὐτοῦ σταυροῦ. οἱ δὲ λαμβάνοντες τὸ ἁγίασμα εἰσέρχονται εἰς τὸν κόλυμβον, καὶ τῆς ἐκτενοῦς γινομένης, καταδύουσι τρίτον, καὶ ἐξερχόμενοι ἀνέρχονται ἐν τῷ ἀποδυτῷ, καὶ ἀμφιασθέντες κατὰ τὸ εἰωθὸς ἐξέρχονται μετὰ τῆς μυστικῆς αὐτῶν τάξεως. ἰστέον, ὅτι ἔξω τοῦ μονοθύρου, ἐν ᾧ ἵστανται οἱ πραιπόσιτοι ἐπευχόμενοι τοὺς δεσπότας, ἵσταται ὁ τῶν Εὐγενίου γηρωκόμος, ἐπιδιδοὺς τοῖς δεσπόταις διερχομένοις τὰς εὐλογίας. τῶν δὲ δεσποτῶν διερχομένων, συγκινοῦσι προπορευόμενοι τῶν δεσποτῶν, ἀφ' ὧν τόπων ἵστανται, οἱ τοῦ κουβουκλείου καὶ οἱ μαγλαβῖται καὶ τῆς ἑταιρείας. οἱ δὲ δεσπόται εἰ μὲν κελεύουσιν ἱππεῦσαι καὶ ἀπελθεῖν εἴτε ἐν τῇ πηγῇ, εἴτε ἀλλαχοῦ, τοῦτο ποιοῦσιν· εἰ δὲ μήγε, εἰσερχόμενοι εἰς τὸν δρόμονα εἰσέρχονται εἰς τὸ παλάτιον, ἢ καὶ ἀλλαχοῦ, ὅπου βούλονται, ἀπέρχονται. 557 ΚΕΦ. ιγʹ. Ὅσα δεῖ παραφυλάττειν ἐν παγανῇ κυριακῇ, ἢ ἐν ἄλλῃ κοινῇ ἡμέρᾳ, μελλόντων τῶν δεσποτῶν ἀπιέναι εἴτε εἰς τοὺς ἁγίους ἀποστόλους, εἴτε εἰς ἕτερον ναὸν εὔξασθαι. Πρὸ μιᾶς ἡμέρας δίδοται μανδάτα τῷ πραιποσίτῳ καὶ τῷ κατεπάνω τῶν βασιλικῶν, τῇ ἕωθεν ἐλθεῖν ἅπαντας ἀπὸ σκαραμαγγίων, ὁπόθεν ἂν κελεύσωσιν οἱ δεσπόται ἱππεῦσαι. καὶ τῇ ἕωθεν προέρχονται ἅπαντες ἀπὸ σκαραμαγγίων, καὶ εἰσέρχονται οἱ πραιπόσιτοι μετὰ τοῦ κουβουκλείου, εἴτε ἀπὸ τὸν καβαλλάριον, εἴτε ἀπὸ τὴν τοῦ Κυρίου ἐκκλησίαν, εἴτε ἀπὸ τὸν ἱππόδρομον, εἴτε ἀπὸ τὸ τζουκανιστήριον, εἴτε ἀπὸ τῆς ∆άφνης. ἀπὸ τούτων γὰρ τῶν εἰσόδων εἰώθασιν ἀεὶ ἱππεύειν οἱ δεσπόται. οἱ δὲ δεσπόται ἐξέρχονται ἀπὸ σκαραμαγγίων φοροῦντες καὶ τὰ τούτων σπαθία, καὶ δηριγευόμενοι ὑπό τε τῶν πραιποσίτων καὶ τοῦ κουβουκλείου ἱππεύουσιν. οἱ δὲ πραιπόσιτοι καὶ οἱ τοῦ κουβουκλείου καὶ αὐτοὶ