De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
{Α.} Οὐκοῦν, τὸ μὲν ἑτεροίως ὅ τί ποτ' ἐστὶ συνίημι μὲν οὐ σφόδρα ἐγώ, φράσαις δ' ἂν ἴσως αὐτός, εἴπερ οἶσθά που. ∆ιαπεπύσθαι γὰρ δή σε καὶ μάλα εἰκός. {Β.} Ἐπυθόμην. Θεὸν μὲν γὰρ εἶναί φασιν ἀληθινὸν τὸν Πατέρα, τὸν δέ γε Υἱὸν οὐχ ὧδε ἔχειν, καὶ εἰ καλοῖτο Θεός, εἶναι δὲ καὶ ἐκ Θεοῦ. Καὶ γάρ τοί φασι· Καὶ τὰ πάντα ἐκ Θεοῦ. {Α.} Καὶ μὴν τοῦτό γέ ἐστιν ἀπημφιασμένως ἀνακεκράγειν ὡς οὔτε Θεός ἐστιν ὁ Υἱός, ἀλλὰ καὶ ἐν ἴσῳ τοῖς ἄλλοις ἐκ Θεοῦ, κατὰ τρόπον δὲ δηλονότι τὸν τῆς δημιουργίας, παρῆκται δὴ οὖν εἰς γένεσιν καὶ παρακεκόμισται πρὸς τὸ εἶναι μὴ ὤν, καὶ κτίσει λοιπὸν ὡς ἀδελφῇ συντετάξεται. Κατασκιασμάτων γὰρ ἤδη τῶν ἐκ πανούργου τέχνης ἀπαμ φιάσαι τὸν λόγον ἄριστον οἶμαί που καὶ σοφόν, ῥηματίοις δὲ τοῖς κεκομψευμένοις καταχρυσοῦν οὐκ ἐᾶν τὴν τοῦ Υἱοῦ φύσιν τοὺς δι' ἐναντίας, οὐδὲν ἀληθὲς ἐπ' αὐτῷ δοξάζοντας, διαρρήδην δὲ μᾶλλον ἀναπείθειν εἰπεῖν ὅπερ εἶναι πιστεύου σιν. Ἅπας γὰρ οἶμαί που τῆς ἐκείνων ἠλιθιότητος κατορ χήσεται λόγος. Καὶ ὅτι μὲν τὸ ἐκ Θεοῦ πεφηνέναι τὸν Υἱὸν οὐχ ἕτερόν τι δηλοῦν ὑπολάβοι τις ἄν, εἴ γε νοῦν ἔχοι τὸν ἀπαράφθορον, ἢ ὅτι γεγέννηται καὶ ὡς αὐτῆς ἐξέφυ τῆς οὐσίας τοῦ Πατρός, ὁ γείτων ἡμῶν καὶ πεπερασμένος ἀρτίως παρέδειξε λόγος. Ἁτέρῳ γε μὴν τὸν ἐμβασανίζειν εἰδότα καταθῆξαι νοῦν, οἰήσομαι δεῖν. {Β.} Ὡς ἥδιστά γε δρῴης ἂν ἐπὶ τοῦτο παρορμώμενος. Ὃ δὲ δὴ δεῖν ἐγνώκασι τοῖς παρ' ἡμῶν ἀντεξάγειν λόγοις ἐκεῖνό ἐστιν. Εἷς γὰρ ὠνόμασται, φασί, Θεὸς ἀληθινός, ὁ Πατήρ, ἔν γε τοῖς Ἀρχαιοτέροις καὶ τοῖς Νέοις Γράμμασιν. Ἔφη μὲν γὰρ ὁ Μωσῆς· "Ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεός σου Κύριος εἷς ἐστι." Καὶ μὴν καὶ ἐν ᾠδαῖς αὐτὸν εἰσκεκόμικεν ἀνακεκραγότα τὸν Θεόν· "Ἴδετε, ἴδετε ὅτι ἐγώ εἰμι καὶ οὐκ ἔστι Θεὸς πλὴν ἐμοῦ." Καὶ πάλιν· "Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ." Καὶ μὴν καὶ αὐτὸς ὁ Υἱός φησι πρὸς τὸν ἑαυτοῦ Πατέρα· "Αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωὴ ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν." Παραθεῖεν δ' ἂν ἀμογητὶ συμφέροντες μύρια μὲν ὅσα τοιαῦτα, νεανικώτερον δὲ τοῖς σφῶν αὐτῶν ἐπαγωνιοῦνται λόγοις, καὶ μὴν καὶ ἐλπίδος αὐτοῖς οὐ μακρὰν οἰχήσεται τὸ συμφρονεῖν ἑλέσθαι τινὰς ὡς εἴη μὲν εἷς τε καὶ μόνος ἀληθῶς καὶ φύσει Θεὸς ὁ 464 Πατήρ, ἕτερος δὲ πρὸς αὐτῷ τὸ σύμπαν οὐδείς. {Α.} Κενὰ δὲ ἱδροῦν, εἰπέ μοι, τί τὸ ἀναπεῖθον αὐτούς; Οὐ γὰρ, ὦ 'γαθέ, δεηθείημεν ἂν οὐδενὸς ἔν γε τούτῳ πόνου, συνθεόντων ἑτοιμότατα καὶ ἡμῶν αὐτῶν, ἕνα τε καὶ φύσει καὶ ἀληθινὸν εἰσδεδεγμένων ἐν πίστει Θεὸν τὸν Πατέρα. Πῶς γὰρ ἢ πόθεν ἐνδοιάσαι τις ἄν; Εἰ δὲ δὴ καὶ φαῖεν ὅτι Θεὸς ἕτερος ἐπ' αὐτῷ τὸ σύμπαν οὐδείς, ἥκιστά γε τουτὶ τῇ τοῦ Υἱοῦ διαλυμανεῖται φύσει. Ἔξω γὰρ πάντων καὶ οὐκ ἔν γε τοῖς πᾶσίν ἐστι, τῷ ἰδίῳ Πατρὶ συνυφεστηκὼς καὶ συναναλάμπων ἀεί, καὶ ἐν τῇ μιᾷ τῆς θεότητος φύσει τῷ τεκόντι συννοούμενος. Εἷς τοιγαροῦν ὁ Θεός, καὶ οὗτος ὁ ἀληθινός. Ἐκλελυτρώμεθα γὰρ ἐκ πολυθεΐας, καὶ τὴν ἐπὶ τούτῳ κηλίδα διανιψάμενοι, ὀψὲ μὲν καὶ μόλις, τὸν δ' οὖν ἕνα καὶ ἀληθῶς ∆εσπότην ἐγνώκαμεν. Ταυτὶ δὲ μεθέντες εἰς τὸ παρόν, ἐπ' ἐκεῖνο ἴωμεν· ὧδε γὰρ δή σοι χρῆναι δοκεῖ. {Β.} Τὸ ποῖόν τι φῄς; {Α.} Μόνον ἔφη Θεὸν ἀληθινὸν ὁ Υἱὸς τὸν Πατέρα. {Β.} Ἔφη γάρ. {Α.} Καὶ μὴν ὅτι Θεὸς ἕτερος παρ' αὐτὸν οὐδεὶς τὸ ἀρχαῖον ἡμῖν ἀνεφώνει λόγιον. {Β.} Ἀληθές. {Α.} Ἰτέον δὴ οὖν, ὦ φιλότης, καὶ ἡμῖν οὐτοῖς ἐπὶ τὸ Γράμμα τὸ ἱερόν, καὶ τοὺς τῶν ἁγίων πολυπραγμονοῦντες λόγους, φέρε δή, φέρε καταθρήσωμεν εἰ δή πή τις ἄρα μόνον ἔφη Θεὸν τὸν Υἱόν, ἐπωνόμασε δὲ καὶ ἀληθινόν. {Β.} Εὖ λέγεις. {Α.} Οὐκοῦν αὐτίκα δὴ μάλα παρέσται μὲν ἡμῖν ὁ σοφὸς Ἰωάννης, ὁ καὶ βροντῆς υἱὸς κατωνομασμένος, διαρρήδην ἀνακεκραγώς· "Καὶ οἴδαμεν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος." Συνεισδραμεῖται δὲ αὖ καὶ ὁ μέγας ἡμῖν Βαροὺχ καὶ σαφῆ ποιήσεται τὴν ἀνάρρησιν τῆς τοῦ Υἱοῦ φύσεώς τε καὶ δόξης, ὡδὶ καὶ αὐτὸς ἀναβοῶν, μονονουχὶ δὲ καὶ δακτύλῳ καταδεικνύς· "Οὗτος